§14.5εἰ οὖν καὶ τὸ μὴ τιθέναι τὸ ἀγαθὸν ἐν ταῖς ἀρχαῖς καὶ τὸ τιθέναι οὕτως ἀδύνατον, δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι.
因此,如果既不能不把善置于原理之中,又不能像这样把善置于其中,那么很明显,原理和第一实体都没有被正确地给出。
οὐκ ὀρθῶς δʼ ὑπολαμβάνει οὐδʼ εἴ τις παρεικάζει τὰς τοῦ ὅλου ἀρχὰς τῇ τῶν ζῴων καὶ φυτῶν, ὅτι ἐξ ἀορίστων ἀτελῶν τε ἀεὶ τὰ τελειότερα, διὸ καὶ ἐπὶ τῶν πρώτων οὕτως ἔχειν φησίν, ὥστε μηδὲ ὄν τι εἶναι τὸ ἓν αὐτό.
如果有人把宇宙的原理与动植物的原理相类比,也是理解得不对的,理由是更完美的事物总是来自无规定且未完成的事物,并因此声称在第一事物上也是如此,以至于一本身甚至不是任何存在着的东西。
εἰσὶ γὰρ καὶ ἐνταῦθα τέλειαι αἱ ἀρχαὶ ἐξ ὧν ταῦτα· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ οὐκ ἔστι τὸ σπέρμα πρῶτον.
因为即使在这里,这些事物所由之产生的原理也是完美的;因为人产生人,而种子并非第一者。
ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα τοῖς στερεοῖς τοῖς μαθηματικοῖς ποιῆσαι (ὁ μὲν γὰρ τόπος τῶν καθʼ ἕκαστον ἴδιος, διὸ χωριστὰ τόπῳ, τὰ δὲ μαθηματικὰ οὐ πού), καὶ τὸ εἰπεῖν μὲν ὅτι ποὺ ἔσται, τί δέ ἐστιν ὁ τόπος μή.
在产生数学立体的同时又产生空间是荒谬的(因为空间是各个体所特有的,因此它们在空间上是分离的,但数学事物并不在某处),而且说它们将在某处,却不说明空间是什么,也是荒谬的。
—ἔδει δὲ τοὺς λέγοντας ἐκ στοιχείων εἶναι τὰ ὄντα καὶ τῶν ὄντων τὰ πρῶτα τοὺς ἀριθμούς, διελομένους πῶς ἄλλο ἐξ ἄλλου ἐστίν, οὕτω λέγειν τίνα τρόπον ὁ ἀριθμός ἐστιν ἐκ τῶν ἀρχῶν.
但是,那些宣称存在物由元素构成、且存在物中最初者是数的人,本应该先区分一物是如何由另一物产生的,然后再以这种方式说明数是以何种方式由原理产生的。
πότερον μίξει;
是通过混合吗?
ἀλλʼ οὔτε πᾶν μικτόν, τό τε γιγνόμενον ἕτερον, οὐκ ἔσται τε χωριστὸν τὸ ἓν οὐδʼ ἑτέρα φύσις· οἱ δὲ βούλονται.
但并非所有事物都是可混合的,而且产生出来的东西是不同的,这样一就既不是分离的,也不是另一种不同的自然;但他们却希望它是。
ἀλλὰ συνθέσει, ὥσπερ συλλαβή;
或者是通过结合,就像音节那样?
ἀλλὰ θέσιν τε ἀνάγκη ὑπάρχειν, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ τὸ πλῆθος.
但这样就必然存在位置,而且思考者将把一和多分开来思考。
τοῦτʼ οὖν ἔσται ὁ ἀριθμός, μονὰς καὶ πλῆθος, ἢ τὸ ἓν καὶ ἄνισον.
那么,数就会是这个,即单位和多,或者是一和不均等。
καὶ ἐπεὶ τὸ ἐκ τινῶν εἶναι ἔστι μὲν ὡς ἐνυπαρχόντων ἔστι δὲ ὡς οὔ, ποτέρως ὁ ἀριθμός;
而且,由于由某些事物构成既可以是作为内在于其中的事物,也可以是作为不内在于其中的事物,那么数是哪一种方式呢?
οὕτως γὰρ ὡς ἐνυπαρχόντων οὐκ ἔστιν ἀλλʼ ἢ ὧν γένεσις ἔστιν.
因为如果是作为内在于其中的事物,这只有在有生成的事物中才是可能的。
ἀλλʼ ὡς ἀπὸ σπέρματος;
或者是像由种子产生那样?
ἀλλʼ οὐχ οἷόν τε τοῦ ἀδιαιρέτου τι ἀπελθεῖν.
但不可分之物是不可能分出任何东西来的。
ἀλλʼ ὡς ἐκ τοῦ ἐναντίου μὴ ὑπομένοντος;
或者是像由不持续存在的相反者产生那样?
ἀλλʼ ὅσα οὕτως ἔστι, καὶ ἐξ ἄλλου τινός ἐστιν ὑπομένοντος.
但凡是这样产生的事物,也都是由某种持续存在的其他事物产生的。
ἐπεὶ τοίνυν τὸ ἓν ὁ μὲν τῷ πλήθει ὡς ἐναντίον τίθησιν, ὁ δὲ τῷ ἀνίσῳ, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενος, ὡς ἐξ ἐναντίων εἴη ἂν ὁ ἀριθμός· ἔστιν ἄρα τι ἕτερον ἐξ οὗ ὑπομένοντος καὶ θατέρου ἐστὶν ἢ γέγονεν.
既然如此,有人把一作为多的相反者来设定,而另一个人把它作为不均等的相反者(将一当作相等者来使用)来设定,那么数就像是由相反者构成的;因此,必然存在某种持续存在的其他事物,数是合着它以及另一个相反者而存在或已经生成的。
ἔτι τί δή ποτε τὰ μὲν ἄλλʼ ὅσα ἐξ ἐναντίων ἢ οἷς ἔστιν ἐναντία φθείρεται κἂν ἐκ παντὸς ᾖ, ὁ δὲ ἀριθμὸς οὔ;
此外,究竟为什么其他所有由相反者构成、或具有相反者的事物,即使是由一切构成的也会消灭,而数却不会?
περὶ τούτου γὰρ οὐθὲν λέγεται.
因为关于这一点什么也没有说明。
καίτοι καὶ ἐνυπάρχον καὶ μὴ ἐνυπάρχον φθείρει τὸ ἐναντίον, οἷον τὸ νεῖκος τὸ μῖγμα (καίτοι γε οὐκ ἔδει· οὐ γὰρ ἐκείνῳ γε ἐναντίον).
然而,无论是否内在于其中,相反者都会毁灭相反者,例如,争斗毁灭混合(然而这本不该发生,因为争斗并不与混合相反)。
—οὐθὲν δὲ διώρισται οὐδὲ ὁποτέρως οἱ ἀριθμοὶ αἴτιοι τῶν οὐσιῶν καὶ τοῦ εἶναι, πότερον ὡς ὅροι (οἷον αἱ στιγμαὶ τῶν μεγεθῶν, καὶ ὡς Εὔρυτος ἔταττε τίς ἀριθμὸς τίνος, οἷον ὁδὶ μὲν ἀνθρώπου ὁδὶ δὲ ἵππου, ὥσπερ οἱ τοὺς ἀριθμοὺς ἄγοντες εἰς τὰ σχήματα τρίγωνον καὶ τετράγωνον, οὕτως ἀφομοιῶν ταῖς ψήφοις τὰς μορφὰς τῶν φυτῶν), ἢ ὅτι λόγος ἡ συμφωνία ἀριθμῶν, ὁμοίως δὲ καὶ ἄνθρωπος καὶ τῶν ἄλλων ἕκαστον;
数是以何种方式成为实体和存在的原因,也完全没有被界定——是作为界限(就像点是大小的界限,以及如欧里图斯规定什么数属于什么事物,例如这个数属于人,那个数属于马,就像那些把数引入三角形和正方形等图形中的人,用小石子来模拟植物的形状那样),还是因为和谐是数的比例,同样地,人和其他的每一事物也是比例?
τὰ δὲ δὴ πάθη πῶς ἀριθμοί, τὸ λευκὸν καὶ γλυκὺ καὶ τὸ θερμόν;
而各种性质——如白、甜和热,究竟又是如何成为数的呢?
ὅτι δὲ οὐχ οἱ ἀριθμοὶ οὐσία οὐδὲ τῆς μορφῆς αἴτιοι, δῆλον· ὁ γὰρ λόγος ἡ οὐσία, ὁ δʼ ἀριθμὸς ὕλη.
但数既不是实体,也不是形相的原因,这是很明显的;因为比例才是实体,而数是质料。
οἷον σαρκὸς ἢ ὀστοῦ ἀριθμὸς ἡ οὐσία οὕτω, τρία πυρὸς γῆς δὲ δύο· καὶ ἀεὶ ὁ ἀριθμὸς ὃς ἂν ᾖ τινῶν ἐστιν, ἢ πύρινος ἢ γήϊνος ἢ μοναδικός, ἀλλʼ ἡ οὐσία τὸ τοσόνδʼ εἶναι πρὸς τοσόνδε κατὰ τὴν μῖξιν· τοῦτο δʼ οὐκέτι ἀριθμὸς ἀλλὰ λόγος μίξεως ἀριθμῶν σωματικῶν ἢ ὁποιωνοῦν.
例如,如果肌肉或骨骼的实体是以这种方式存在的数,即三份火和两份土;且无论是什么数,它总是某些事物的数,或者是火的、或者是土的、或者是单位的,但实体是在混合中这么多对那么多的比例;而这不再是一个数,而是身体的数或任何其他数的混合比例。
οὔτε οὖν τῷ ποιῆσαι αἴτιος ὁ ἀριθμός, οὔτε ὅλως ὁ ἀριθμὸς οὔτε ὁ μοναδικός, οὔτε ὕλη οὔτε λόγος καὶ εἶδος τῶν πραγμάτων.
因此,无论是作为一般的数,还是作为由单位组成的数,数都不是通过作而成为原因的,它既不是事物的质料,也不是事物的比例和形相。
ἀλλὰ μὴν οὐδʼ ὡς τὸ οὗ ἕνεκα.
当然,它更不是作为目的因。