Humanitext Reader

亚里士多德 · 形而上学 §14.4

数的生成以及原理同善的关系

第 157 段,共 159 段 · 希腊语

内容简介

亚里士多德探讨了数之生成的难点,并讨论了元素与原理同“善”与“美”的关系,反驳了将“一”等同于“善本身”的柏拉图派观点及其荒谬后果。

§14.4τοῦ μὲν οὖν περιττοῦ γένεσιν οὔ φασιν, ὡς δηλονότι τοῦ ἀρτίου οὔσης γενέσεως· τὸν δʼ ἄρτιον πρῶτον ἐξ ἀνίσων τινὲς κατασκευάζουσι τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων.
因此,他们说奇数没有生成,这显然是因为偶数有生成;而有些人则用“大和小”在被等同化时的不均等者来构造第一个偶数。
ἀνάγκη οὖν πρότερον ὑπάρχειν τὴν ἀνισότητα αὐτοῖς τοῦ ἰσασθῆναι· εἰ δʼ ἀεὶ ἦσαν ἰσασμένα, οὐκ ἂν ἦσαν ἄνισα πρότερον (τοῦ γὰρ ἀεὶ οὐκ ἔστι πρότερον οὐθέν), ὥστε φανερὸν ὅτι οὐ τοῦ θεωρῆσαι ἕνεκεν ποιοῦσι τὴν γένεσιν τῶν ἀριθμῶν.
因此,在被等同化之前,不均等性必然已先期属于它们;如果它们总是等同的,那么在这之前它们就不可能是均等的(因为对于总是如此的事物而言,没有任何东西在其之前),所以很明显,他们设定数的生成并不是为了纯粹的理论考量。
—ἔχει δʼ ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα καὶ αἱ ἀρχαί· ἀπορίαν μὲν ταύτην, πότερόν ἐστί τι ἐκείνων οἷον βουλόμεθα λέγειν αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ἢ οὔ, ἀλλʼ ὑστερογενῆ.
此外,关于元素和原理如何与“善”和“美”相联系,存在着疑难,而对于解决这一疑难的人也有指责;这一疑难是:这些原理中是否有任何一个是像我们所要说的那样的“善本身”和“最善者”,还是并非如此,而是后生的。
παρὰ μὲν γὰρ τῶν θεολόγων ἔοικεν ὁμολογεῖσθαι τῶν νῦν τισίν, οἳ οὔ φασιν, ἀλλὰ προελθούσης τῆς τῶν ὄντων φύσεως καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἐμφαίνεσθαι (τοῦτο δὲ ποιοῦσιν εὐλαβούμενοι ἀληθινὴν δυσχέρειαν ἣ συμβαίνει τοῖς λέγουσιν, ὥσπερ ἔνιοι, τὸ ἓν ἀρχήν· ἔστι δʼ ἡ δυσχέρεια οὐ διὰ τὸ τῇ ἀρχῇ τὸ εὖ ἀποδιδόναι ὡς ὑπάρχον, ἀλλὰ διὰ τὸ τὸ ἓν ἀρχὴν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ τὸν ἀριθμὸν ἐκ τοῦ ἑνός),—οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, ᾗ βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους, οἷον νύκτα καὶ οὐρανὸν ἢ χάος ἢ ὠκεανόν, ἀλλὰ τὸν Δία· οὐ μὴν ἀλλὰ τούτοις μὲν διὰ τὸ μεταβάλλειν τοὺς ἄρχοντας τῶν ὄντων συμβαίνει τοιαῦτα λέγειν, ἐπεὶ οἵ γε μεμιγμένοι αὐτῶν τῷ μὴ μυθικῶς πάντα λέγειν, οἷον Φερεκύδης καὶ ἕτεροί τινες, τὸ γεννῆσαν πρῶτον ἄριστον τιθέασι, καὶ οἱ Μάγοι, καὶ τῶν ὑστέρων δὲ σοφῶν οἷον Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, ὁ μὲν τὴν φιλίαν στοιχεῖον ὁ δὲ τὸν νοῦν ἀρχὴν ποιήσας.
因为在现在的神学家中,有些人似乎表示赞同,他们说并非如此,而是只有当存在事物的自然向前发展时,善和美才会显现(他们这样做是为了避免一个真实的困难,即那些像某些人那样说“一”是原理的人所遇到的困难;但这一困难之所以产生,并不是因为他们把善作为属性归于原理,而是因为他们把“一”作为原理,且是作为元素意义上的原理,并由“一”产生数),——而古代的诗人们在这方面也相似,因为他们说进行统治和支配的不是最初的东西(如夜、天、混沌或俄刻阿诺斯),而是宙斯;不过,对于他们来说,由于存在物的统治者发生更替,才会说出这样的话,而他们之中那些属于混合型、不完全用神话方式论述的人(如斐瑞居德斯和其他一些人),则将最初的产生者设定为最善者,马格斯们也是如此,而后来的哲人中,如恩培多克勒和阿那克萨哥拉,前者将“友爱”作为元素,后者将“理智”作为原理,也是如此。
τῶν δὲ τὰς ἀκινήτους οὐσίας εἶναι λεγόντων οἱ μέν φασιν αὐτὸ τὸ ἓν τὸ ἀγαθὸν αὐτὸ εἶναι· οὐσίαν μέντοι τὸ ἓν αὐτοῦ ᾤοντο εἶναι μάλιστα.
在那些主张存在不动实体的人中,有些人说“一本身”就是“善本身”;然而,他们认为“一”主要是它的实体。
—ἡ μὲν οὖν ἀπορία αὕτη, ποτέρως δεῖ λέγειν·
——因此,这就是我们应当以哪种方式来论述的疑难。
θαυμαστὸν δʼ εἰ τῷ πρώτῳ καὶ ἀϊδίῳ καὶ αὐταρκεστάτῳ τοῦτʼ αὐτὸ πρῶτον οὐχ ὡς ἀγαθὸν ὑπάρχει, τὸ αὔταρκες καὶ ἡ σωτηρία.
但是,对于最初的、永恒的、最自足的事物,如果这一最基本的东西——即自足性和自我保存——不作为善而属于它,那将是令人惊异的。
ἀλλὰ μὴν οὐ διʼ ἄλλο τι ἄφθαρτον ἢ διότι εὖ ἔχει, οὐδʼ αὔταρκες, ὥστε τὸ μὲν φάναι τὴν ἀρχὴν τοιαύτην εἶναι εὔλογον ἀληθὲς εἶναι, τὸ μέντοι ταύτην εἶναι τὸ ἕν, ἢ εἰ μὴ τοῦτο, στοιχεῖόν γε καὶ στοιχεῖον ἀριθμῶν, ἀδύνατον.
事实上,它之所以不可毁灭,不为别的,正是因为处于善的状态,它的自足也是如此;因此,说原理是这样的性质是合理且真实的,但若说这一原理是“一”,或者如果不是“一”,也至少是元素,且是数的元素,则是不可能的。
συμβαίνει γὰρ πολλὴ δυσχέρεια—ἣν ἔνιοι φεύγοντες ἀπειρήκασιν, οἱ τὸ ἓν μὲν ὁμολογοῦντες ἀρχὴν εἶναι πρώτην καὶ στοιχεῖον, τοῦ ἀριθμοῦ δὲ τοῦ μαθηματικοῦ —ἅπασαι γὰρ αἱ μονάδες γίγνονται ὅπερ ἀγαθόν τι, καὶ πολλή τις εὐπορία ἀγαθῶν.
因为会产生极大的困难——有些人为了逃避这一困难而放弃了,即那些同意“一”是最初的原理和元素、但又是数学的数的原理的人——因为所有的单位都会变成某种善,从而产生极大量的善。
ἔτι εἰ τὰ εἴδη ἀριθμοί, τὰ εἴδη πάντα ὅπερ ἀγαθόν τι· ἀλλὰ μὴν ὅτου βούλεται τιθέτω τις εἶναι ἰδέας· εἰ μὲν γὰρ τῶν ἀγαθῶν μόνον, οὐκ ἔσονται οὐσίαι αἱ ἰδέαι, εἰ δὲ καὶ τῶν οὐσιῶν, πάντα τὰ ζῷα καὶ τὰ φυτὰ ἀγαθὰ καὶ τὰ μετέχοντα.
此外,如果形相是数,那么所有的形相都会是某种善;但是,无论人们想把什么设定为理念都可以;因为如果理念仅属于善,那么理念就不是实体,但如果它们也属于实体,那么所有的动物和植物以及分享它们的东西都将是善的。
ταῦτά τε δὴ συμβαίνει ἄτοπα, καὶ τὸ ἐναντίον στοιχεῖον, εἴτε πλῆθος ὂν εἴτε τὸ ἄνισον καὶ μέγα καὶ μικρόν, τὸ κακὸν αὐτό (διόπερ ὁ μὲν ἔφευγε τὸ ἀγαθὸν προσάπτειν τῷ ἑνὶ ὡς ἀναγκαῖον ὄν, ἐπειδὴ ἐξ ἐναντίων ἡ γένεσις, τὸ κακὸν τὴν τοῦ πλήθους φύσιν εἶναι· οἱ δὲ λέγουσι τὸ ἄνισον τὴν τοῦ κακοῦ φύσιν)·
这些荒谬的事情确实会发生,而且相反的元素(无论是作为“多”,还是“不均等”与“大和小”)本身就会成为“恶本身”(因此,有一人避免将善赋予“一”,因为由于生成来自相反者,“多”的自然必然是恶;而其他人则说不均等是恶的自然)。
συμβαίνει δὴ πάντα τὰ ὄντα μετέχειν τοῦ κακοῦ ἔξω ἑνὸς αὐτοῦ τοῦ ἑνός, καὶ μᾶλλον ἀκράτου μετέχειν τοὺς ἀριθμοὺς ἢ τὰ μεγέθη, καὶ τὸ κακὸν τοῦ ἀγαθοῦ χώραν εἶναι, καὶ μετέχειν καὶ ὀρέγεσθαι τοῦ φθαρτικοῦ· φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
由此便产生出,除“一本身”之外,所有存在的事物都分享了恶,而且相比于大小,数更分享了纯粹的恶,恶成为了善的场所,并分享且追求那毁灭它的东西;因为相反者是毁灭相反者的。
καὶ εἰ ὥσπερ ἐλέγομεν ὅτι ἡ ὕλη ἐστὶ τὸ δυνάμει ἕκαστον, οἷον πυρὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει πῦρ, τὸ κακὸν ἔσται αὐτὸ τὸ δυνάμει ἀγαθόν.
而且,如果正如我们所说,物质是在潜能上的各事物——例如,在潜能上的火是在现实上的火的潜能——那么恶就会是潜能上的善本身。
ταῦτα δὴ πάντα συμβαίνει, τὸ μὲν ὅτι ἀρχὴν πᾶσαν στοιχεῖον ποιοῦσι, τὸ δʼ ὅτι τἀναντία ἀρχάς, τὸ δʼ ὅτι τὸ ἓν ἀρχήν, τὸ δʼ ὅτι τοὺς ἀριθμοὺς τὰς πρώτας οὐσίας καὶ χωριστὰ καὶ εἴδη.
所有这些确实都会发生,部分是因为他们把一切原理都当作元素,部分是因为他们把相反者当作原理,部分是因为他们把“一”当作原理,部分是因为他们把数当作第一实体、既是分离的又是形相。

词汇与语法注释

  1. 1091a25τοῦ ἰσασθῆναι — 属格不定式,用作依赖于比较副词 `πρότερον` 的“比较属格”,意为“在被等同化之前”。
  2. 1091a30εὐπορήσαντι — 分词 `εὐπορήσας`(找到出路、解决)的单数与格。它用作依赖于名词 `ἐπιτίμησιν`(指责)的关涉与格或对象与格,意为“对解决(疑难)之人的指责”。
  3. 1091b24τοῦ ἀριθμοῦ δὲ τοῦ μαθηματικοῦ — 此属格短语依赖于前文的 `ἀρχὴν εἶναι πρώτην καὶ στοιχεῖον`(作为最初的原理和元素),并在省略名词与不定式的情况下,意为“(将一作为)数学的数的(原理和元素)”。

引用这一段

亚里士多德, 形而上学 §14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。