Humanitext Reader

亚里士多德 · 形而上学 §13.9#1

一与单位的关系及几何量生成的难点

第 148 段,共 159 段 · 希腊语

内容简介

亚里士多德讨论了一与单位的关系,以及几何量(线、面、体)作为数之后的类是如何生成的难点。此外,他还指出了围绕单位本身由何种原理(一与多)构成这一问题所产生的矛盾。

§13.9#1ἀπορήσειε δʼ ἄν τις καὶ ἐπεὶ ἁφὴ μὲν οὐκ ἔστιν ἐν τοῖς ἀριθμοῖς, τὸ δʼ ἐφεξῆς, ὅσων μὴ ἔστι μεταξὺ μονάδων (οἷον τῶν ἐν τῇ δυάδι ἢ τῇ τριάδι), πότερον ἐφεξῆς τῷ ἑνὶ αὐτῷ ἢ οὔ, καὶ πότερον ἡ δυὰς προτέρα τῶν ἐφεξῆς ἢ τῶν μονάδων ὁποτεραοῦν.
人们可能还会提出疑问:既然在数中没有接触,但如果在它们之间没有其他单位(例如二联体或三联体中的单位),则有相继关系,那么一自体是否有相继者,以及二联体是先于这些相继者,还是先于这些单位中的任何一个。
—ὁμοίως δὲ καὶ περὶ τῶν ὕστερον γενῶν τοῦ ἀριθμοῦ συμβαίνει τὰ δυσχερῆ, γραμμῆς τε καὶ ἐπιπέδου καὶ σώματος.
——同样地,关于在数之后的各类(即线、面、体),也会产生困难。
οἱ μὲν γὰρ ἐκ τῶν εἰδῶν τοῦ μεγάλου καὶ τοῦ μικροῦ ποιοῦσιν, οἷον ἐκ μακροῦ μὲν καὶ βραχέος τὰ μήκη, πλατέος δὲ καὶ στενοῦ τὰ ἐπίπεδα, ἐκ βαθέος δὲ καὶ ταπεινοῦ τοὺς ὄγκους· ταῦτα δέ ἐστιν εἴδη τοῦ μεγάλου καὶ μικροῦ.
因为有些人从“大”与 “小”的种中制造它们:例如,从“长”与“短”中制造长度,从“宽”与“窄”中制造平面,从“深”与“浅”中制造体积;而这些都是“大”与“小”的种。
τὴν δὲ κατὰ τὸ ἓν ἀρχὴν ἄλλοι ἄλλως τιθέασι τῶν τοιούτων.
而对于这些事物,其他学者则以不同的方式设定了对应于“一”的原理。
καὶ ἐν τούτοις δὲ μυρία φαίνεται τά τε ἀδύνατα καὶ τὰ πλασματώδη καὶ τὰ ὑπεναντία πᾶσι τοῖς εὐλόγοις.
在这些学说中,也同样显露出无数的不可能、虚构以及与一切合理论点相悖的说法。
ἀπολελυμένα τε γὰρ ἀλλήλων συμβαίνει, εἰ μὴ συνακολουθοῦσι καὶ αἱ ἀρχαὶ ὥστʼ εἶναι τὸ πλατὺ καὶ στενὸν καὶ μακρὸν καὶ βραχύ (εἰ δὲ τοῦτο, ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ τὸ στερεὸν ἐπίπεδον· ἔτι δὲ γωνίαι καὶ σχήματα καὶ τὰ τοιαῦτα πῶς ἀποδοθήσεται;
因为,除非它们的原理也相互伴随,以至于宽和窄也就是长和短,否则它们就会彼此割裂;(但如果如此,平面就会是线,而立体就会是平面;此外,角、图形和此类事物又将如何解释呢?
), ταὐτό τε συμβαίνει τοῖς περὶ τὸν ἀριθμόν· ταῦτα γὰρ πάθη μεγέθους ἐστίν, ἀλλʼ οὐκ ἐκ τούτων τὸ μέγεθος, ὥσπερ οὐδʼ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος οὐδʼ ἐκ λείου καὶ τραχέος τὰ στερεά.
)而且这与关于数所发生的困难相同;因为这些是几何量的属性,但几何量并不由它们构成,正如长度并不由直与弯构成,立体并不由光滑与粗糙构成一样。
—πάντων δὲ κοινὸν τούτων ὅπερ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους συμβαίνει διαπορεῖν, ὅταν τις θῇ τὰ καθόλου, πότερον τὸ ζῷον αὐτὸ ἐν τῷ ζῴῳ ἢ ἕτερον αὐτοῦ ζῴου.
——在所有这些观点中,共同面临的问题就是,当人们设定普遍者时,对于作为属的形式所产生的困惑,即:“动物自体”是在动物之中,还是在动物之外的其他地方。
τοῦτο γὰρ μὴ χωριστοῦ μὲν ὄντος οὐδεμίαν ποιήσει ἀπορίαν· χωριστοῦ δέ, ὥσπερ οἱ ταῦτα λέγοντές φασι, τοῦ ἑνὸς καὶ τῶν ἀριθμῶν οὐ ῥᾴδιον λῦσαι, εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον.
因为如果它不是分离存在的,这不会造成任何困惑;但如果是分离存在的,正如主张这些学说的人所说的一和数那样,那就很难解决——除非应该把“不可能”称为“不轻易”。
ὅταν γὰρ νοῇ τις ἐν τῇ δυάδι τὸ ἓν καὶ ὅλως ἐν ἀριθμῷ, πότερον αὐτὸ νοεῖ τι ἢ ἕτερον;
因为,当有人在二联体中,以及在一般的数中思考“一”时,他思考的是“一自体”还是别的什么呢?
—οἱ μὲν οὖν τὰ μεγέθη γεννῶσιν ἐκ τοιαύτης ὕλης, ἕτεροι δὲ ἐκ τῆς στιγμῆς (ἡ δὲ στιγμὴ αὐτοῖς δοκεῖ εἶναι οὐχ ἓν ἀλλʼ οἷον τὸ ἕν) καὶ ἄλλης ὕλης οἵας τὸ πλῆθος, ἀλλʼ οὐ πλήθους· περὶ ὧν οὐδὲν ἧττον συμβαίνει τὰ αὐτὰ ἀπορεῖν.
——所以,有些人是从此类质料中生成几何量的,而另一些人则是从点(在他们看来,点并非是“一”,而是类似于“一”的东西)和另一种类似于多但又不是多的质料中生成的;关于这些,同样也会发生相同的困难。
εἰ μὲν γὰρ μία ἡ ὕλη, ταὐτὸ γραμμὴ καὶ ἐπίπεδον καὶ στερεόν (ἐκ γὰρ τῶν αὐτῶν τὸ αὐτὸ καὶ ἓν ἔσται)· εἰ δὲ πλείους αἱ ὗλαι καὶ ἑτέρα μὲν γραμμῆς ἑτέρα δὲ τοῦ ἐπιπέδου καὶ ἄλλη τοῦ στερεοῦ, ἤτοι ἀκολουθοῦσιν ἀλλήλαις ἢ οὔ, ὥστε ταὐτὰ συμβήσεται καὶ οὕτως· ἢ γὰρ οὐχ ἕξει τὸ ἐπίπεδον γραμμὴν ἢ ἔσται γραμμή.
因为如果质料是一,那么线、面、立体就会是同一的东西(因为由相同的事物所构成的,也将是相同且合一的东西);但如果质料有多种,且一种属于线,另一种属于面,还有一种属于立体,那么它们要么相互伴随,要么不伴随,从而即使这样也会导致同样的结果;因为平面要么不包含线,要么它本身就是线。
—ἔτι πῶς μὲν ἐνδέχεται εἶναι ἐκ τοῦ ἑνὸς καὶ πλήθους τὸν ἀριθμὸν οὐθὲν ἐπιχειρεῖται· ὅπως δʼ οὖν λέγουσι ταὐτὰ συμβαίνει δυσχερῆ ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς καὶ ἐκ τῆς δυάδος τῆς ἀορίστου.
——此外,数如何可能从“一”和“多”中产生,对此未作任何尝试性的说明;然而不管他们怎么说,都会产生与那些主张数产生于“一”与“无定之二”的人所面临的相同困难。
ὁ μὲν γὰρ ἐκ τοῦ κατηγορουμένου καθόλου γεννᾷ τὸν ἀριθμὸν καὶ οὐ τινὸς πλήθους, ὁ δʼ ἐκ τινὸς πλήθους, τοῦ πρώτου δέ (τὴν γὰρ δυάδα πρῶτόν τι εἶναι πλῆθος), ὥστε διαφέρει οὐθὲν ὡς εἰπεῖν, ἀλλʼ αἱ ἀπορίαι αἱ αὐταὶ ἀκολουθήσουσι, μῖξις ἢ θέσις ἢ κρᾶσις ἢ γένεσις καὶ ὅσα ἄλλα τοιαῦτα.
因为,一者是从被陈述的普遍者而非从某种特定的多中生成数,而另一者则是从某种特定的多,而且是最初的多中生成(因为二联体是最初的多);所以,可以说是毫无区别,同样会伴随着相同的困难:混合、位置、混和、生成以及其他所有此类问题。
μάλιστα δʼ ἄν τις ἐπιζητήσειεν, εἰ μία ἑκάστη μονάς, ἐκ τίνος ἐστίν· οὐ γὰρ δὴ αὐτό γε τὸ ἓν ἑκάστη.
而最值得追问的是,如果每个单位各自是一,它又是从什么中产生的;因为显然每个单位并不是一自体。
ἀνάγκη δὴ ἐκ τοῦ ἑνὸς αὐτοῦ εἶναι καὶ πλήθους ἢ μορίου τοῦ πλήθους.
因此,它必然是由一自体与多,或者由多的部分所构成。
τὸ μὲν οὖν πλῆθός τι εἶναι φάναι τὴν μονάδα ἀδύνατον, ἀδιαίρετόν γʼ οὖσαν· τὸ δʼ ἐκ μορίου ἄλλας ἔχει πολλὰς δυσχερείας· ἀδιαίρετόν τε γὰρ ἕκαστον ἀναγκαῖον εἶναι τῶν μορίων (ἢ πλῆθος εἶναι καὶ τὴν μονάδα διαιρετήν) καὶ μὴ στοιχεῖον εἶναι τὸ ἓν καὶ τὸ πλῆθος (ἡ γὰρ μονὰς ἑκάστη οὐκ ἐκ πλήθους καὶ ἑνός)· ἔτι οὐθὲν ἄλλο ποιεῖ ὁ τοῦτο λέγων ἀλλʼ ἢ ἀριθμὸν ἕτερον· τὸ γὰρ πλῆθος ἀδιαιρέτων ἐστὶν ἀριθμός.
然而,既然单位至少是不可分割的,那么说单位是某种多就是不可能的;而主张它由部分构成则会带来许多其他困难:因为各个部分必须是不可分割的(否则单位就会是多且是可分割的),并且“一”与“多”也就不是元素(因为每个单位并不由“多”和“一”构成);此外,这样说的人无异于制造了另一个数;因为不可分割事物的多就是数。
ἔτι ζητητέον καὶ περὶ τοὺς οὕτω λέγοντας πότερον ἄπειρος ὁ ἀριθμὸς ἢ πεπερασμένος.
此外,对于这样主张的人,还必须探究数是无限的还是有限的。

词汇与语法注释

  1. 1085a4ὅσων μὴ ἔστι μεταξὺ μονάδων — 关系代词 ὅσων 的先行词被省略,随后的属格 μονάδων 受介词/副词 μεταξύ 的支配。整个关系从句意为“在它们之间没有单位的那些事物”。
  2. 1085a18ἀπολελυμένα τε γὰρ ἀλλήλων συμβαίνει — 动词 συμβαίνει 与分词 ἀπολελυμένα 连用,意为“结果它们变为彼此割裂”。条件从句 εἰ μὴ... 支配着结果状语 ὥστε 从句(“以至于宽和窄也就是长和短”)。
  3. 1085a28μὴ χωριστοῦ μὲν ὄντος... χωριστοῦ δέ — 主语(普遍者,或一与数)被省略的、不带名词的属格独立结构。μὴ ὄντος 表示假设条件“如果它不是分离存在的”。
  4. 1085b18τὸ δʼ ἐκ μορίου — 冠词 τό 作名词性用法,指代前文的动词性短语 φάναι τὴν μονάδα εἶναι...(声称单位是……)。在此构成主语:“另一方面,声称[单位]由[多的]部分构成”。

引用这一段

亚里士多德, 形而上学 §13.9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。