Humanitext Reader

亚里士多德 · 形而上学 §13.2#2

数学对象在生成与实体上的先后关系

第 136 段,共 159 段 · 希腊语

内容简介

作者指出存在分离的感官对象和普遍数学对象的荒谬性,论证数学对象在生成上虽先置但在实体上却后置,并指出在定义上先行并不意味着在实体上先行。

§13.2#2εἰ δὲ ταῦτα, καὶ ζῷα ἔσονται, εἴπερ καὶ αἰσθήσεις.
而如果这些存在,那么既然也有感觉,就也将有动物。
ἔτι γράφεται ἔνια καθόλου ὑπὸ τῶν μαθηματικῶν παρὰ ταύτας τὰς οὐσίας.
此外,数学家们还证明了超出这些实体的、关于某些普遍事物的定理。
ἔσται οὖν καὶ αὕτη τις ἄλλη οὐσία μεταξὺ κεχωρισμένη τῶν τʼ ἰδεῶν καὶ τῶν μεταξύ, ἣ οὔτε ἀριθμός ἐστιν οὔτε στιγμαὶ οὔτε μέγεθος οὔτε χρόνος.
因此,在理念与中间者之间,还将存在某种其他的分离实体,它既不是数,也不是点,既不是大小,也不是时间。
εἰ δὲ τοῦτο ἀδύνατον, δῆλον ὅτι κἀκεῖνα ἀδύνατον εἶναι κεχωρισμένα τῶν αἰσθητῶν.
但如果这是不可能的,显而易见,那些东西也不可能与感性事物分离存在。
ὅλως δὲ τοὐναντίον συμβαίνει καὶ τοῦ ἀληθοῦς καὶ τοῦ εἰωθότος ὑπολαμβάνεσθαι, εἴ τις θήσει οὕτως εἶναι τὰ μαθηματικὰ ὡς κεχωρισμένας τινὰς φύσεις.
总的来说,如果有人把数学对象假设为某种分离的本性而存在,那么所发生的将与真理以及通常所认为的完全相反。
ἀνάγκη γὰρ διὰ τὸ μὲν οὕτως εἶναι αὐτὰς προτέρας εἶναι τῶν αἰσθητῶν μεγεθῶν, κατὰ τὸ ἀληθὲς δὲ ὑστέρας· τὸ γὰρ ἀτελὲς μέγεθος γενέσει μὲν πρότερόν ἐστι, τῇ οὐσίᾳ δʼ ὕστερον, οἷον ἄψυχον ἐμψύχου.
因为,由于它们以此种方式存在,必然使其先于感性的图形,但根据事实它们却是后置的;因为不完整的图形在生成上虽是先行的,但在实体上却是后置的,正如无灵魂之物对于有灵魂之物一样。
ἔτι τίνι καὶ πότʼ ἔσται ἓν τὰ μαθηματικὰ μεγέθη;
此外,数学的图形凭借什么、以及在何时成为一体呢?
τὰ μὲν γὰρ ἐνταῦθα ψυχῇ ἢ μέρει ψυχῆς ἢ ἄλλῳ τινί, εὐλόγως (εἰ δὲ μή, πολλά, καὶ διαλύεται), ἐκείνοις δὲ διαιρετοῖς καὶ ποσοῖς οὖσι τί αἴτιον τοῦ ἓν εἶναι καὶ συμμένειν;
因为此处的感性事物凭着灵魂、或灵魂的一部分、或别的什么而成为一体,这是合乎道理的(否则就会变成多数并消解掉);但对于那些是可分的、且是数量的数学对象来说,它们成为一体并维系在一起的原因是什么呢?
ἔτι αἱ γενέσεις δηλοῦσιν.
此外,生成也表明了这一点。
πρῶτον μὲν γὰρ ἐπὶ μῆκος γίγνεται, εἶτα ἐπὶ πλάτος, τελευταῖον δʼ εἰς βάθος, καὶ τέλος ἔσχεν.
因为首先是向长度方向生成,然后是宽度,最后是深度,如此便达到了终点。
εἰ οὖν τὸ τῇ γενέσει ὕστερον τῇ οὐσίᾳ πρότερον, τὸ σῶμα πρότερον ἂν εἴη ἐπιπέδου καὶ μήκους· καὶ ταύτῃ καὶ τέλειον καὶ ὅλον μᾶλλον, ὅτι ἔμψυχον γίγνεται· γραμμὴ δὲ ἔμψυχος ἢ ἐπίπεδον πῶς ἂν εἴη;
所以,如果生成上后置的在实体上是先行的,那么立体就应当先于面和长度;而且在这方面它也更为完整和整体,因为它成为了有生命的;但是,有生命的线或面怎么可能存在呢?
ὑπὲρ γὰρ τὰς αἰσθήσεις τὰς ἡμετέρας ἂν εἴη τὸ ἀξίωμα.
因为这样的假设将超出我们的感觉。
ἔτι τὸ μὲν σῶμα οὐσία τις (ἤδη γὰρ ἔχει πως τὸ τέλειον), αἱ δὲ γραμμαὶ πῶς οὐσίαι;
此外,立体是某种实体(因为它已经以某种方式拥有了完整性),但线怎么会是实体呢?
οὔτε γὰρ ὡς εἶδος καὶ μορφή τις, οἷον εἰ ἄρα ἡ ψυχὴ τοιοῦτον, οὔτε ὡς ἡ ὕλη, οἷον τὸ σῶμα· οὐθὲν γὰρ ἐκ γραμμῶν οὐδʼ ἐπιπέδων οὐδὲ στιγμῶν φαίνεται συνίστασθαι δυνάμενον, εἰ δʼ ἦν οὐσία τις ὑλική, τοῦτʼ ἂν ἐφαίνετο δυνάμενα πάσχειν.
因为它们既不像形相或某种形状(如果灵魂确实是这样的话),也不像质料(如立体那样);因为没有任何东西看来能够由线、面或点组成,而如果它们是某种质料性的实体,它们本应显出能够承受这一点的样子。
τῷ μὲν οὖν λόγῳ ἔστω πρότερα, ἀλλʼ οὐ πάντα ὅσα τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα.
因此,在定义上,且让我们承认它们是先行的,但定然不是所有在定义上先行的都在实体上也是先行的。
τῇ μὲν γὰρ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει, τῷ λόγῳ δὲ ὅσων οἱ λόγοι ἐκ τῶν λόγων· ταῦτα δὲ οὐχ ἅμα ὑπάρχει.
因为,在实体上先行的是那些在分离时在存在上占据优势者,而在定义上先行的是那些其定义由别物的定义构成者;而这两者并不并存。
εἰ γὰρ μὴ ἔστι τὰ πάθη παρὰ τὰς οὐσίας, οἷον κινούμενόν τι ἢ λευκόν, τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκὸν πρότερον κατὰ τὸν λόγον ἀλλʼ οὐ κατὰ τὴν οὐσίαν· οὐ γὰρ ἐνδέχεται εἶναι κεχωρισμένον ἀλλʼ ἀεὶ ἅμα τῷ συνόλῳ ἐστίν (σύνολον δὲ λέγω τὸν ἄνθρωπον τὸν λευκόν), ὥστε φανερὸν ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως πρότερον οὔτε τὸ ἐκ προσθέσεως ὕστερον· ἐκ προσθέσεως γὰρ τῷ λευκῷ ὁ λευκὸς ἄνθρωπος λέγεται.
因为如果属性不能离开实体而存在,例如运动着的东西或白色的东西,那么对于“白人”来说,“白”在定义上是先行的,但在实体上却不是先行的;因为它是无法分离存在的,而是始终与结合体并存(所谓“结合体”,我指的是“白人”),所以显而易见,既非通过抽象而得者是先行的,也非通过附加而得者是后置的;因为“白人”是通过在“白”之上附加而被称为的。
ὅτι μὲν οὖν οὔτε οὐσίαι μᾶλλον τῶν σωμάτων εἰσὶν οὔτε πρότερα τῷ εἶναι τῶν αἰσθητῶν ἀλλὰ τῷ λόγῳ μόνον, οὔτε κεχωρισμένα που εἶναι δυνατόν, εἴρηται ἱκανῶς·
因此,关于它们既非比立体更具实体性,也非在存在上先于感性事物(而仅在定义上先行),且不可能在任何地方分离存在,这些已经得到了充分的说明。
ἐπεὶ δʼ οὐδʼ ἐν τοῖς αἰσθητοῖς ἐνεδέχετο αὐτὰ εἶναι, φανερὸν ὅτι ἢ ὅλως οὐκ ἔστιν ἢ τρόπον τινὰ ἔστι καὶ διὰ τοῦτο οὐχ ἁπλῶς ἔστιν· πολλαχῶς γὰρ τὸ εἶναι λέγομεν.
但既然它们在感性事物中存在也是不可能的,显而易见,要么它们完全不存在,要么它们是以某种方式存在、因而并非绝对地存在;因为“存在”有多种含义。

词汇与语法注释

  1. 1077a9εἴπερ καὶ αἰσθήσεις — 在由 εἴπερ(既然)引导的从句中,主句的动词 ἔσονται(将存在)被省略以避免重复。此处应理解为 εἴπερ καὶ αἰσθήσεις [ἔσονται](既然感觉也将存在)。
  2. 1077b2-3τῇ μὲν γὰρ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει, τῷ λόγῳ δὲ ὅσων οἱ λόγοι ἐκ τῶν λόγων — 在对比的后半部分,省略了诸如 σύγκεινται(构成)之类的动词。结构应理解为 ὅσων οἱ λόγοι [σύγκεινται] ἐκ τῶν [ἐκείνων] λόγων(其定义是由[其他事物的]定义构成的那些事物)。
  3. 1077b9-11οὔτε τὸ ἐξ ἀφαιρέσεως πρότερον οὔτε τὸ ἐκ προσθέσεως ὕστερον — 中性冠词 τὸ 所修饰的名词或不定式(如 εἶναι 或 πρᾶγμα)以及系动词被省略。它构成了一个名词化的主谓结构:“既非通过抽象而得者是先行的,也非通过附加而得者是后置的[在实体上]”。

引用这一段

亚里士多德, 形而上学 §13.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。