Humanitext Reader

亚里士多德 · 形而上学 §13.2#1

数学对象内在与分离存在的荒谬性

第 135 段,共 159 段 · 希腊语

内容简介

作者指出,无论假设数学对象存在于感性事物之中,还是与之分离存在,都会导致荒谬和矛盾(如几何元素的无限倍增以及天文学中存在分离运动天体的困难),从而反驳了这些存在方式。

§13.2#1ὅτι μὲν τοίνυν ἔν γε τοῖς αἰσθητοῖς ἀδύνατον εἶναι καὶ ἅμα πλασματίας ὁ λόγος, εἴρηται μὲν καὶ ἐν τοῖς διαπορήμασιν ὅτι δύο ἅμα στερεὰ εἶναι ἀδύνατον, ἔτι δὲ καὶ ὅτι τοῦ αὐτοῦ λόγου καὶ τὰς ἄλλας δυνάμεις καὶ φύσεις ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ μηδεμίαν κεχωρισμένην·
因此,它们至少在感性事物中存在是不可能的,而且这种论点不过是虚构,这在疑难中已经说明,即两个立体不可能同时存在于同一地方,此外,根据同一论点,其他的力量和本性也将存在于感性事物之中,且没有任何一个是分离的。
—ταῦτα μὲν οὖν εἴρηται πρότερον, ἀλλὰ πρὸς τούτοις φανερὸν ὅτι ἀδύνατον διαιρεθῆναι ὁτιοῦν σῶμα· κατʼ ἐπίπεδον γὰρ διαιρεθήσεται, καὶ τοῦτο κατὰ γραμμὴν καὶ αὕτη κατὰ στιγμήν, ὥστʼ εἰ τὴν στιγμὴν διελεῖν ἀδύνατον, καὶ τὴν γραμμήν, εἰ δὲ ταύτην, καὶ τἆλλα.
――这些在先前已经说过了,但除此以外,显而易见,任何物体都不可能被分割;因为物体将沿着面被分割,面沿着线,线沿着点,所以如果分割点是不可能的,那么分割线也是不可能的,而如果线是不可能的,其余的也是如此。
τί οὖν διαφέρει ἢ ταύτας εἶναι τοιαύτας φύσεις, ἢ αὐτὰς μὲν μή, εἶναι δʼ ἐν αὐταῖς τοιαύτας φύσεις;
那么,究竟是这些本性作为如此这般的事物存在,还是它们自身不是、但在感性事物中存在着这样的本性,这有什么区别呢?
τὸ αὐτὸ γὰρ συμβήσεται· διαιρουμένων γὰρ τῶν αἰσθητῶν διαιρεθήσονται, ἢ οὐδὲ αἱ αἰσθηταί.
因为同样的结果将会发生:因为当感性事物被分割时,它们也将被分割,否则连感性事物也不会被分割。
ἀλλὰ μὴν οὐδὲ κεχωρισμένας γʼ εἶναι φύσεις τοιαύτας δυνατόν.
但是,这类本性也同样不可能分离存在。
εἰ γὰρ ἔσται στερεὰ παρὰ τὰ αἰσθητὰ κεχωρισμένα τούτων ἕτερα καὶ πρότερα τῶν αἰσθητῶν, δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα ἕτερα ἀναγκαῖον εἶναι ἐπίπεδα κεχωρισμένα καὶ στιγμὰς καὶ γραμμάς (τοῦ γὰρ αὐτοῦ λόγου)· εἰ δὲ ταῦτα, πάλιν παρὰ τὰ τοῦ στερεοῦ τοῦ μαθηματικοῦ ἐπίπεδα καὶ γραμμὰς καὶ στιγμὰς ἕτερα κεχωρισμένα (πρότερα γὰρ τῶν συγκειμένων ἐστὶ τὰ ἀσύνθετα· καὶ εἴπερ τῶν αἰσθητῶν πρότερα σώματα μὴ αἰσθητά, τῷ αὐτῷ λόγῳ καὶ τῶν ἐπιπέδων τῶν ἐν τοῖς ἀκινήτοις στερεοῖς τὰ αὐτὰ καθʼ αὑτά, ὥστε ἕτερα ταῦτα ἐπίπεδα καὶ γραμμαὶ τῶν ἅμα τοῖς στερεοῖς τοῖς κεχωρισμένοις· τὰ μὲν γὰρ ἅμα τοῖς μαθηματικοῖς στερεοῖς τὰ δὲ πρότερα τῶν μαθηματικῶν στερεῶν).
因为如果除了感性立体之外,还要有与它们分离且先于它们的其他立体,那么显而易见,除了面之外,也必然存在其他分离的面、点和线(因为基于同一道理);而如果这些存在,那么在数学立体的面、线和点之外,又将有其他分离的面、线和点(因为非复合者先于复合者;如果先于感性物体存在着非感性物体,那么根据同一道理,先于不动立体中的面的,是那些面自身,因此这些面和线不同于与那些分离立体并存的面和线;因为一类是与数学立体并存的,另一类则是先于数学立体的)。
πάλιν τοίνυν τούτων τῶν ἐπιπέδων ἔσονται γραμμαί, ὧν πρότερον δεήσει ἑτέρας γραμμὰς καὶ στιγμὰς εἶναι διὰ τὸν αὐτὸν λόγον· καὶ τούτων τῶν ἐκ ταῖς προτέραις γραμμαῖς ἑτέρας προτέρας στιγμάς, ὧν οὐκέτι πρότεραι ἕτεραι.
再次,因此,在这些面中将会有线,根据同一道理,在这些线之前必然有其他的线和点;而在那些先行的线中的点之前,又必然有其他更先行的点,而在这之上就再没有其他更先行的了。
ἄτοπός τε δὴ γίγνεται ἡ σώρευσις (συμβαίνει γὰρ στερεὰ μὲν μοναχὰ παρὰ τὰ αἰσθητά, ἐπίπεδα δὲ τριττὰ παρὰ τὰ αἰσθητά—τά τε παρὰ τὰ αἰσθητὰ καὶ τὰ ἐν τοῖς μαθηματικοῖς στερεοῖς καὶ τὰ παρὰ τὰ ἐν τούτοις—γραμμαὶ δὲ τετραξαί, στιγμαὶ δὲ πενταξαί·
于是,这种堆叠就变得荒谬了;因为除了感性物体之外,立体只有一种,而除了感性的面之外,面却有三种(除了感性的面之外的面、在数学立体中的面、以及先于这些之中的面),线有四种,点有五种。
ὥστε περὶ ποῖα αἱ ἐπιστῆμαι ἔσονται αἱ μαθηματικαὶ τούτων;
那么,数学科学将是关于其中哪一些的呢?
οὐ γὰρ δὴ περὶ τὰ ἐν τῷ στερεῷ τῷ ἀκινήτῳ ἐπίπεδα καὶ γραμμὰς καὶ στιγμάς· ἀεὶ γὰρ περὶ τὰ πρότερα ἡ ἐπιστήμη)·
因为绝不是关于不动立体中的面、线和点的;因为科学总是关于更先行者的。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ἀριθμῶν· παρʼ ἑκάστας γὰρ τὰς στιγμὰς ἕτεραι ἔσονται μονάδες, καὶ παρʼ ἕκαστα τὰ ὄντα, τὰ αἰσθητά, εἶτα τὰ νοητά, ὥστʼ ἔσται γένη τῶν μαθηματικῶν ἀριθμῶν.
同一道理也适用于数;因为对于每一个点,都将有其他的单位,而对于每一个存在物,首先是感性事物,其次是理智事物,也将是如此,从而会有数学上的数的族类。
ἔτι ἅπερ καὶ ἐν τοῖς ἀπορήμασιν ἐπήλθομεν πῶς ἐνδέχεται λύειν;
此外,我们在疑难中所探讨过的那些问题,又如何能够解决呢?
περὶ ἃ γὰρ ἡ ἀστρολογία ἐστίν, ὁμοίως ἔσται παρὰ τὰ αἰσθητὰ καὶ περὶ ἃ ἡ γεωμετρία·
因为天文学所关涉的对象,将与几何学所关涉的对象一样,存在于感性事物之外。
εἶναι δʼ οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ πῶς δυνατόν, ἢ ἄλλο ὁτιοῦν ἔχον κίνησιν;
但是,一个天体及其部分,或者其他任何具有运动的东西,怎么可能分离地存在呢?
ὁμοίως δὲ καὶ τὰ ὀπτικὰ καὶ τὰ ἁρμονικά· ἔσται γὰρ φωνή τε καὶ ὄψις παρὰ τὰ αἰσθητὰ καὶ τὰ καθʼ ἕκαστα, ὥστε δῆλον ὅτι καὶ αἱ ἄλλαι αἰσθήσεις καὶ τὰ ἄλλα αἰσθητά· τί γὰρ μᾶλλον τάδε ἢ τάδε;
同样,光学和和声学也是如此;因为除了感性和个别的事物之外,还将存在声音和视觉,因此显而易见,其他的感官和其他的感性事物也将同样存在;因为凭什么这些会比那些更如此呢?

词汇与语法注释

  1. 1076bτί οὖν διαφέρει ἢ ταύτας εἶναι τοιαύτας φύσεις, ἢ αὐτὰς μὲν μή, εἶναι δʼ ἐν αὐταῖς τοιαύτας φύσεις; — 意为“这些作为如此这般的本性存在,还是它们自身并非如此、但在其之中存在着这样的本性,这有什么区别呢?”。短语 `αὐτὰς μὲν μή` 通过补充 `αὐτὰς μὲν [μὴ εἶναι τοιαύτας φύσεις]` 来理解。关于主句中的代词,`ταύτας`(阴性复数宾格)指代数学本性,而 `αὐτὰ` 和 `αὐταῖς`(皆为阴性复数)指代感性实体(αἰσθηταὶ οὐσίαι)。
  2. 1076bτῷ αὐτῷ λόγῳ καὶ τῶν ἐπιπέδων τῶν ἐν τοῖς ἀκινήτοις στερεοῖς τὰ αὐτὰ καθʼ αὑτά — 承接前文以 `εἴπερ...` 引导的条件从句(“如果先于感性物体存在着非感性物体”)的条件结果句。由 `τῷ αὐτῷ λόγῳ`(根据同一道理)引导,省略了主动词(或类似 `πρότερα εἶναι` 的不定式短语)。其逻辑结构为:“(将先于)不动立体中的面的,是那些面自身”。短语 `τὰ αὐτὰ καθʼ αὑτά` 指的是从立体中进一步分离而独立存在的面。
  3. 1076bσυμβαίνει γὰρ στερεὰ μὲν μοναχὰ παρὰ τὰ αἰσθητά — 具体解释了在假设存在分离的数学对象时,所导致的本体论层级的荒谬倍增(虚假的堆叠)。基于非复合的简单者(ἀσύνθετα)在本性上先于复合者(συγκείμενα)的前设,揭示了从立体(1种)走向面(3种:感性之外的、数学立体中的、先于这两者的)、线(4种)、点(5种)时,随着向要素拆解而层级不断多重化的荒谬性。

引用这一段

亚里士多德, 形而上学 §13.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。