§12.10#2Ἀναξαγόρας δὲ ὡς κινοῦν τὸ ἀγαθὸν ἀρχήν· ὁ γὰρ νοῦς κινεῖ.
亚纳萨哥拉则把善作为动因的原理;因为理智在运动。
ἀλλὰ κινεῖ ἕνεκά τινος, ὥστε ἕτερον, πλὴν ὡς ἡμεῖς λέγομεν· ἡ γὰρ ἰατρική ἐστί πως ἡ ὑγίεια.
但它是为了某种目的而运动的,因此[目的]是另一物,除非像我们所说的那样;因为医术在某种意义上就是健康。
ἄτοπον δὲ καὶ τὸ ἐναντίον μὴ ποιῆσαι τῷ ἀγαθῷ καὶ τῷ νῷ.
此外,不为善和理智设置相反者也是荒谬的。
πάντες δʼ οἱ τἀναντία λέγοντες οὐ χρῶνται τοῖς ἐναντίοις, ἐὰν μὴ ῥυθμίσῃ τις.
而所有主张相反者的人,如果不加整理,就无法真正使用这些相反者。
καὶ διὰ τί τὰ μὲν φθαρτὰ τὰ δʼ ἄφθαρτα, οὐδεὶς λέγει· πάντα γὰρ τὰ ὄντα ποιοῦσιν ἐκ τῶν αὐτῶν ἀρχῶν.
而且,为什么有些东西是可毁灭的,而另一些是不可毁灭的,没有人说明;因为他们是用同样的原理来创造一切存在物的。
ἔτι οἱ μὲν ἐκ τοῦ μὴ ὄντος ποιοῦσι τὰ ὄντα· οἱ δʼ ἵνα μὴ τοῦτο ἀναγκασθῶσιν, ἓν πάντα ποιοῦσιν.
此外,有人从非存在中创造存在物,而另一些人为了不被逼入这一境地,则把万物设为一。
—ἔτι διὰ τί ἀεὶ ἔσται γένεσις καὶ τί αἴτιον γενέσεως, οὐδεὶς λέγει.
——此外,为什么总会有生成,以及生成的因是什么,没有人说明。
καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν ἄλλην ἀνάγκη ἀρχὴν κυριωτέραν εἶναι, καὶ τοῖς τὰ εἴδη ἔτι ἄλλη ἀρχὴ κυριωτέρα· διὰ τί γὰρ μετέσχεν ἢ μετέχει;
而且对于那些设立两个原理的人来说,必然存在另一个更主导的原理;而对于那些设立形相的人来说,还有另一个更主导的原理:因为,[事物]为什么曾分有、或正在分有[它们]呢?
καὶ τοῖς μὲν ἄλλοις ἀνάγκη τῇ σοφίᾳ καὶ τῇ τιμιωτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον, ἡμῖν δʼ οὔ.
此外,对其他人来说,智慧即最尊贵的知识必然有某种相反者,而对我们来说则不然。
οὐ γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ οὐδέν· πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει, καὶ δυνάμει ταῦτα ἔστιν· ἡ δὲ ἐναντία ἄγνοια εἰς τὸ ἐναντίον, τῷ δὲ πρώτῳ ἐναντίον οὐδέν.
因为第一原理没有任何相反者;因为所有相反者都含有质料,且它们是潜在地存在的;而相反的无知则导向其相反面,但对于第一原理而言,没有什么与之相反。
εἴ τε μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις καὶ γένεσις καὶ τὰ οὐράνια, ἀλλʼ ἀεὶ τῆς ἀρχῆς ἀρχή, ὥσπερ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς πᾶσιν.
如果除了感性事物之外没有其他东西,那么就不会有原理、秩序、生成和天体,而只会一直有原理的原理,正如所有的神学家和自然哲学家那样。
εἰ δʼ ἔσται τὰ εἴδη· ἢ οἱ ἀριθμοί, οὐδενὸς αἴτια· εἰ δὲ μή, οὔτι κινήσεώς γε.
而如果形相或数存在,它们将不是任何事物的因;即使它们是,至少也不是运动的因。
ἔτι πῶς ἔσται ἐξ ἀμεγεθῶν μέγεθος καὶ συνεχές;
此外,大小和连续物如何能从没有大小的东西中产生?
ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές, οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος.
因为数并不能制造出连续物,无论是作为动因还是作为形相。
ἀλλὰ μὴν οὐδέν γʼ ἔσται τῶν ἐναντίων ὅπερ καὶ ποιητικὸν καὶ κινητικόν; ἐνδέχοιτο γὰρ ἂν μὴ εἶναι.
然而,相反者中绝对没有哪个既具有生成性又具有运动性;因为它是可能不存在的。
ἀλλὰ μὴν ὕστερόν γε τὸ ποιεῖν δυνάμεως.
而且,作用确实是后于潜能的。
οὐκ ἄρα ἀΐδια τὰ ὄντα.
因此,存在物便不是永恒的。
ἀλλʼ ἔστιν· ἀναιρετέον ἄρα τούτων τι.
但它们确实是;所以,这些说法中必须否定某一个。
τοῦτο δʼ εἴρηται πῶς.
而这如何解决,已经说明过了。
ἔτι τίνι οἱ ἀριθμοὶ ἓν ἢ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ ὅλως τὸ εἶδος καὶ τὸ πρᾶγμα, οὐδὲν λέγει οὐδείς· οὐδʼ ἐνδέχεται εἰπεῖν, ἐὰν μὴ ὡς ἡμεῖς εἴπῃ, ὡς τὸ κινοῦν ποιεῖ.
此外,由于什么,数是一,或者灵魂和身体是一,以及总体而言形相和事物是一,没有人说明任何东西;而且,除非像我们那样说,是动因使之如此,否则也是不可能说明的。
οἱ δὲ λέγοντες τὸν ἀριθμὸν πρῶτον τὸν μαθηματικὸν καὶ οὕτως ἀεὶ ἄλλην ἐχομένην οὐσίαν καὶ ἀρχὰς ἑκάστης ἄλλας, ἐπεισοδιώδη τὴν τοῦ παντὸς οὐσίαν ποιοῦσιν (οὐδὲν γὰρ ἡ ἑτέρα τῇ ἑτέρᾳ συμβάλλεται οὖσα ἢ μὴ οὖσα) καὶ ἀρχὰς πολλάς·
而那些主张数学上的数是第一性的,从而总是使一个实体紧接着另一个实体,并为每一个实体设立不同的原理的人,则把宇宙的实体变得像一出插科打诨的连环剧(因为一个实体是否存在对另一个实体毫无贡献),并制造了许多原理。
τὰ δὲ ὄντα οὐ βούλεται πολιτεύεσθαι κακῶς.
但存在物并不愿意被恶劣地治理。
"οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω.
“多头政治非善事,唯愿独裁归一人。
"
”