§12.10#1ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει ἡ τοῦ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, πότερον κεχωρισμένον τι καὶ αὐτὸ καθʼ αὑτό, ἢ τὴν τάξιν. ἢ ἀμφοτέρως ὥσπερ στράτευμα;
我们还必须考察,宇宙的自然是在何种意义上包含着善和最善的:是作为一个分离的、独立存在的东西,还是作为其秩序,或者是以这两种方式,如同一个军队?
καὶ γὰρ ἐν τῇ τάξει τὸ εὖ καὶ ὁ στρατηγός, καὶ μᾶλλον οὗτος· οὐ γὰρ οὗτος διὰ τὴν τάξιν ἀλλʼ ἐκείνη διὰ τοῦτόν ἐστιν.
因为军队的善好既存在于其秩序中,也存在于其将军中,且更主要地存在于后者中;因为将军并不因秩序而存在,相反,秩序因将军而存在。
πάντα δὲ συντέτακταί πως, ἀλλʼ οὐχ ὁμοίως, καὶ πλωτὰ καὶ πτηνὰ καὶ φυτά· καὶ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρῳ πρὸς θάτερον μηδέν, ἀλλʼ ἔστι τι.
所有事物都以某种方式共同处于秩序之中,但并非以同样的方式,无论是游泳的、飞行的还是植物;而且事物并不是处于彼此之间毫无关联的状态,而是有某种关联的。
πρὸς μὲν γὰρ ἓν ἅπαντα συντέτακται, ἀλλʼ ὥσπερ ἐν οἰκίᾳ τοῖς ἐλευθέροις ἥκιστα ἔξεστιν ὅ τι ἔτυχε ποιεῖν, ἀλλὰ πάντα ἢ τὰ πλεῖστα τέτακται, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις μικρὸν τὸ εἰς τὸ κοινόν, τὸ δὲ πολὺ ὅ τι ἔτυχεν· τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστίν.
因为所有事物都是朝着一个目标共同处于秩序之中的,这正像在一个家庭中,自由人最少能随心所欲地行动,而是所有或绝大多数事务都被秩序化了,相反,奴隶和野兽对共同事务的贡献很少,而绝大时候都是随心所欲地行动;因为他们各自的本性作为原理就是这样的。
λέγω δʼ οἷον εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, καὶ ἄλλα οὕτως ἔστιν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον.
我的意思是,例如,所有事物至少都必然走向分解,并且还有其他类似的事情,所有事物都以此共同参与到整体中。
—ὅσα δὲ ἀδύνατα συμβαίνει ἢ ἄτοπα τοῖς ἄλλως λέγουσι, καὶ ποῖα οἱ χαριεστέρως λέγοντες, καὶ ἐπὶ ποίων ἐλάχισται ἀπορίαι, δεῖ μὴ λανθάνειν.
另一方面,对于那些以其他方式解释的人会产生多少不可能或荒谬的后果,以及那些说得更巧妙的人持有什么样的观点,以及在哪些观点中困难最少,我们绝不能忽视。
πάντες γὰρ ἐξ ἐναντίων ποιοῦσι πάντα.
因为所有人都用相反者来创造万物。
οὔτε δὲ τὸ πάντα οὔτε τὸ ἐξ ἐναντίων ὀρθῶς, οὔτʼ ἐν ὅσοις τὰ ἐναντία ὑπάρχει, πῶς ἐκ τῶν ἐναντίων ἔσται, οὐ λέγουσιν· ἀπαθῆ γὰρ τὰ ἐναντία ὑπʼ ἀλλήλων.
然而,无论是“万物”还是“由相反者”都是不对的;他们也没有说明在存在相反者的地方,事物如何会从相反者中产生;因为相反者彼此之间是不能被作用的。
ἡμῖν δὲ λύεται τοῦτο εὐλόγως τῷ τρίτον τι εἶναι.
但是对我们来说,由于存在第三种东西,这个问题得到了合理的解决。
οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, ὥσπερ οἱ τὸ ἄνισον τῷ ἴσῳ ἢ τῷ ἑνὶ τὰ πολλά.
而其他人则把相反者中的一方作为质料,正如那些把不等作为等、把多作为一的质料的人一样。
λύεται δὲ καὶ τοῦτο τὸν αὐτὸν τρόπον· ἡ γὰρ ὕλη ἡ μία οὐδενὶ ἐναντίον.
但这同样以相同的方式解决;因为单一的质料并不与任何东西相反。
ἔτι ἅπαντα τοῦ φαύλου μεθέξει ἔξω τοῦ ἑνός· τὸ γὰρ κακὸν αὐτὸ θάτερον τῶν στοιχείων.
此外,除了“一”之外,万物都将分有恶;因为恶本身就是两个元素中的一方。
οἱ δʼ ἄλλοι οὐδʼ ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακόν· καίτοι ἐν ἅπασι μάλιστα τὸ ἀγαθὸν ἀρχή.
其他思想家甚至不把善和恶作为原理;然而在一切事物中,善作为原理是最主要的。
οἱ δὲ τοῦτο μὲν ὀρθῶς ὅτι ἀρχήν, ἀλλὰ πῶς τὸ ἀγαθὸν ἀρχὴ οὐ λέγουσιν, πότερον ὡς τέλος ἢ ὡς κινῆσαν ἢ ὡς εἶδος.
还有些人,他们虽然正确地认为善是一个原理,但他们没有说明善如何是原理,是作为目的,还是作为动因,还是作为形相。
ἀτόπως δὲ καὶ Ἐμπεδοκλῆς· τὴν γὰρ φιλίαν ποιεῖ τὸ ἀγαθόν, αὕτη δʼ ἀρχὴ καὶ ὡς κινοῦσα (συνάγει γάρ) καὶ ὡς ὕλη· μόριον γὰρ τοῦ μίγματος.
恩培多克勒的说法也很荒谬;因为他把“爱”作为善,但这不仅作为动因(因为它结合事物),而且作为质料也是一个原理,因为它是混合物的一个部分。
εἰ δὴ καὶ τῷ αὐτῷ συμβέβηκεν καὶ ὡς ὕλῃ ἀρχῇ εἶναι καὶ ὡς κινοῦντι, ἀλλὰ τό γʼ εἶναι οὐ ταὐτό.
然而,即使同一事物同时兼有作为质料和作为动因的原理,但它们的本质毕竟是不相同的。
κατὰ πότερον οὖν φιλία;
那么,爱是在哪一种意义上作为原理的呢?
ἄτοπον δὲ καὶ τὸ ἄφθαρτον εἶναι τὸ νεῖκος· τοῦτο δʼ ἐστὶν αὐτῷ ἡ τοῦ κακοῦ φύσις.
同样荒谬的是,“争斗”是不可磨灭的;而这对他来说正是恶的本性。