Humanitext Reader

亚里士多德 · 形而上学 §10.8

种的差异与同属内的相反对立

第 107 段,共 159 段 · 希腊语

内容简介

本文论述了在物种上不同的事物必须属于同一个属,且其差异必须是一种相反对立,阐明了属与种的关系以及相反对立在物种区分中的作用。

§10.8τὸ δʼ ἕτερον τῷ εἴδει τινὸς τὶ ἕτερόν ἐστι, καὶ δεῖ τοῦτο ἀμφοῖν ὑπάρχειν· οἷον εἰ ζῷον ἕτερον τῷ εἴδει, ἄμφω ζῷα.
在物种上不同的事物是在某个方面与某物不同的,且这[作为不同点的事物]必须属于两者;例如,如果动物在物种上不同,那么两者都是动物。
ἀνάγκη ἄρα ἐν γένει τῷ αὐτῷ εἶναι τὰ ἕτερα τῷ εἴδει·
因此,在物种上不同的事物必须处于同一个属中。
τὸ γὰρ τοιοῦτο γένος καλῶ ὃ ἄμφω ἓν ταὐτὸ λέγεται, μὴ κατὰ συμβεβηκὸς ἔχον διαφοράν, εἴτε ὡς ὕλη ὂν εἴτε ἄλλως.
因为我把这样一种东西称为属,它对两者都被说是同一个且相同的,而非偶然地具有差异,无论它是作为质料存在还是以其他方式。
οὐ μόνον γὰρ δεῖ τὸ κοινὸν ὑπάρχειν, οἷον ἄμφω ζῷα, ἀλλὰ καὶ ἕτερον ἑκατέρῳ τοῦτο αὐτὸ τὸ ζῷον, οἷον τὸ μὲν ἵππον τὸ δὲ ἄνθρωπον, διὸ τοῦτο τὸ κοινὸν ἕτερον ἀλλήλων ἐστὶ τῷ εἴδει.
因为不仅共同的东西必须存在(例如两者都是动物),而且这个“动物”本身对于两者中的每一个也必须是不同的(例如一者是马,另一者是人);因此这一共同的东西在物种上是互不相同的。
ἔσται δὴ καθʼ αὑτὰ τὸ μὲν τοιονδὶ ζῷον τὸ δὲ τοιονδί, οἷον τὸ μὲν ἵππος τὸ δʼ ἄνθρωπος.
确实,它在自身上将是这种动物和那种动物(例如一者是马,另一者是人)。
ἀνάγκη ἄρα τὴν διαφορὰν ταύτην ἑτερότητα τοῦ γένους εἶναι.
因此,这种差异必须是属的异属性。
λέγω γὰρ γένους διαφορὰν ἑτερότητα ἣ ἕτερον ποιεῖ τοῦτο αὐτό.
因为我所说的属的差异,是指使这相同事物变得不同的异属性。
ἐναντίωσις τοίνυν ἔσται αὕτη (δῆλον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς)· πάντα γὰρ διαιρεῖται τοῖς ἀντικειμένοις, καὶ ὅτι τὰ ἐναντία ἐν ταὐτῷ γένει, δέδεικται· ἡ γὰρ ἐναντιότης ἦν διαφορὰ τελεία, ἡ δὲ διαφορὰ ἡ εἴδει πᾶσα τινὸς τί, ὥστε τοῦτο τὸ αὐτό τε καὶ γένος ἐπʼ ἀμφοῖν (διὸ καὶ ἐν τῇ αὐτῇ συστοιχίᾳ πάντα τὰ ἐναντία τῆς κατηγορίας ὅσα εἴδει διάφορα καὶ μὴ γένει, ἕτερά τε ἀλλήλων μάλιστα—τελεία γὰρ ἡ διαφορά—καὶ ἅμα ἀλλήλοις οὐ γίγνεται).
那么,这将是一种相反对立(这从归纳中也是显而易见地);因为所有事物都由对立者来划分,而且相反者在同一个属中也已经得到了证明;因为相反对立是完全的差异,而在物种上的每种差异都是某物在某方面的差异,因此这相同的东西对两者都适用(因此,在范畴的同一系列中,凡是在物种上不同而不在属上不同的所有相反者,彼此之间是最不相同的——因为其差异是完全的——并且它们不能彼此同时存在)。
ἡ ἄρα διαφορὰ ἐναντίωσίς ἐστιν.
因此,差异就是相反对立。
τοῦτο ἄρα ἐστὶ τὸ ἑτέροις εἶναι τῷ εἴδει, τὸ ἐν ταὐτῷ γένει ὄντα ἐναντίωσιν ἔχειν ἄτομα ὄντα (ταὐτὰ δὲ τῷ εἴδει ὅσα μὴ ἔχει ἐναντίωσιν ἄτομα ὄντα)· ἐν γὰρ τῇ διαιρέσει καὶ ἐν τοῖς μεταξὺ γίγνονται ἐναντιώσεις πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν·
这就是在物种上不同的含义:在同一个属中,作为不可分割者而具有相反对立(而在物种上相同的事物,是那些作为不可分割者而不具有相反对立的事物);因为在划分和中间物中,在到达不可分割者之前就会产生相反对立。
ὥστε φανερὸν ὅτι πρὸς τὸ καλούμενον γένος οὔτε ταὐτὸν οὔτε ἕτερον τῷ εἴδει οὐθέν ἐστι τῶν ὡς γένους εἰδῶν (προσηκόντως· ἡ γὰρ ὕλη ἀποφάσει δηλοῦται, τὸ δὲ γένος ὕλη οὗ λέγεται γένος—μὴ ὡς τὸ τῶν Ἡρακλειδῶν ἀλλʼ ὡς τὸ ἐν τῇ φύσει), οὐδὲ πρὸς τὰ μὴ ἐν ταὐτῷ γένει, ἀλλὰ διοίσει τῷ γένει ἐκείνων, εἴδει δὲ τῶν ἐν ταὐτῷ γένει.
因此,显而易见,对于所谓的属而言,作为该属之物种的任何事物在物种上既不是相同的,也不是不同的(这是理所当然的;因为质料是通过否定来表示的,而属是它被称为属之物的质料——不是像赫拉克勒斯后裔那样的氏族意义,而是像自然中的那种质料),对于不在同一个属中的事物也是如此,它将与那些事物在属上不同,而与在同一个属中的事物在物种上不同。
ἐναντίωσιν γὰρ ἀνάγκη εἶναι τὴν διαφορὰν οὗ διαφέρει εἴδει· αὕτη δὲ ὑπάρχει τοῖς ἐν ταὐτῷ γένει οὖσι μόνοις.
因为对于它在物种上不同的事物,其差异必须是相反对立;而这仅属于处于同一个属中的事物。

词汇与语法注释

  1. ¦35¦τινὸς τὶ ἕτερόν ἐστι — 不定代词的中性单数宾格 `τὶ` 起副词性宾格的作用,意为“在某方面”或“在某种程度上”,而属格 `τινὸς` 则表示与具有比较意义的形容词 `ἕτερον` 相比较的对象(“与某物不同”)。
  2. ¦8¦ἣ ἕτερον ποιεῖ τοῦτο αὐτό — 指示代词 `τοῦτο αὐτό`(这本身)指的是前文属格 `γένους`(属)的指代对象,即“属本身”。因此,其含义是“通过物种上的差异使属本身变得不同的异属性”。
  3. ¦27¦τὴν διαφορὰν οὗ διαφέρει εἴδει — 属格关系代词 `οὗ` 是动词 `διαφέρει`(不同)所要求的比较属格(“与此不同”),其先行词在语境中是“某物”。在此不定式分句中,宾格 `τὴν διαφορὰν`(差异)是主语,而 `ἐναντίωσιν`(相反对立)是表语。

引用这一段

亚里士多德, 形而上学 §10.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。