Humanitext Reader

亚里士多德 · 形而上学 §10.7

中间物的同属特征及其由相反者的构成

第 106 段,共 159 段 · 希腊语

内容简介

论证了中间物必须与其处于两端的相反者属于同一属,并且最终是由这些相反者及其原初差异所构成的。

§10.7ἐπεὶ δὲ τῶν ἐναντίων ἐνδέχεται εἶναί τι μεταξὺ καὶ ἐνίων ἔστιν, ἀνάγκη ἐκ τῶν ἐναντίων εἶναι τὰ μεταξύ.
由于在相反者之间可能存在某种中间物,且在某些情况下确实存在,那么中间物必须由这些相反者所构成。
πάντα γὰρ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γένει ἐστὶ καὶ ὧν ἐστὶ μεταξύ.
因为所有中间物都与其作为中间物所针对的事物属于同一属。
μεταξὺ μὲν γὰρ ταῦτα λέγομεν εἰς ὅσα μεταβάλλειν ἀνάγκη πρότερον τὸ μεταβάλλον (οἷον ἀπὸ τῆς ὑπάτης ἐπὶ τὴν νήτην εἰ μεταβαίνοι τῷ ὀλιγίστῳ, ἥξει πρότερον εἰς τοὺς μεταξὺ φθόγγους, καὶ ἐν χρώμασιν εἰ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, πρότερον ἥξει εἰς τὸ φοινικοῦν καὶ φαιὸν ἢ εἰς τὸ μέλαν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων)· μεταβάλλειν δʼ ἐξ ἄλλου γένους εἰς ἄλλο γένος οὐκ ἔστιν ἀλλʼ ἢ κατὰ συμβεβηκός, οἷον ἐκ χρώματος εἰς σχῆμα.
因为我们把那些变化着的事物在到达极端之前必须先变化到的事物称为中间物(例如,如果有人以最小的间隔从最低音过渡到最高音,他将先到达中间的音符;在颜色中,如果有人从白色过渡到黑色,他将先到达猩红色和灰色,然后才到黑色;在其他情况下也是如此);但是,除了偶然的情况(例如从颜色到形状)之外,不可能从一个属变化到另一个属。
ἀνάγκη ἄρα τὰ μεταξὺ καὶ αὑτοῖς καὶ ὧν μεταξύ εἰσιν ἐν τῷ αὐτῷ γένει εἶναι.
因此,中间物必须在它们自身之间以及与它们作为中间物所针对的事物在同一个属中。
ἀλλὰ μὴν πάντα γε τὰ μεταξύ ἐστιν ἀντικειμένων τινῶν· ἐκ τούτων γὰρ μόνων καθʼ αὑτὰ ἔστι μεταβάλλειν (διὸ ἀδύνατον εἶναι μεταξὺ μὴ ἀντικειμένων· εἴη γὰρ ἂν μεταβολὴ καὶ μὴ ἐξ ἀντικειμένων).
然而,所有的中间物都处于某些对立者之间;...因为只有从这些对立者出发,事物自身才可能发生变化(这就是为什么在非对立者之间不可能有中间物;因为否则的话,甚至从非对立者也会发生变化)。
τῶν δʼ ἀντικειμένων ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ (τοῦτο γάρ ἐστιν ἀντίφασις, ἀντίθεσις ἧς ὁτῳοῦν θάτερον μόριον πάρεστιν, οὐκ ἐχούσης οὐθὲν μεταξύ), τῶν δὲ λοιπῶν τὰ μὲν πρός τι τὰ δὲ στέρησις τὰ δὲ ἐναντία ἐστίν.
在对立者中,矛盾是没有中间物的(因为这就是矛盾:矛盾是一种对立,其两个部分中的任何一个都必然存在于任何事物中,没有任何中间物);但在其余的对立中,有些是关系者,有些是缺失,有些则是相反者。
τῶν δὲ πρός τι ὅσα μὴ ἐναντία, οὐκ ἔχει μεταξύ· αἴτιον δʼ ὅτι οὐκ ἐν τῷ αὐτῷ γένει ἐστίν.
而在关系者中,那些非相反者的关系者是没有中间物的;其原因在于它们不属于同一个属。
τί γὰρ ἐπιστήμης καὶ ἐπιστητοῦ μεταξύ;
因为在知识和已知者之间有什么中间物呢?
ἀλλὰ μεγάλου καὶ μικροῦ.
但在大和小之间是有的。
εἰ δʼ ἐστὶν ἐν ταὐτῷ γένει τὰ μεταξύ, ὥσπερ δέδεικται, καὶ μεταξὺ ἐναντίων, ἀνάγκη αὐτὰ συγκεῖσθαι ἐκ τούτων τῶν ἐναντίων.
但是,如果中间物如已表明的那样处于同一个属中,并且处于相反者之间,那么它们必须由这些相反者所构成。
ἢ γὰρ ἔσται τι γένος αὐτῶν ἢ οὐθέν.
因为它们要么有某个属,要么没有。
καὶ εἰ μὲν γένος ἔσται οὕτως ὥστʼ εἶναι πρότερόν τι τῶν ἐναντίων, αἱ διαφοραὶ πρότεραι ἐναντίαι ἔσονται αἱ ποιήσουσαι τὰ ἐναντία εἴδη ὡς γένους· ἐκ γὰρ τοῦ γένους καὶ τῶν διαφορῶν τὰ εἴδη (οἷον εἰ τὸ λευκὸν καὶ μέλαν ἐναντία, ἔστι δὲ τὸ μὲν διακριτικὸν χρῶμα τὸ δὲ συγκριτικὸν χρῶμα, αὗται αἱ διαφοραί, τὸ διακριτικὸν καὶ συγκριτικόν, πρότεραι· ὥστε ταῦτα ἐναντία ἀλλήλοις πρότερα).
一方面,如果有一个属,以至于它是先于相反者的某种东西,那么产生属之相反物种的那些先前的差异就将是相反者;因为物种是由属和差异产生的(例如,如果白色和黑色是相反者,且一者是扩散色,另一者是收缩色,那么这些差异—— 扩散和收缩——就是先前的;因此这些是彼此先前的相反者)。
ἀλλὰ μὴν τά γε ἐναντίως διαφέροντα μᾶλλον ἐναντίἀ· καὶ τὰ λοιπὰ καὶ τὰ μεταξὺ ἐκ τοῦ γένους ἔσται καὶ τῶν διαφορῶν (οἷον ὅσα χρώματα τοῦ λευκοῦ καὶ μέλανός ἐστι μεταξύ, ταῦτα δεῖ ἔκ τε τοῦ γένους λέγεσθαι —ἔστι δὲ γένος τὸ χρῶμα—καὶ ἐκ διαφορῶν τινῶν· αὗται δὲ οὐκ ἔσονται τὰ πρῶτα ἐναντία· εἰ δὲ μή, ἔσται ἕκαστον ἢ λευκὸν ἢ μέλαν· ἕτεραι ἄρα· μεταξὺ ἄρα τῶν πρώτων ἐναντίων αὗται ἔσονται, αἱ πρῶται δὲ διαφοραὶ τὸ διακριτικὸν καὶ συγκριτικόν)· ὥστε ταῦτα πρῶτα ζητητέον ὅσα ἐναντία μὴ ἐν γένει, ἐκ τίνος τὰ μεταξὺ αὐτῶν (ἀνάγκη γὰρ τὰ ἐν τῷ αὐτῷ γένει ἐκ τῶν ἀσυνθέτων τῷ γένει συγκεῖσθαι ἢ ἀσύνθετα εἶναι).
然而,以相反方式不同的事物在更大程度上是相反者;而其余的事物和中间物将由属和差异构成(例如,凡是处于白色和黑色之间的颜色,这些必须被说成是由属 ——且该属是颜色——和某些差异构成的;但这些差异不会是最初的相反者;否则,每个中间物要么是白色要么是黑色;因此它们是其他的差异;因此这些差异将处于最初的相反者之间,而最初的差异是扩散和收缩);因此,我们必须首先研究那些不在同一个属中的相反者,它们之间的中间物是由什么构成的(...因为在同一个属中的事物,要么必须由该属中的非复合元素构成,要么它们自身就是非复合的)。
τὰ μὲν οὖν ἐναντία ἀσύνθετα ἐξ ἀλλήλων, ὥστε ἀρχαί· τὰ δὲ μεταξὺ ἢ πάντα ἢ οὐθέν.
因此,相反者不是由彼此构成的,所以它们是原理;而中间物要么全部是复合的,要么没有一个是复合的。
ἐκ δὲ τῶν ἐναντίων γίγνεταί τι, ὥστʼ ἔσται μεταβολὴ εἰς τοῦτο πρὶν ἢ εἰς αὐτά· ἑκατέρου γὰρ καὶ ἧττον ἔσται καὶ μᾶλλον.
但有某种东西是从相反者中产生的,因此在变化到相反者自身之前,会先变化到这种东西;因为对于相反者中的每一个,它都会既少一些又多一些。
μεταξὺ ἄρα ἔσται καὶ τοῦτο τῶν ἐναντίων.
因此,这也将是处于相反者之间的中间物。
καὶ τἆλλα ἄρα πάντα σύνθετα τὰ μεταξύ· τὸ γὰρ τοῦ μὲν μᾶλλον τοῦ δʼ ἧττον σύνθετόν πως ἐξ ἐκείνων ὧν λέγεται εἶναι τοῦ μὲν μᾶλλον τοῦ δʼ ἧττον.
因此,所有其他的中间物也是复合的;因为对一者多一些而对另一者少一些的东西,在某种意义上就是由那些它被说成是对其一者多一些而对另一者少一些的东西所复合而成的。
ἐπεὶ δʼ οὐκ ἔστιν ἕτερα πρότερα ὁμογενῆ τῶν ἐναντίων, ἅπαντʼ ἂν ἐκ τῶν ἐναντίων εἴη τὰ μεταξύ, ὥστε καὶ τὰ κάτω πάντα, καὶ τἀναντία καὶ τὰ μεταξύ, ἐκ τῶν πρώτων ἐναντίων ἔσονται.
而且,由于没有其他与相反者同属且先于相反者的东西,所有的中间物都必须由相反者所构成;因此所有处于下位的事物,无论是相反者还是中间物,都将由最初的相反者构成。
ὅτι μὲν οὖν τὰ μεταξὺ ἔν τε ταὐτῷ γένει πάντα καὶ μεταξὺ ἐναντίων καὶ σύγκειται ἐκ τῶν ἐναντίων πάντα, δῆλον.
因此,显然,所有的中间物都处于同一个属中,且处于相反者之间,并且全部是由相反者构成的。

词汇与语法注释

  1. 1057aτῷ ὀλιγίστῳ — “以最小的 [间隔/步骤]”。表示方式、手段或程度的与格。此处省略了如 `διάστημα`(间隔)或 `βῆμα`(步骤)之类的名词。它意味着从最低音到最高音的过渡是通过采取尽可能最小的步骤连续进行的。
  2. 1057bεἰ δὲ μή, ἔσται ἕκαστον ἢ λευκὸν ἢ μέλαν — “否则,每个 [中间物] 要么是白色要么是黑色”。由 `εἰ δὲ μή`(否则)引导的条件句的归结句。此处的主语 `ἕκαστον`(每个)在上下文里含蓄地指代 `τῶν μεταξύ`(中间物)。如果中间的差异就是最初的相反差异本身(扩散和收缩),那么由它们所界定的中间物就会与两极端(白色或黑色)重合,这在逻辑上是不合理的。
  3. 1057bὥστε ταῦτα πρῶτα ζητητέον ὅσα ἐναντία μὴ ἐν γένει, ἐκ τίνος τὰ μεταξὺ αὐτῶν — 以动形容词 `ζητητέον`(必须研究)作为谓语的非人称句。代词 `ταῦτα`(这些)起着先导宾语的作用,预示了关系从句 `ὅσα ἐναντία μὴ ἐν γένει`(凡是不在一个属中的相反者)或间接疑问句 `ἐκ τίνος...`(它们之间的中间物是由什么构成的)。此处的“不在一个属中”指的是其上方没有更高属的原初相反者。

引用这一段

亚里士多德, 形而上学 §10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。