Humanitext Reader

亚里士多德 · 形而上学 §10.5

相等与大小的对立及其中介性

第 104 段,共 159 段 · 希腊语

内容简介

基于一个事物仅有一个相反者的原则,本节考察了一与多、以及相等与大和小之间的对立,并论证了“相等”是作为两者的“缺失性否定”而处于中间对立状态。

§10.5ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, καὶ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ.
既然一个事物仅有一个相反者,人们可能会产生疑问:一与多,以及相等与大和小是如何对立的。
εἰ γὰρ τὸ πότερον ἀεὶ ἐν ἀντιθέσει λέγομεν, οἷον πότερον λευκὸν ἢ μέλαν, καὶ πότερον λευκὸν ἢ οὐ λευκόν (πότερον δὲ ἄνθρωπος ἢ λευκὸν οὐ λέγομεν, ἐὰν μὴ ἐξ ὑποθέσεως καὶ ζητοῦντες οἷον πότερον ἦλθε Κλέων ἢ Σωκράτης—ἀλλʼ οὐκ ἀνάγκη ἐν οὐδενὶ γένει τοῦτο·
因为,如果我们总是把“两者中的哪一个”置于对立中来表述,例如“白还是黑”,“白还是非白”(但我们不说“人还是白”,除非在某种假设下并进行探究时,例如“来的是克里昂还是苏格拉底?
ἀλλὰ καὶ τοῦτο ἐκεῖθεν ἐλήλυθεν· τὰ γὰρ ἀντικείμενα μόνα οὐκ ἐνδέχεται ἅμα ὑπάρχειν, ᾧ καὶ ἐνταῦθα χρῆται ἐν τῷ πότερος ἦλθεν· εἰ γὰρ ἅμα ἐνεδέχετο, γελοῖον τὸ ἐρώτημα· εἰ δέ, καὶ οὕτως ὁμοίως ἐμπίπτει εἰς ἀντίθεσιν, εἰς τὸ ἓν ἢ πολλά, οἷον πότερον ἀμφότεροι ἦλθον ἢ ἅτερος)·
”——但这在任何类中都不是必然的;然而,即使这种问法也是从那里衍生出来的:因为只有对立的事物才不可能同时存在,而这在这里“来的是哪一个”的提问中也被使用了;因为如果他们能够同时存在,这个提问就是荒谬的;但如果不能,即使这样,它也同样落入对立之中,即一与多的对立,例如“是两个人都来了还是其中一个人来了?
—εἰ δὴ ἐν τοῖς ἀντικειμένοις ἀεὶ τοῦ ποτέρου ἡ ζήτησις, λέγεται δὲ πότερον μεῖζον ἢ ἔλαττον ἢ ἴσον, τίς ἐστιν ἡ ἀντίθεσις πρὸς ταῦτα τοῦ ἴσου;
”)—— 如果,在对立事物中总是存在关于“两者中哪一个”的探求,而我们说“是更大、更小还是相等”,那么相等对于这些事物的对立是什么呢?
οὔτε γὰρ θατέρῳ μόνῳ ἐναντίον οὔτʼ ἀμφοῖν· τί γὰρ μᾶλλον τῷ μείζονι ἢ τῷ ἐλάττονι;
因为它既不单独与其中之一相反,也不与两者都相反;因为为什么与大相反更甚于与小相反呢?
ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον, ὥστε πλείοσιν ἔσται ἢ ἑνί.
此外,相等与不等相反,因此它将与多个事物相反。
εἰ δὲ τὸ ἄνισον σημαίνει τὸ αὐτὸ ἅμα ἀμφοῖν, εἴη μὲν ἂν ἀντικείμενον ἀμφοῖν (καὶ ἡ ἀπορία βοηθεῖ τοῖς φάσκουσι τὸ ἄνισον δυάδα εἶναι), ἀλλὰ συμβαίνει ἓν δυοῖν ἐναντίον· ὅπερ ἀδύνατον.
但如果“不等”同时对两者表示相同的意思,那么它就会对立于两者(这一疑难也有助于那些声称不等是“双者”的人),但结果却是一个事物与两个事物相反,而这是不可能的。
ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται μεγάλου καὶ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐδεμία οὔτε φαίνεται οὔτε ἐκ τοῦ ὁρισμοῦ δυνατόν· οὐ γὰρ ἂν εἴη τελεία μεταξύ τινος οὖσα, ἀλλὰ μᾶλλον ἔχει ἀεὶ ἑαυτῆς τι μεταξύ.
此外,相等显现为在大与小之间,但相反之间没有任何中间物,这在显现上和定义上都是不可能的;因为如果相反是介于某物之间的,它就不是完全的,而是在自身之间总是拥有某种中间物。
λείπεται δὴ ἢ ὡς ἀπόφασιν ἀντικεῖσθαι ἢ ὡς στέρησιν.
因此,剩下的只有要么作为否定对立,要么作为缺失对立。
θατέρου μὲν δὴ οὐκ ἐνδέχεται (τί γὰρ μᾶλλον τοῦ μεγάλου ἢ μικροῦ;
而它显然不可能仅与其中一方对立(因为为什么与大对立更甚于与小呢?
)· ἀμφοῖν ἄρα ἀπόφασις στερητική, διὸ καὶ πρὸς ἀμφότερα τὸ πότερον λέγεται, πρὸς δὲ θάτερον οὔ (οἷον πότερον μεῖζον ἢ ἴσον, ἢ πότερον ἴσον ἢ ἔλαττον), ἀλλʼ ἀεὶ τρία.
);因此,它是对两者的缺失性否定,这就是为什么“两者中的哪一个”是针对两者而言的,而不是针对其中一方(例如“是更大还是相等”,或者“是相等还是更小”),而是始终有三者。
οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσον ὃ μὴ μεῖζον ἢ ἔλαττον, ἀλλʼ ἐν οἷς πέφυκεν ἐκεῖνα.
但它并不必然是缺失;因为并非所有既不更大也不更小的事物都是相等的,而仅是在那些本性上能接受它们的事物中才如此。
—ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, πεφυκὸς δὲ ἢ μέγα ἢ μικρὸν εἶναι· καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική, διὸ καὶ μεταξύ ἐστιν.
——因此,相等就是既不显大也不显小,但本性上能为大或为小者;它作为缺失性否定对立于两者,因而也是中间物。
καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν ἀντίκειται ἀμφοῖν, ἀλλʼ ἀνώνυμον· πολλαχῶς γὰρ λέγεται ἑκάτερον καὶ οὐκ ἔστιν ἓν τὸ δεκτικόν, ἀλλὰ μᾶλλον τὸ μήτε λευκὸν μήτε μέλαν.
同样,既非善也非恶者也对立于两者,但它是无名的;因为这两者中的每一个都有多种表述,且其接受体不是一个,而更确切地说,如既非白也非黑者。
ἓν δὲ οὐδὲ τοῦτο λέγεται, ἀλλʼ ὡρισμένα πως ἐφʼ ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις αὕτη· ἀνάγκη γὰρ ἢ φαιὸν ἢ ὠχρὸν εἶναι ἢ τοιοῦτόν τι ἄλλο.
但即使这一个也不被称为单一之物,而是这一否定在其上被缺失性地表述的事物在某种程度上是被限定的;因为这必然是灰色的、浅黄色的或类似的其他颜色。
ὥστε οὐκ ὀρθῶς ἐπιτιμῶσιν οἱ νομίζοντες ὁμοίως λέγεσθαι πάντα, ὥστε ἔσεσθαι ὑποδήματος καὶ χειρὸς μεταξὺ τὸ μήτε ὑπόδημα μήτε χεῖρα, ἔπειπερ καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς πάντων ἐσομένου τινὸς μεταξύ.
因此,那些认为所有事物都以同样方式表述的人的难诘是不正确的,他们以为既然既非善也非恶者是善与恶的中间物,那么在鞋子和手之间也将存在着既非鞋子也非手的中间物,仿佛一切事物之间都会有某种中间物似的。
οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν.
然而,产生这种情况并不是必然的。
ἡ μὲν γὰρ ἀντικειμένων συναπόφασίς ἐστιν ὧν ἔστι μεταξύ τι καὶ διάστημά τι πέφυκεν εἶναι· τῶν δʼ οὐκ ἔστι διαφορά· ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις, ὥστʼ οὐχ ἓν τὸ ὑποκείμενον.
因为对立面的共同否定是针对那些本性上在其间存在某种中间物和某种距离的事物而言的;但对于那些事物则不存在相异;因为那些被共同否定的事物处于不同的类中,其结果是主体并不是一个。

词汇与语法注释

  1. 1055b30ἀπορήσειεν ἄν τις — 伴有小词 ἄν 的希求语气,表示潜在的可能性,译为“人们可能会产生疑问”或“某人可能会提出疑难”。
  2. 1056a2εἰ δέ — 对应于前文虚拟条件句 `εἰ μὲν ...`(“如果它们能同时存在,这个问题就是荒谬的”)的省略表达,等同于 `εἰ δὲ μή`(“但如果不能同时存在”)。
  3. 1056a17ἀπόφασις στερητική — 指“缺失性否定”,这不仅是单纯的否定(ἀπόφασις),而是指在原本能够接受该属性的主体(接受体)中,该属性处于缺席状态。
  4. 1056a31οὐκ ὀρθῶς ἐπιτιμῶσιν οἱ νομίζοντες — 主语是带有关系从句的 `οἱ νομίζοντες`(那些认为……的人),谓语动词是 `ἐπιτιμῶσιν`(指责、难诘),意为“那些认为……的人的指责是不正确的”。
  5. 1056a35συναπόφασις — 由 `σύν`(共同)与 `ἀπόφασις`(否定)构成的复合词,意为“共同否定”或“联合否定”(既非……也非……)。

引用这一段

亚里士多德, 形而上学 §10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。