Humanitext Reader

亚里士多德 · 形而上学 §1.9#2

对范型论与理念数论的批判反驳

第 15 段,共 159 段 · 希腊语

内容简介

亚里士多德指出了将意念视为手本的说法的矛盾(如重叠和不可分离性),并系统地驳斥了将形相视为数的毕达哥拉斯-柏拉图式数论的内在矛盾,包括单位同质性与异质性的难题以及它们与几何对象之间的层级关系。

§1.9#2ἐνδέχεταί τε καὶ εἶναι καὶ γίγνεσθαι ὅμοιον ὁτιοῦν καὶ μὴ εἰκαζόμενον πρὸς ἐκεῖνο, ὥστε καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος γένοιτʼ ἂν οἷος Σωκράτης·
而且,任何事物在没有仿照那种原型的情况下,既可能存在也可能生成,因此,无论苏格拉底存在还是不存在,都可能生成一个像苏格拉底那样的人;显然,即使苏格拉底是永恒的,情况也是一样。
ὁμοίως δὲ δῆλον ὅτι κἂν εἰ ἦν ὁ Σωκράτης ἀΐδιος. ἔσται τε πλείω παραδείγματα τοῦ αὐτοῦ, ὥστε καὶ εἴδη, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ δίπουν, ἅμα δὲ καὶ τὸ αὐτοάνθρωπος.
此外,对于同一事物将有多个手本,因而也将有多个形相;例如,对于“人”来说,既有“动物”和“双足的”,同时也有“人自身”。
ἔτι οὐ μόνον τῶν αἰσθητῶν παραδείγματα τὰ εἴδη ἀλλὰ καὶ αὐτῶν, οἷον τὸ γένος, ὡς γένος εἰδῶν· ὥστε τὸ αὐτὸ ἔσται παράδειγμα καὶ εἰκών.
此外,形相不仅是感觉事物的手本,也是形相自身的手本,例如作为形相之属的“属”;因此,同一事物将既是手本又是摹本。
ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν;
此外,实体与作为其实体的东西相分离似乎是不可能的;那么,意念既然是事物的实体,又怎么能跟事物分离而存在呢?
ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγεται, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν·
然而在《斐多篇》中却是这样说的:形相既是存在的原因,又是生成的原因。
καίτοι τῶν εἰδῶν ὄντων ὅμως οὐ γίγνεται τὰ μετέχοντα ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φαμεν εἴδη εἶναι·
然而,尽管形相存在,但如果没有致动者,分有它们的东西仍不会生成;而且许多其他事物(例如房屋和戒指)会生成,但我们并不认为这些事物有形相。
ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ τἆλλα καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν.
因此,显然其他事物也可以通过与刚才提到的事物相同的原因而存在并生成。
—ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται;
——此外,如果形相是数,它们将如何成为原因?
πότερον ὅτι ἕτεροι ἀριθμοί εἰσι τὰ ὄντα, οἷον ὁδὶ μὲν ὁ ἀριθμὸς ἄνθρωπος ὁδὶ δὲ Σωκράτης ὁδὶ δὲ Καλλίας;
是因为存在的事物是另外一些数吗,例如这一个数是人,这一个是苏格拉底,而这一个是卡利亚斯?
τί οὖν ἐκεῖνοι τούτοις αἴτιοί εἰσιν;
那么,前者又是由于什么成为后者的原因呢?
οὐδὲ γὰρ εἰ οἱ μὲν ἀΐδιοι οἱ δὲ μή, οὐδὲν διοίσει.
因为即使前者是永恒的而后者不是,也没有任何区别。
εἰ δʼ ὅτι λόγοι ἀριθμῶν τἀνταῦθα, οἷον ἡ συμφωνία, δῆλον ὅτι ἐστὶν ἕν γέ τι ὧν εἰσὶ λόγοι.
但如果是因为这里的事物是数的比率(例如协和音),那么显然存在着某种它们作为其比率的单一事物。
εἰ δή τι τοῦτο, ἡ ὕλη, φανερὸν ὅτι καὶ αὐτοὶ οἱ ἀριθμοὶ λόγοι τινὲς ἔσονται ἑτέρου πρὸς ἕτερον.
如果这是某种东西,即质料,那么显然数自身也将会是某物对另一物的某种比率。
λέγω δʼ οἷον, εἰ ἔστιν ὁ Καλλίας λόγος ἐν ἀριθμοῖς πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος, καὶ ἄλλων τινῶν ὑποκειμένων ἔσται καὶ ἡ ἰδέα ἀριθμός· καὶ αὐτοάνθρωπος, εἴτʼ ἀριθμός τις ὢν εἴτε μή, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινῶν καὶ οὐκ ἀριθμός, οὐδʼ ἔσται τις διὰ ταῦτα ἀριθμός.
我的意思是,例如,如果卡利亚斯是火、土、水、空气以及其他某些基质在数上的比率,那么他的意念也将会是这些基质的数;而“人自身”,无论它是否是某种数,都仍然会是某些事物在数上的比率而不是一个数,也不会因为这些原因而成为任何一种数。
ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίγνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς;
此外,从多个数中产生一个数,但从多个形相中又如何产生一个形相呢?
εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλʼ ἐκ τῶν ἐν τῷ ἀριθμῷ, οἷον ἐν τῇ μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες;
如果不是由它们自身产生,而是由数中的单位(例如在一万中)产生,那么这些单位又是怎样的呢?
εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μήτε αὐταὶ ἀλλήλαις μήτε αἱ ἄλλαι πᾶσαι πάσαις·
因为如果它们是同类的,就会产生许多荒谬的结论;如果它们不是同类的,那么不仅同一个数内部的单位互不相同,所有其他的单位也互不相同。
τίνι γὰρ διοίσουσιν ἀπαθεῖς οὖσαι;
因为既然它们是不受外界作用的,它们又凭什么彼此相异呢?
οὔτε γὰρ εὔλογα ταῦτα οὔτε ὁμολογούμενα τῇ νοήσει.
这些观点既不合情理,也不符合思维。
ἔτι δʼ ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν περὶ ὃ ἡ ἀριθμητική, καὶ πάντα τὰ μεταξὺ λεγόμενα ὑπό τινων, ἃ πῶς ἢ ἐκ τίνων ἐστὶν ἀρχῶν;
此外,我们还必须确立另一类数,即算术所讨论的数,以及被某些人称为“中间物”的所有事物;这些事物如何存在,或者由什么原理构成?
ἢ διὰ τί μεταξὺ τῶν δεῦρό τʼ ἔσται καὶ αὐτῶν;
或者,它们为什么会处于这里的事物和那些事物之间呢?
ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος προτέρας δυάδος· καίτοι ἀδύνατον.
此外,“二”中的两个单位,每一个都必然来自某个在先的“二”;然而这是不可能的。
ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος;
此外,合起来把握的数为什么是一个整体?
ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι, ἐχρῆν οὕτω λέγειν ὥσπερ καὶ ὅσοι τὰ στοιχεῖα τέτταρα ἢ δύο λέγουσιν· καὶ γὰρ τούτων ἕκαστος οὐ τὸ κοινὸν λέγει στοιχεῖον, οἷον τὸ σῶμα, ἀλλὰ πῦρ καὶ γῆν, εἴτʼ ἔστι τι κοινόν, τὸ σῶμα, εἴτε μή.
除了上述所说之外,如果单位是相异的,那么他们的说法就应当像那些主张四大元素或双元素的人一样;因为这些人中每一个所说的都不是共同的元素,例如“物体”,而是说“火”和“土”,不论是否存在着某种共同的东西,即物体。
νῦν δὲ λέγεται ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς·
但现在,人们把“一”当作好像是火或水那样同质的东西来谈论;如果是这样,数就不会是实体。
εἰ δʼ οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί, ἀλλὰ δῆλον ὅτι, εἴπερ ἐστί τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν· ἄλλως γὰρ ἀδύνατον.
但是显然,如果存在着一个“一自身”且这是原理,那么“一”就有多种含义;因为否则就是不可能的。
—βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν ἐκ βραχέος καὶ μακροῦ, ἔκ τινος μικροῦ καὶ μεγάλου, καὶ ἐπίπεδον ἐκ πλατέος καὶ στενοῦ, σῶμα δʼ ἐκ βαθέος καὶ ταπεινοῦ.
——为了把实体归结为原理,我们把长度设为由“短与长”、由某种“小与大”所构成,把平面设为由“宽与窄”构成,而把立体设为由“深与浅”构成。
καίτοι πῶς ἕξει ἢ τὸ ἐπίπεδον γραμμὴν ἢ τὸ στερεὸν γραμμὴν καὶ ἐπίπεδον;
然而,平面怎么能含有线,或者立体怎么能含有线和平面呢?
ἄλλο γὰρ γένος τὸ πλατὺ καὶ στενὸν καὶ βαθὺ καὶ ταπεινόν·
因为宽和窄,以及深和浅,是另外的族类。
ὥσπερ οὖν οὐδʼ ἀριθμὸς ὑπάρχει ἐν αὐτοῖς, ὅτι τὸ πολὺ καὶ ὀλίγον ἕτερον τούτων, δῆλον ὅτι οὐδʼ ἄλλο οὐθὲν τῶν ἄνω ὑπάρξει τοῖς κάτω.
因此,正如数也不存在于它们之中一样(因为“多与少”跟这些不同),显然,任何在上的事物也都不存在于在下的事物之中。

词汇与语法注释

  1. 991a24ὄντος Σωκράτους καὶ μὴ ὄντος — 此属格独立结构表示条件或让步(“无论苏格拉底存在还是不存在”),用以论证感觉事物的存在可以独立于作为手本的意念的存在。
  2. 991b12οἱ μὲν ἀΐδιοι οἱ δὲ μή — 指示代名词 `οἱ μὲν... οἱ δὲ` 指代前文提到的两种数:`οἱ μὲν` 指代永恒的数(作为形相的数),`οἱ δὲ` 指代可消灭的数(对应于此世事物的数)。
  3. 991b24μήτε αὐταὶ ἀλλήλαις μήτε αἱ ἄλλαι πᾶσαι πάσαις — 此处解释了单位非同类( `μὴ ὁμοειδεῖς` )时的困境。 `αὐταὶ ἀλλήλαις` 指“(同一数内的单位)彼此(不同类)”,而 `αἱ ἄλλαι πᾶσαι πάσαις` 指“(某一数内的所有单位)与(另一数内的)所有(单位彼此不同类)”。
  4. 992a17τῶν ἄνω ὑπάρξει τοῖς κάτω — 这指出了被批判学说中的存在层级性。此处指出 `τῶν ἄνω`(在上者,即逻辑上在先且更普遍的事物,如数)无法存在于或属于 `τοῖς κάτω`(在下者,即派生的、较低级的事物,如线、面、立体)的难点。

引用这一段

亚里士多德, 形而上学 §1.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。