§1.9#1περὶ μὲν οὖν τῶν Πυθαγορείων ἀφείσθω τὰ νῦν (ἱκανὸν γὰρ αὐτῶν ἅψασθαι τοσοῦτον)·
关于毕达哥拉斯学派的讨论,且让我们在目前作罢(因为对他们进行如此程度的探讨已经足够了)。
οἱ δὲ τὰς ἰδέας αἰτίας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τωνδὶ τῶν ὄντων λαβεῖν τὰς αἰτίας ἕτερα τούτοις ἴσα τὸν ἀριθμὸν ἐκόμισαν, ὥσπερ εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων οἴοιτο μὴ δυνήσεσθαι, πλείω δὲ ποιήσας ἀριθμοίη (σχεδὸν γὰρ ἴσα—ἢ οὐκ ἐλάττω—ἐστὶ τὰ εἴδη τούτοις περὶ ὧν ζητοῦντες τὰς αἰτίας ἐκ τούτων ἐπʼ ἐκεῖνα προῆλθον· καθʼ ἕκαστον γὰρ ὁμώνυμόν τι ἔστι καὶ παρὰ τὰς οὐσίας, τῶν τε ἄλλων ἔστιν ἓν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις)·
另一方面,那些将意念(形相)设为原因的人,首先为了寻求把握这些存在事物的因,引入了在数量上与这些事物相等的另一些东西,这就好像有人想要计数,却以为在事物较少时无法计数,于是在使它们变多之后再进行计数一样。 因为形相在数量上几乎等于——或不少于——那些事物,为了寻求它们的原因,人们才从这些事物走到了那些形相;因为对于每种事物,除了其实体之外,都有一个同名的东西存在,而在其他范畴的事物中,也有在一个多之上的一,不论是在这些事物中,还是在永恒的事物中。
ἔτι δὲ καθʼ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη, κατʼ οὐθένα φαίνεται τούτων· ἐξ ἐνίων μὲν γὰρ οὐκ ἀνάγκη γίγνεσθαι συλλογισμόν, ἐξ ἐνίων δὲ καὶ οὐχ ὧν οἰόμεθα τούτων εἴδη γίγνεται.
此外,根据我们用以证明形相存在的任何一种方式,它们都未能得到显明的论证;因为从其中一些论证中,并不能得出必然的推论,而从另一些论证中,甚至会产生我们认为并不存在形相之物的形相。
κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπιστῆμαι εἰσί, καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων, κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἔστιν.
因为根据出于诸科学的论证,凡是有科学存在的事物都会有形相;而根据“多之上的一”以及否定式的论证,甚至否定物也会有形相;根据对消灭之物的某种思考,也会有可消灭之物的形相;因为存在着这些消灭之物的某种心像。
ἔτι δὲ οἱ ἀκριβέστεροι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθʼ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν.
此外,在那些更为严密的论证中,一些论证制造了关系物的意念,而我们认为关系物本身并不构成一个独立的族类;另一些论证则引出了“第三个人”。
ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι ἃ μᾶλλον εἶναι βουλόμεθα τοῦ τὰς ἰδέας εἶναι· συμβαίνει γὰρ μὴ εἶναι τὴν δυάδα πρώτην ἀλλὰ τὸν ἀριθμόν, καὶ τὸ πρός τι τοῦ καθʼ αὑτό, καὶ πάνθʼ ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς.
总的来说,关于形相的论证取消了我们所希望其存在胜过意念存在的那些事物;因为这会导致 “二”不是最初的,而“数”才是最初的,以及关系物先于自本体,以及所有那些某些人因遵循关于意念的观点而与基本原理相违背的事物。
—ἔτι κατὰ μὲν τὴν ὑπόληψιν καθʼ ἣν εἶναί φαμεν τὰς ἰδέας οὐ μόνον τῶν οὐσιῶν ἔσται εἴδη ἀλλὰ πολλῶν καὶ ἑτέρων (καὶ γὰρ τὸ νόημα ἓν οὐ μόνον περὶ τὰς οὐσίας ἀλλὰ καὶ κατὰ τῶν ἄλλων ἐστί, καὶ ἐπιστῆμαι οὐ μόνον τῆς οὐσίας εἰσὶν ἀλλὰ καὶ ἑτέρων, καὶ ἄλλα δὲ μυρία συμβαίνει τοιαῦτα)·
——此外,根据我们宣称意念存在的那种设定,不仅会有实体的形相,而且也会有许多其他事物的形相(因为概念的一不仅存在于实体上,也存在于其他事物上,而且诸科学不仅关于实体而存在,也关于其他事物而存在,此外还会产生无数此类情况)。
κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας τὰς περὶ αὐτῶν, εἰ ἔστι μεθεκτὰ τὰ εἴδη, τῶν οὐσιῶν ἀναγκαῖον ἰδέας εἶναι μόνον.
然而,根据必然性以及关于它们的观点,如果形相是可分有的,那么必然只有实体的意念存在。
οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν ᾗ μὴ καθʼ ὑποκειμένου λέγεται (λέγω δʼ οἷον, εἴ τι αὐτοδιπλασίου μετέχει, τοῦτο καὶ ἀϊδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ διπλασίῳ ἀϊδίῳ εἶναι), ὥστʼ ἔσται οὐσία τὰ εἴδη· ταὐτὰ δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ·
因为它们不是偶然地被分有,而是每个事物必须在其不被用作关于基质的表述的意义上分有它们(我的意思是,例如,如果某物分有了“二倍自身”,它也就分有了“永恒”,但这是偶然的;因为对“二倍”来说,永恒是偶然的),因此,形相将会是实体;而同样的话在此处和在彼处都指代实体。
ἢ τί ἔσται τὸ εἶναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν;
否则,在这些事物之外存在的、那“多之上的一”又将是什么?
καὶ εἰ μὲν ταὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινόν (τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν πολλῶν μὲν ἀϊδίων δέ, τὸ δυὰς ἓν καὶ ταὐτόν, ἢ ἐπί τʼ αὐτῆς καὶ τῆς τινός;
如果意念与分有它们的那些事物的形相是同一的,那么就会存在某种共同的东西(因为,对于可消灭的“二”以及那些虽多却是永恒的“二”来说,“二”是一个且是同一的,比起在“二自身”与“某个二”之间,又有什么不同呢?
)·
)。
εἰ δὲ μὴ τὸ αὐτὸ εἶδος, ὁμώνυμα ἂν εἴη, καὶ ὅμοιον ὥσπερ ἂν εἴ τις καλοῖ ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν.
但如果形相不同,它们就只是同名异义,这就像有人将卡利亚斯和一块木头都称为“人”,却没有注意到它们之间有任何共同之处一样。
—πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις τί ποτε συμβάλλεται τὰ εἴδη τοῖς ἀϊδίοις τῶν αἰσθητῶν ἢ τοῖς γιγνομένοις καὶ φθειρομένοις· οὔτε γὰρ κινήσεως οὔτε μεταβολῆς οὐδεμιᾶς ἐστὶν αἴτια αὐτοῖς.
——然而,在所有的问题中,人们最感到困惑的,莫过于形相究竟对感觉事物中的永恒者,或者对那些生成和消灭者有什么贡献;因为形相对它们来说不是任何运动或变化的因。
ἀλλὰ μὴν οὔτε πρὸς τὴν ἐπιστήμην οὐθὲν βοηθεῖ τὴν τῶν ἄλλων (οὐδὲ γὰρ οὐσία ἐκεῖνα τούτων· ἐν τούτοις γὰρ ἂν ἦν), οὔτε εἰς τὸ εἶναι, μὴ ἐνυπάρχοντά γε τοῖς μετέχουσιν·
而且,形相对其他事物的科学也毫无帮助(因为形相不是它们的实体,否则形相就会存在于它们之中),也对它们的生存毫无帮助,因为形相并不存在于分有它们的事物中。
οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια δόξειεν εἶναι ὡς τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, ἀλλʼ οὗτος μὲν ὁ λόγος λίαν εὐκίνητος, ὃν Ἀναξαγόρας μὲν πρῶτος Εὔδοξος δʼ ὕστερον καὶ ἄλλοι τινὲς ἔλεγον (ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν)·
因为,如果以这种方式存在,它们或许会被认为是原因,就像白色混入白色物中一样,但这派学说极易被推翻,它是阿那克萨哥拉最先提出,后来尤多克索斯及其他一些人也主张过的(因为针对这种观点,很容易推导出来许多不可能的荒谬结论)。
ἀλλὰ μὴν οὐδʼ ἐκ τῶν εἰδῶν ἐστὶ τἆλλα κατʼ οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι.
而且,其他事物也不是通过任何一种通常所说的方式从形相中产生的。
τὸ δὲ λέγειν παραδείγματα αὐτὰ εἶναι καὶ μετέχειν αὐτῶν τἆλλα κενολογεῖν ἐστὶ καὶ μεταφορὰς λέγειν ποιητικάς.
而说形相是“手本”,其他事物“分有”它们,这是在说空话,在用诗意的比喻。
τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον;
因为那看着意念来制作的活动者到底是什么呢?