§1.3#1ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην (τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν), τὰ δʼ αἴτια λέγεται τετραχῶς, ὧν μίαν μὲν αἰτίαν φαμὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι (ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον, αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον), ἑτέραν δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, τρίτην δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτῃ, τὸ οὗ ἕνεκα καὶ τἀγαθόν (τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτʼ ἐστίν), τεθεώρηται μὲν οὖν ἱκανῶς περὶ αὐτῶν ἡμῖν ἐν τοῖς περὶ φύσεως, ὅμως δὲ παραλάβωμεν καὶ τοὺς πρότερον ἡμῶν εἰς ἐπίσκεψιν τῶν ὄντων ἐλθόντας καὶ φιλοσοφήσαντας περὶ τῆς ἀληθείας.
既然显而易见我们必须获得关于最初原因的知识(因为当我们认为自己认识了第一原因时,我们才说知道每一事物),而原因在四种意义上被谈论:其中之一我们说是实体和“它是其所是”(因为“为什么”被还原为最后的定义,而最初的“为什么”就是原因和原理);第二种是质料和基底;第三种是运动的起点之源;第四种是与此相反的原因,即“为了什么”和“善”(因为这是所有生成和运动的终点)。 虽然这些已经在我们的《物理学》中得到了充分的研究,但我们还是要接纳那些在我们之前致力于探究存在者并探讨真理的人。
δῆλον γὰρ ὅτι κἀκεῖνοι λέγουσιν ἀρχάς τινας καὶ αἰτίας· ἐπελθοῦσιν οὖν ἔσται τι προὔργου τῇ μεθόδῳ τῇ νῦν· ἢ γὰρ ἕτερόν τι γένος εὑρήσομεν αἰτίας ἢ ταῖς νῦν λεγομέναις μᾶλλον πιστεύσομεν.
因为显而易见,他们也谈到了某些原理和原因;因此,回顾他们将对我们现在的探究有所帮助;因为我们要么会发现另一种原因,要么会对自己现在所说的原因更有信心。
—τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι τὰς ἐν ὕλης εἴδει μόνας ᾠήθησαν ἀρχὰς εἶναι πάντων· ἐξ οὗ γὰρ ἔστιν ἅπαντα τὰ ὄντα καὶ ἐξ οὗ γίγνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταῖον, τῆς μὲν οὐσίας ὑπομενούσης τοῖς δὲ πάθεσι μεταβαλλούσης, τοῦτο στοιχεῖον καὶ ταύτην ἀρχήν φασιν εἶναι τῶν ὄντων, καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐθὲν οἴονται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης, ὥσπερ οὐδὲ τὸν Σωκράτην φαμὲν οὔτε γίγνεσθαι ἁπλῶς ὅταν γίγνηται καλὸς ἢ μουσικὸς οὔτε ἀπόλλυσθαι ὅταν ἀποβάλλῃ ταύτας τὰς ἕξεις, διὰ τὸ ὑπομένειν τὸ ὑποκείμενον τὸν Σωκράτην αὐτόν, οὕτως οὐδὲ τῶν ἄλλων οὐδέν· ἀεὶ γὰρ εἶναί τινα φύσιν ἢ μίαν ἢ πλείους μιᾶς ἐξ ὧν γίγνεται τἆλλα σωζομένης ἐκείνης.
——在最初进行哲学思考的人中,大多数人认为只有质料形式的原理才是万物的原理;因为万物从中存在、最初从中产生并最终销毁于其中的那个东西(其实体持存,而属性发生变化),他们说这就是元素,这就是存在者的原理,因此他们认为没有任何东西产生或灭亡,因为这种自然始终被保存着,正如我们不说苏格拉底在变得美丽或有教养时是绝对地产生,也不说他在失去这些状态时是灭亡,因为基底、即苏格拉底本人依然存在,其他事物也是如此;因为必定有某种自然,或是一种,或是多于一种,其他事物从中产生,而它自身得以保存。
τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν ἐφʼ ὕδατος ἀπεφήνατο εἶναι), λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δʼ ἐξ οὗ γίγνεται, τοῦτʼ ἐστὶν ἀρχὴ πάντων)—διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δʼ ὕδωρ ἀρχὴν τῆς φύσεως εἶναι τοῖς ὑγροῖς.
然而,关于这种原理的数量和形式,并非所有人都说法一致,而是这种哲学的创始人泰勒斯说它是水(因此他也宣布大地在水之上),他得出这一设想,或许是因为看到万物的营养都是潮湿的,甚至热本身也是从中产生并赖以生存的(而事物从中产生的那个东西,就是万物的原理)——他得出这一设想,既是因为这个原因,也是因为万物的种子都具有潮湿的本性,而水是潮湿事物本性的原理。
εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας, καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπʼ αὐτῶν Στύγα· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν.
还有人认为,那些极古老的、远在现代这一代人之前、最先探讨神灵的人,对自然也有着相同的看法;因为他们把俄刻阿诺斯和忒堤斯说成是生成的父母,并把神灵的誓言说成是水,即被他们称为斯堤克斯的水;因为最古老的是最尊贵的,而誓言是最尊贵的东西。