§1.2#2ὁ δʼ ἀπορῶν καὶ θαυμάζων οἴεται ἀγνοεῖν (διὸ καὶ ὁ φιλόμυθος φιλόσοφός πώς ἐστιν· ὁ γὰρ μῦθος σύγκειται ἐκ θαυμασίων)· ὥστʼ εἴπερ διὰ τὸ φεύγειν τὴν ἄγνοιαν ἐφιλοσόφησαν, φανερὸν ὅτι διὰ τὸ εἰδέναι τὸ ἐπίστασθαι ἐδίωκον καὶ οὐ χρήσεώς τινος ἕνεκεν.
而感到疑惑和惊异的人会认为自己无知(因此,喜爱神话的人在某种意义上也是喜爱智慧的人,因为神话是由奇异的事物构成的);因而,如果说他们是为了逃避无知而进行哲学思考的,那么显而易见,他们是为了知晓而追求理解,而不是为了某种实用的目的。
μαρτυρεῖ δὲ αὐτὸ τὸ συμβεβηκός· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων καὶ πρὸς ῥᾳστώνην καὶ διαγωγὴν ἡ τοιαύτη φρόνησις ἤρξατο ζητεῖσθαι.
事实本身也证明了这一点;因为几乎所有生活必需的以及为了舒适和消遣的事物都已具备之后,这种思虑才开始被寻求。
δῆλον οὖν ὡς διʼ οὐδεμίαν αὐτὴν ζητοῦμεν χρείαν ἑτέραν, ἀλλʼ ὥσπερ ἄνθρωπος, φαμέν, ἐλεύθερος ὁ αὑτοῦ ἕνεκα καὶ μὴ ἄλλου ὤν, οὕτω καὶ αὐτὴν ὡς μόνην οὖσαν ἐλευθέραν τῶν ἐπιστημῶν· μόνη γὰρ αὕτη αὑτῆς ἕνεκέν ἐστιν.
显然,我们并不为了任何其他实用需要而寻求它,而是正如我们所说,一个自由人是那为了自身而不是为了他人而存在的人,我们也这样看待这门科学,将它作为诸科学中唯一自由的科学来寻求;因为只有它为了自身而存在。
διὸ καὶ δικαίως ἂν οὐκ ἀνθρωπίνη νομίζοιτο αὐτῆς ἡ κτῆσις· πολλαχῇ γὰρ ἡ φύσις δούλη τῶν ἀνθρώπων ἐστίν, ὥστε κατὰ Σιμωνίδην
"θεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας,"
ἄνδρα δʼ οὐκ ἄξιον μὴ οὐ ζητεῖν τὴν καθʼ αὑτὸν ἐπιστήμην.
因此,人们理所当然地认为,拥有它不属于人类;因为在许多方面,人类的天性是奴役性的,以至于正如西摩尼得斯所说:“唯有神能享有此特权”,而人去寻求不合乎自己分内的科学是不恰当的。
εἰ δὴ λέγουσί τι οἱ ποιηταὶ καὶ πέφυκε φθονεῖν τὸ θεῖον, ἐπὶ τούτου συμβῆναι μάλιστα εἰκὸς καὶ δυστυχεῖς εἶναι πάντας τοὺς περιττούς.
如果诗人们说得有些道理,而且神圣的事物天生会嫉妒,那么在这种情况下最有可能发生这种情况,并且所有卓越的人都应当是不幸的。
ἀλλʼ οὔτε τὸ θεῖον φθονερὸν ἐνδέχεται εἶναι, ἀλλὰ κατὰ τὴν παροιμίαν πολλὰ ψεύδονται ἀοιδοί, οὔτε τῆς τοιαύτης ἄλλην χρὴ νομίζειν τιμιωτέραν.
但神圣的事物不可能是嫉妒的,而是正如谚语所说,“歌手们说了许多谎言”,我们也不应当认为有其他任何科学比这门科学更尊贵。
ἡ γὰρ θειοτάτη καὶ τιμιωτάτη· τοιαύτη δὲ διχῶς ἂν εἴη μόνη· ἥν τε γὰρ μάλιστʼ ἂν ὁ θεὸς ἔχοι, θεία τῶν ἐπιστημῶν ἐστί, κἂν εἴ τις τῶν θείων εἴη.
因为最神圣的也是最尊贵的;而这样的科学在双重意义上只能是这一门:因为神最可能拥有的科学在诸科学中是神圣的,而且如果有任何关于神圣事物的科学,它也是神圣的。
μόνη δʼ αὕτη τούτων ἀμφοτέρων τετύχηκεν· ὅ τε γὰρ θεὸς δοκεῖ τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή τις, καὶ τὴν τοιαύτην ἢ μόνος ἢ μάλιστʼ ἂν ἔχοι ὁ θεός.
只有这门科学同时具备了这两点;因为在所有人看来,神都是原因之一和某种原理,而且这样的科学要么唯有神拥有,要么神最大程度上拥有它。
ἀναγκαιότεραι μὲν οὖν πᾶσαι ταύτης, ἀμείνων δʼ οὐδεμία.
因此,所有其他科学都比它更属必要,但没有一门科学比它更好。
—δεῖ μέντοι πως καταστῆναι τὴν κτῆσιν αὐτῆς εἰς τοὐναντίον ἡμῖν τῶν ἐξ ἀρχῆς ζητήσεων.
然而,我们对它的获得在某种意义上必须确立在与我们最初探究相反的状态中。
ἄρχονται μὲν γάρ, ὥσπερ εἴπομεν, ἀπὸ τοῦ θαυμάζειν πάντες εἰ οὕτως ἔχει, καθάπερ περὶ τῶν θαυμάτων ταὐτόματα ἢ περὶ τὰς τοῦ ἡλίου τροπὰς ἢ τὴν τῆς διαμέτρου ἀσυμμετρίαν (θαυμαστὸν γὰρ εἶναι δοκεῖ πᾶσι τοῖς μήπω τεθεωρηκόσι τὴν αἰτίαν εἴ τι τῷ ἐλαχίστῳ μὴ μετρεῖται)· δεῖ δὲ εἰς τοὐναντίον καὶ τὸ ἄμεινον κατὰ τὴν παροιμίαν ἀποτελευτῆσαι, καθάπερ καὶ ἐν τούτοις ὅταν μάθωσιν· οὐθὲν γὰρ ἂν οὕτως θαυμάσειεν ἀνὴρ γεωμετρικὸς ὡς εἰ γένοιτο ἡ διάμετρος μετρητή.
因为正如我们所说,所有人都是从惊异事物是否如此开始的,就像对于那些自动运行的奇迹,或者关于太阳的冬夏至,或者关于对角线的不可通约性(因为在所有尚未观测到原因的人看来,如果某物不能被最小的单位所度量,这似乎是不可思议的);但正如谚语所说,我们必须最终达到相反的、更佳的状态,就像在这些情况下人们在学会之后所发生的那样;因为对于一个几何学家来说,没有什么能比对角线变得可以被度量更让他感到惊异的了。
τίς μὲν οὖν ἡ φύσις τῆς ἐπιστήμης τῆς ζητουμένης, εἴρηται, καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον.
因此,我们所寻求的这门科学的性质是什么,以及探究和整个方法所必须达到的目标是什么,已经阐明了。