Humanitext Reader

亚里士多德 · 形而上学 §1.2#1

第一原理之学与源于惊异的哲学

第 3 段,共 159 段 · 希腊语

内容简介

分析了关于智者和智慧的普遍设想,指出所寻求的“智慧”是关于第一原理和原因的理论科学,并论证了哲学并非出于实用目的,而是源于对事物的惊异。

§1.2#1ἐπεὶ δὲ ταύτην τὴν ἐπιστήμην ζητοῦμεν, τοῦτʼ ἂν εἴη σκεπτέον, ἡ περὶ ποίας αἰτίας καὶ περὶ ποίας ἀρχὰς ἐπιστήμη σοφία ἐστίν.
既然我们在寻求这门科学,我们就必须考察:那作为智慧的科学是关于何种原因和何种原理的科学。
εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἃς ἔχομεν περὶ τοῦ σοφοῦ, τάχʼ ἂν ἐκ τούτου φανερὸν γένοιτο μᾶλλον.
如果有人能获取我们对聪明人所持有的那些设想,或许从此中它会变得更加明显。
ὑπολαμβάνομεν δὴ πρῶτον μὲν ἐπίστασθαι πάντα τὸν σοφὸν ὡς ἐνδέχεται, μὴ καθʼ ἕκαστον ἔχοντα ἐπιστήμην αὐτῶν· εἶτα τὸν τὰ χαλεπὰ γνῶναι δυνάμενον καὶ μὴ ῥᾴδια ἀνθρώπῳ γιγνώσκειν, τοῦτον σοφόν (τὸ γὰρ αἰσθάνεσθαι πάντων κοινόν, διὸ ῥᾴδιον καὶ οὐδὲν σοφόν)· ἔτι τὸν ἀκριβέστερον καὶ τὸν διδασκαλικώτερον τῶν αἰτιῶν σοφώτερον εἶναι περὶ πᾶσαν ἐπιστήμην· καὶ τῶν ἐπιστημῶν δὲ τὴν αὑτῆς ἕνεκεν καὶ τοῦ εἰδέναι χάριν αἱρετὴν οὖσαν μᾶλλον εἶναι σοφίαν ἢ τὴν τῶν ἀποβαινόντων ἕνεκεν, καὶ τὴν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν· οὐ γὰρ δεῖν ἐπιτάττεσθαι τὸν σοφὸν ἀλλʼ ἐπιτάττειν, καὶ οὐ τοῦτον ἑτέρῳ πείθεσθαι, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν.
首先,我们设想聪明人尽其可能地知晓一切事物,虽然他并不拥有关于它们的个别科学;其次,我们设想那能认识困难且人类不易认识之事的人是聪明的(因为感知对所有人都是共通的,因而容易且毫无智慧可言);再者,我们设想在任何科学中,那更精确且更善于教授原因的人是更聪明的;而且在这些科学中,那为了自身且为了知晓之故而被选择的科学,比那为了结果之故而被选择的科学更属于智慧;并且那支配性的科学比那服从性的科学更属于智慧;因为聪明人不应当被命令,而应当去命令,他不应当服从他人,而应当由那较不聪明的人服从他。
—τὰς μὲν οὖν ὑπολήψεις τοιαύτας καὶ τοσαύτας ἔχομεν περὶ τῆς σοφίας καὶ τῶν σοφῶν· τούτων δὲ τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν (οὗτος γὰρ οἶδέ πως πάντα τὰ ὑποκείμενα), σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀνθρώποις, τὰ μάλιστα καθόλου (πορρωτάτω γὰρ τῶν αἰσθήσεών ἐστιν), ἀκριβέσταται δὲ τῶν ἐπιστημῶν αἳ μάλιστα τῶν πρώτων εἰσίν (αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι τῶν ἐκ προσθέσεως λεγομένων, οἷον ἀριθμητικὴ γεωμετρίας)· ἀλλὰ μὴν καὶ διδασκαλική γε ἡ τῶν αἰτιῶν θεωρητικὴ μᾶλλον (οὗτοι γὰρ διδάσκουσιν, οἱ τὰς αἰτίας λέγοντες περὶ ἑκάστου), τὸ δʼ εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν ἕνεκα μάλισθʼ ὑπάρχει τῇ τοῦ μάλιστα ἐπιστητοῦ ἐπιστήμῃ (ὁ γὰρ τὸ ἐπίστασθαι διʼ αὑτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρήσεται, τοιαύτη δʼ ἐστὶν ἡ τοῦ μάλιστα ἐπιστητου), μάλιστα δʼ ἐπιστητὰ τὰ πρῶτα καὶ τὰ αἴτια (διὰ γὰρ ταῦτα καὶ ἐκ τούτων τἆλλα γνωρίζεται ἀλλʼ οὐ ταῦτα διὰ τῶν ὑποκειμένων), ἀρχικωτάτη δὲ τῶν ἐπιστημῶν, καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης, ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον· τοῦτο δʼ ἐστὶ τἀγαθὸν ἑκάστου, ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ.
那么,我们关于智慧和聪明人所拥有的设想就是如此,且有这么多;而在这些设想中,知晓一切事物必然属于那最拥有普遍科学的人(因为他在某种意义上知道所有居于其下的事物),而且对人类来说,认识这些也几乎是最困难的,即那些最普遍的事物(因为它们离感觉最远);而那些最关于第一原理的科学是科学中最精确的(因为从较少要素出发的科学比那些结合了附加要素而谈论的科学更精确,例如算术比几何学更精确);而且,那观照原因的科学也更善于教授(因为正是那些阐明每件事物原因的人在进行教授);而为了自身而知晓与理解,最大程度上属于那关于最可认识之物的科学(因为那为了自身而选择理解的人,将最大程度上选择最本真的科学,而这就是关于最可认识之物的科学);而最可认识的是第一原理和原因(因为通过这些并从这些出发,其他事物才被认识,而不是通过那些居于其下的事物来认识这些);而在这些科学中最具支配性的,并且比那服从性的科学更具支配性的,是认识每件事物为了什么目的而必须被做的科学;而这就是每件事物的善,总体来说也是整个自然中的至善。
ἐξ ἁπάντων οὖν τῶν εἰρημένων ἐπὶ τὴν αὐτὴν ἐπιστήμην πίπτει τὸ ζητούμενον ὄνομα· δεῖ γὰρ ταύτην τῶν πρώτων ἀρχῶν καὶ αἰτιῶν εἶναι θεωρητικήν· καὶ γὰρ τἀγαθὸν καὶ τὸ οὗ ἕνεκα ἓν τῶν αἰτίων ἐστίν.
因此,从所有已说的话来看,我们所寻求的名号归属于同一门科学;因为这门科学必须是对第一原理和原因进行观照的;因为善以及为了什么也是原因之一。
ὅτι δʼ οὐ ποιητική, δῆλον καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων·
而它不是一门制造科学,这从最早进行哲学思考的人那里也显而易见;因为人们不论是现在还是最初,都是因为惊异才开始进行哲学思考的。
διὰ γὰρ τὸ θαυμάζειν οἱ ἄνθρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαντο φιλοσοφεῖν, ἐξ ἀρχῆς μὲν τὰ πρόχειρα τῶν ἀτόπων θαυμάσαντες, εἶτα κατὰ μικρὸν οὕτω προϊόντες καὶ περὶ τῶν μειζόνων διαπορήσαντες, οἷον περί τε τῶν τῆς σελήνης παθημάτων καὶ τῶν περὶ τὸν ἥλιον καὶ ἄστρα καὶ περὶ τῆς τοῦ παντὸς γενέσεως.
他们起初是对眼前那些奇怪的事物感到惊异,然后逐渐这样推进,并对更重大的事情产生疑惑,例如关于月球、太阳和星辰的运行变化,以及关于万物的生成。

词汇与语法注释

  1. ¦5¦τοῦτʼ ἂν εἴη σκεπτέον — 动形容词 `σκεπτέον` 与带 `ἄν` 的希求法 `εἴη` 结合,表示一种温和的义务或必要性(“这应当被考察”或“这或许需要被考察”)。
  2. ¦10¦τὸν τὰ χαλεπὰ γνῶναι δυνάμενον — 该分词短语作为支配动词 `ὑπολαμβάνομεν` 的宾格主语(“宾格加不定式”句型),在结构上作为后续 `τοῦτον σοφόν`(“设想此人是聪明的”)的先导,并通过倒装(hyperbaton)起到强调作用。
  3. ¦15¦τὴν αὑτῆς ἕνεκεν — 由第三人称反身代词单数阴性属格 `αὑτῆς`(自身)和表示目的的后置词 `ἕνεκεν` 组成。阴性代词指代 `ἐπιστήμη`(科学),意为“为了该科学自身”。
  4. ¦25¦τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν — 非人称形容词 `ἀναγκαῖον` 支配与格 `τῷ... ἔχοντι`(“对于那最拥有……的人”)和不定式 `ὑπάρχειν`(“属于/具备”),其主语是带冠词的不定式 `τὸ πάντα ἐπίστασθαι`(“知晓一切事物”)。
  5. ¦25¦αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι τῶν ἐκ προσθέσεως λεγομένων — 比较级 `ἀκριβέστεραι`(“更精确”)支配表示比较对象的属格 `τῶν ἐκ προσθέσεως λεγομένων`(“相比于那些结合了附加要素而谈论的”)。`ἐξ ἐλαττόνων`(“从较少要素出发的”)指拥有较少假设或原理的简单学科(如算术)。

引用这一段

亚里士多德, 形而上学 §1.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。