Humanitext Reader

亚里士多德 · 形而上学 §1.1#2

作为原因之知的技术与探求本原的智慧

第 2 段,共 159 段 · 希腊语

内容简介

亚里士多德论证了技术人员比有经验的人更聪明,因为他们知道“为什么”(原因)并且能够教授。他得出结论:对智慧(Sophia)的追求在脱离实用和享乐的闲暇中达到顶峰,智慧是关于最初原因和原理的科学。

§1.1#2ἀλλʼ ὅμως τό γε εἰδέναι καὶ τὸ ἐπαΐειν τῇ τέχνῃ τῆς ἐμπειρίας ὑπάρχειν οἰόμεθα μᾶλλον, καὶ σοφωτέρους τοὺς τεχνίτας τῶν ἐμπείρων ὑπολαμβάνομεν, ὡς κατὰ τὸ εἰδέναι μᾶλλον ἀκολουθοῦσαν τὴν σοφίαν πᾶσι·
然而,我们仍然认为,知与理解更属于技术而非经验,并且我们认为技术人员比有经验的人更聪明,因为对所有人而言,智慧都在更大程度上随着知而产生。
τοῦτο δʼ ὅτι οἱ μὲν τὴν αἰτίαν ἴσασιν οἱ δʼ οὔ.
这是因为前者知道原因,而后者不知道。
οἱ μὲν γὰρ ἔμπειροι τὸ ὅτι μὲν ἴσασι, διότι δʼ οὐκ ἴσασιν· οἱ δὲ τὸ διότι καὶ τὴν αἰτίαν γνωρίζουσιν.
因为有经验的人只知道“事实”,却不知道“为什么”;而后者则认识“为什么” 和原因。
διὸ καὶ τοὺς ἀρχιτέκτονας περὶ ἕκαστον τιμιωτέρους καὶ μᾶλλον εἰδέναι νομίζομεν τῶν χειροτεχνῶν καὶ σοφωτέρους, ὅτι τὰς αἰτίας τῶν ποιουμένων ἴσασιν (τοὺς δʼ, ὥσπερ καὶ τῶν ἀψύχων ἔνια ποιεῖ μέν, οὐκ εἰδότα δὲ ποιεῖ ἃ ποιεῖ, οἷον καίει τὸ πῦρ—τὰ μὲν οὖν ἄψυχα φύσει τινὶ ποιεῖν τούτων ἕκαστον τοὺς δὲ χειροτέχνας διʼ ἔθος), ὡς οὐ κατὰ τὸ πρακτικοὺς εἶναι σοφωτέρους ὄντας ἀλλὰ κατὰ τὸ λόγον ἔχειν αὐτοὺς καὶ τὰς αἰτίας γνωρίζειν.
因此,我们也认为每个领域中的总监比手艺人更受尊敬、更懂得、更聪明,因为他们知道所做之物的因由(而后者,正如无生物中的某些东西虽有所作为,却是在不知道自己所作所为的情况下做出的——例如火在燃烧——也就是说,无生物是因某种自然本性而做这些事,而手艺人则是因习惯而做),这表明他们更聪明并非因为他们善于实践,而是因为他们自己拥有理论并认识原因。
ὅλως τε σημεῖον τοῦ εἰδότος καὶ μὴ εἰδότος τὸ δύνασθαι διδάσκειν ἐστίν, καὶ διὰ τοῦτο τὴν τέχνην τῆς ἐμπειρίας ἡγούμεθα μᾶλλον ἐπιστήμην εἶναι· δύνανται γάρ, οἱ δὲ οὐ δύνανται διδάσκειν.
总的来说,知道者与不知道者的标志在于能够教授,因此我们认为技术比经验更属于科学;因为前者能够教授,而后者不能。
ἔτι δὲ τῶν αἰσθήσεων οὐδεμίαν ἡγούμεθα εἶναι σοφίαν· καίτοι κυριώταταί γʼ εἰσὶν αὗται τῶν καθʼ ἕκαστα γνώσεις· ἀλλʼ οὐ λέγουσι τὸ διὰ τί περὶ οὐδενός, οἷον διὰ τί θερμὸν τὸ πῦρ, ἀλλὰ μόνον ὅτι θερμόν.
此外,我们不认为任何感觉是智慧;尽管它们确实是对个别事物最权威的认识;但它们并不说明任何事物的“为什么”,例如为什么火是热的,而只说明它是热的。
τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην παρὰ τὰς κοινὰς αἰσθήσεις θαυμάζεσθαι ὑπὸ τῶν ἀνθρώπων μὴ μόνον διὰ τὸ χρήσιμον εἶναί τι τῶν εὑρεθέντων ἀλλʼ ὡς σοφὸν καὶ διαφέροντα τῶν ἄλλων· πλειόνων δʼ εὑρισκομένων τεχνῶν καὶ τῶν μὲν πρὸς τἀναγκαῖα τῶν δὲ πρὸς διαγωγὴν οὐσῶν, ἀεὶ σοφωτέρους τοὺς τοιούτους ἐκείνων ὑπολαμβάνεσθαι διὰ τὸ μὴ πρὸς χρῆσιν εἶναι τὰς ἐπιστήμας αὐτῶν.
因此起初,任何发明了超越共同感觉的某种技术的人,被人们赞叹,不仅是因为发明的某些东西有用,而且也是因为他聪明且与众不同,这是理所当然的;但随着更多技术的发明,有些是为了生活的必需,有些是为了消遣,由于后者的知识不以实用为目的,这样的人总是被认为比前者更聪明。
ὅθεν ἤδη πάντων τῶν τοιούτων κατεσκευασμένων αἱ μὴ πρὸς ἡδονὴν μηδὲ πρὸς τἀναγκαῖα τῶν ἐπιστημῶν εὑρέθησαν, καὶ πρῶτον ἐν τούτοις τοῖς τόποις οὗ πρῶτον ἐσχόλασαν· διὸ περὶ Αἴγυπτον αἱ μαθηματικαὶ πρῶτον τέχναι συνέστησαν, ἐκεῖ γὰρ ἀφείθη σχολάζειν τὸ τῶν ἱερέων ἔθνος.
因此,在所有这些事物都已具备之后,那些既不以快乐也不以必需为目的的科学被发现了,并且首先是在人们最早获得闲暇的那些地方;所以,在埃及周边数学技术首先建立起来,因为在那里,祭司阶层被允许享有闲暇。
εἴρηται μὲν οὖν ἐν τοῖς ἠθικοῖς τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης καὶ τῶν ἄλλων τῶν ὁμογενῶν· οὗ δʼ ἕνεκα νῦν ποιούμεθα τὸν λόγον τοῦτʼ ἐστίν, ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· ὥστε, καθάπερ εἴρηται πρότερον, ὁ μὲν ἔμπειρος τῶν ὁποιανοῦν ἐχόντων αἴσθησιν εἶναι δοκεῖ σοφώτερος, ὁ δὲ τεχνίτης τῶν ἐμπείρων, χειροτέχνου δὲ ἀρχιτέκτων, αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν μᾶλλον.
关于技术、科学以及其他同类事物之间的区别,已在《伦理学》中谈过;而我们现在进行讨论的目的,在于说明这一点:大家都认为所谓的“智慧”是关于最初原因和原理的;因此,如前所述,有经验的人被认为比任何仅拥有感觉的人更聪明,技术人员比有经验的人更聪明,总监比手艺人更聪明,而理论科学则比制造科学更聪明。
ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχὰς καὶ αἰτίας ἐστὶν ἐπιστήμη, δῆλον.
显而易见,智慧是关于某些原理和原因的科学。

词汇与语法注释

  1. 981a24-25τῇ τέχνῃ τῆς ἐμπειρίας ὑπάρχειν οἰόμεθα μᾶλλον — τῆς ἐμπειρίας 是伴随比较级副词 μᾶλλον 的比较属格,意为“比经验”。τῇ τέχνῃ 是动词 ὑπάρχειν 的与格补足语,意为“属于(或存在于)技术”。该不定式结构的主语是名词化不定式短语 τό γε εἰδέναι καὶ τὸ ἐπαΐειν(知与理解)。
  2. 981b1τοὺς δʼ — 对格冠词 τοὺς δὲ(省略了 χειροτέχνας)延续了由 981a31 处的 νομίζομεν 所支配的“对格加不定式”(AcI)结构的宾格主语。它与 981b4 处的不定式 ποιεῖν 相联系,构成了“[我们认为]手艺人[凭借习惯]而做”这一结构。
  3. 981b21-23τῶν ἐπιστημῶν — τῶν ἐπιστημῶν 是部分属格,修饰充当主语的名词化形容词短语 αἱ μὴ πρὸς ἡδονὴν μηδὲ πρὸς τἀναγκαῖα,意为“在诸科学中,那些既不以快乐也不以必需为目的的[科学被发现了]”。

引用这一段

亚里士多德, 形而上学 §1.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。