Humanitext Reader

亚里士多德 · 形而上学 §1.1#1

人类的求知本性与从感到技术的进阶

第 1 段,共 159 段 · 希腊语

内容简介

本节探讨了人类生来求知的本性,阐述了从感觉、记忆、经验到技术这一认知发展过程,并指出处理个别事物的经验与处理普遍事物的技术之间的区别。

§1.1#1πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει.
一切人类在天性上都求知。
σημεῖον δʼ ἡ τῶν αἰσθήσεων ἀγάπησις· καὶ γὰρ χωρὶς τῆς χρείας ἀγαπῶνται διʼ αὑτάς, καὶ μάλιστα τῶν ἄλλων ἡ διὰ τῶν ὀμμάτων.
其表征则是我们对感觉的喜爱;因为即使在实用之外,它们因其自身而被喜爱,而在其他感觉中,尤以通过双眼的感觉为甚。
οὐ γὰρ μόνον ἵνα πράττωμεν ἀλλὰ καὶ μηθὲν μέλλοντες πράττειν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων.
因为不仅为了有所作为,而且即使在不打算做什么的时候,我们也宁愿选择看,可以说是胜过其他一切感觉。
αἴτιον δʼ ὅτι μάλιστα ποιεῖ γνωρίζειν ἡμᾶς αὕτη τῶν αἰσθήσεων καὶ πολλὰς δηλοῖ διαφοράς.
其原因在于,在诸多感觉中,这一感觉最能使我们认识事物,并揭示出许多差异。
φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐκ δὲ ταύτης τοῖς μὲν αὐτῶν οὐκ ἐγγίγνεται μνήμη, τοῖς δʼ ἐγγίγνεται.
于是,动物生来就具有感觉,但从感觉中,在它们之中的一些并不产生记忆,而在另一些中则产生。
καὶ διὰ τοῦτο ταῦτα φρονιμώτερα καὶ μαθητικώτερα τῶν μὴ δυναμένων μνημονεύειν ἐστί, φρόνιμα μὲν ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύναται τῶν ψόφων ἀκούειν (οἷον μέλιττα κἂν εἴ τι τοιοῦτον ἄλλο γένος ζῴων ἔστι), μανθάνει δʼ ὅσα πρὸς τῇ μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν.
且因此,这些动物比不能记忆的动物更聪明、更具学习能力;那些不能听到声音的动物(例如蜜蜂以及若有任何其他此类动物的话),虽无学习能力却很聪明,而那些除记忆之外还拥有这一感觉的动物则能够学习。
τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις, ἐμπειρίας δὲ μετέχει μικρόν· τὸ δὲ τῶν ἀνθρώπων γένος καὶ τέχνῃ καὶ λογισμοῖς.
因此,其他动物凭借表象和记忆而生活,极少分享经验;但人类则还凭借技术和理性思考而生活。
γίγνεται δʼ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις· αἱ γὰρ πολλαὶ μνῆμαι τοῦ αὐτοῦ πράγματος μιᾶς ἐμπειρίας δύναμιν ἀποτελοῦσιν.
而人类的经验是由记忆产生的;因为对同一事物的多次记忆,便构成了单一经验的力量。
καὶ δοκεῖ σχεδὸν ἐπιστήμῃ καὶ τέχνῃ ὅμοιον εἶναι καὶ ἐμπειρία, ἀποβαίνει δʼ ἐπιστήμη καὶ τέχνη διὰ τῆς ἐμπειρίας τοῖς ἀνθρώποις· ἡ μὲν γὰρ ἐμπειρία τέχνην ἐποίησεν, ὡς φησὶ Πῶλος, ἡ δʼ ἀπειρία τύχην.
经验似乎几乎与科学和技术相似,但人类的科学和技术是通过经验而产生的;因为正如波洛斯所说,经验创造了技术,而无经验则创造了运气。
γίγνεται δὲ τέχνη ὅταν ἐκ πολλῶν τῆς ἐμπειρίας ἐννοημάτων μία καθόλου γένηται περὶ τῶν ὁμοίων ὑπόληψις.
当由经验的许多概念中产生出关于类似事物的一个普遍判断时,技术便产生了。
τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν ὅτι Καλλίᾳ κάμνοντι τηνδὶ τὴν νόσον τοδὶ συνήνεγκε καὶ Σωκράτει καὶ καθʼ ἕκαστον οὕτω πολλοῖς, ἐμπειρίας ἐστίν· τὸ δʼ ὅτι πᾶσι τοῖς τοιοῖσδε κατʼ εἶδος ἓν ἀφορισθεῖσι, κάμνουσι τηνδὶ τὴν νόσον, συνήνεγκεν, οἷον τοῖς φλεγματώδεσιν ἢ χολώδεσι πυρέττουσι καύσῳ, τέχνης.
因为判断出:当卡里亚患这种病时,这种疗法对他有益,对苏格拉底也是如此,对许多这样个别的人也是如此,这属于经验;而判断出:对所有被划归为某一特定类型的、患有这种病的人,例如对那些因粘液质或胆汁质而发高烧的人,这都是有益的,则属于技术。
—πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν δοκεῖ διαφέρειν, ἀλλὰ καὶ μᾶλλον ἐπιτυγχάνουσιν οἱ ἔμπειροι τῶν ἄνευ τῆς ἐμπειρίας λόγον ἐχόντων (αἴτιον δʼ ὅτι ἡ μὲν ἐμπειρία τῶν καθʼ ἕκαστόν ἐστι γνῶσις ἡ δὲ τέχνη τῶν καθόλου, αἱ δὲ πράξεις καὶ αἱ γενέσεις πᾶσαι περὶ τὸ καθʼ ἕκαστόν εἰσιν·
因此,对于行动而言,经验似乎与技术并无二致,相反,有经验的人甚至比那些没有经验却掌握理论的人更容易获得成功。
οὐ γὰρ ἄνθρωπον ὑγιάζει ὁ ἰατρεύων ἀλλʼ ἢ κατὰ συμβεβηκός, ἀλλὰ Καλλίαν ἢ Σωκράτην ἢ τῶν ἄλλων τινὰ τῶν οὕτω λεγομένων ᾧ συμβέβηκεν ἀνθρώπῳ εἶναι·
(原因在于,经验是对个别事物的知识,而技术则是对普遍事物的知识,而一切行动和产生都与个别事物有关;因为行医者并不是在治疗“人”,除非是在偶性上,而是在治疗卡里亚或苏格拉底,或具有此类名称、且碰巧是人的其他某个人。
ἐὰν οὖν ἄνευ τῆς ἐμπειρίας ἔχῃ τις τὸν λόγον, καὶ τὸ καθόλου μὲν γνωρίζῃ τὸ δʼ ἐν τούτῳ καθʼ ἕκαστον ἀγνοῇ, πολλάκις διαμαρτήσεται τῆς θεραπείας· θεραπευτὸν γὰρ τὸ καθʼ ἕκαστον)·
因此,如果某人只有理论而没有经验,认识普遍事物却不认识其中包含的个别事物,他就常常会在治疗中出错;因为需要被治疗的是个别事物)。

词汇与语法注释

  1. ¦980a¦ ¦21¦τοῦ εἰδέναι — 动词 ὀρέγονται(渴望)支配属格,因此带冠词不定式的属格形式 τοῦ εἰδέναι 作其宾语。
  2. ¦980b¦ ¦21¦ὅσα μὴ δύναται τῶν ψόφων ἀκούειν — 关系代名词 ὅσα(凡是……的)内含指示先行词,在此作省略了系动词 ἐστίν 的谓语形容词 φρόνιμα 的主语。
  3. ¦10¦τὸ δʼ ὅτι... τέχνης — 此句与前文的“τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν ὅτι... ἐμπειρίας ἐστίν”形成对比。在此省略了主语“ἔχειν ὑπόληψιν”(拥有判断)以及系动词“ἐστίν”,仅留下了属格谓语“τέχνης”(属于技术)。

引用这一段

亚里士多德, 形而上学 §1.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。