Humanitext Reader

亚里士多德 · 论记忆与回忆 §2#3

回忆的推论本质与身体机制

第 5 段,共 5 段 · 希腊语

内容简介

本节阐明回忆不同于记忆,是一种包含探求和身体过程的推论。作者讨论了其身体机制、不同个体和年龄在记忆力上的差异,并总结了本章的讨论。

§2#3Ἂν δὲ τὴν Ζ Η βούληται νοῆσαι, τὴν μὲν Β Ε ὁμοίως νοεῖ, ἀντὶ δὲ τῶν Θ Ι τὰς Κ Λ νοεῖ·
如果人想要思惟 Ζ Η,那么他以同样的方式思惟 Β Ε,但用 Κ Λ 代替 Θ Ι;因为这些与 Ζ Α 对 Β Α 的比相同。
αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α. Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ.
因此,当事物的运动与时间的运动同时发生时,他就在记忆中活动。
Ἂν δ’ οἴηται μὴ ποιῶν, οἴεται μνημονεύειν· οὐθὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα.
如果他实际上没有这样做却这样认为,他就以为自己在记忆;因为没有什么能阻止某人被欺骗,在没有记忆时却以为自己在记忆。
Ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι.
但是,在记忆中活动时,不可能不这样认为,以至于不知道自己在记忆;因为这正是记忆本身。
Ἀλλ’ ἐὰν ἡ τοῦ πράγματος γένηται χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης, οὐ μέμνηται.
但是,如果事物的运动在没有时间的运动下发生,或者后者在没有前者下发生,他就没有记忆。
Ἡ δὲ τοῦ χρόνου διττή ἐστιν· ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηται αὐτό, οἷον ὅτι τρίτην ἡμέραν ὁδήποτε ἐποίησεν, ὁτὲ δὲ καὶ μέτρῳ· ἀλλὰ μέμνηται καὶ ἐὰν μὴ μέτρῳ.
时间的(记忆)是双重的:因为有时人不用尺度来记忆它(例如,大约在三天前做了某事),有时也用尺度;但即使不用尺度,他也记忆。
Εἰώθασι δὲ λέγειν ὅτι μέμνηνται μέν, πότε μέντοι οὐκ ἴσασιν, ὅταν τοῦ πότε μὴ γνωρίζωσι τὸ ποσὸν μέτρῳ.
当人们不用尺度认识“何时”的数量时,他们习惯于说自己虽然记住了,但不知道是什么时候。
Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται.
那么,记忆力好的人和善于回忆的人并不是同一批人,这在前面已经说过了。
Διαφέρει δὲ τοῦ μνημονεύειν τὸ ἀναμιμνήσκεσθαι οὐ μόνον κατὰ τὸν χρόνον, ἀλλ’ ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά, τοῦ δ’ ἀναμιμνήσκεσθαι οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων, πλὴν ἄνθρωπος.
而回忆与记忆的区别不仅在于时间,还在于其他许多动物也分享记忆,但在已知的动物中,可以说除了人以外,没有动物分享回忆。
Αἴτιον δ’ ὅτι τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις· ὅτι γὰρ πρότερον εἶδεν ἢ ἤκουσεν ἤ τι τοιοῦτον ἔπαθε, συλλογίζεται ὁ ἀναμιμνησκόμενος, καὶ ἔστιν οἷον ζήτησίς τις.
其原因在于,回忆就像是一种推论;因为回忆的人推论说自己以前看到过、听到过或经历过类似的事情,这就像是一种探求。
Τοῦτο δ’ οἷς καὶ τὸ βουλευτικὸν ὑπάρχει, φύσει μόνοις συμβέβηκεν· καὶ γὰρ τὸ βουλεύεσθαι συλλογισμός τίς ἐστιν.
而这自然只属于那些也具有审议能力的人;因为审议也是一种推论。
Ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος, σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, καὶ πάνυ ἐπέχοντας τὴν διάνοιαν, καὶ οὐκέτ’ ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα τοὺς μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ μάλιστα.
而这种体验是某种身体性的东西,且回忆是在这种状态下对表象的探求,其标志在于,当有些人无法回忆起时,尽管他们极力集中思想,甚至在不再企图回忆时,它仍然同样折磨着他们,尤其是那些忧郁质的人;因为表象最能打动这些人。
Αἴτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι, ὅτι καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ’ αὐτοῖς τὸ στῆσαι, οὕτω καὶ ὁ ἀναμιμνησκόμενος καὶ θηρεύων σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος.
回忆不在他们自己控制之下的原因在于,正如对于投掷者来说,停止投掷不再由他们决定一样,回忆和寻找的人也在推动某种身体性的东西,而那种体验就在其中。
Μάλιστα δ’ ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα, ἕως ἂν ἐπέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις.
特别是那些在感觉部位周围碰巧存在湿气的人最受折磨;因为湿气一旦被推动,在所寻求的东西出现且运动顺畅之前,是不容易停止的。
Διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν τούτων οὐ καθίστανται, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσιν.
因此,愤怒和恐惧也是如此,当它们推动了某物时,尽管它们再次反向运动,也不会平息,而是向相同的方向反向运动。
Καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις, ὅταν διὰ στόματος γένηταί τι αὐτῶν σφόδρα· παυσαμένοις γὰρ καὶ οὐ βουλομένοις ἐπέρχεται πάλιν ᾄδειν ἢ λέγειν.
这种体验也类似于名字、旋律和言辞,当它们在口中过度流传时;因为当人们停止并且不希望时,它们又会重新出现以供歌唱或诉说。
Εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ, καὶ μήτ’ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν ἀλλὰ διαλύεσθαι, μήτ’ ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν.
此外,那些身体上部较大的人和矮小的人比相反的人更缺乏记忆力,因为他们在感觉器官上承受着巨大的重量,既不能从一开始就保持运动而任其消散,在回忆时也不能轻易顺畅地进行。
Οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ’ ἐν αὐξήσει πολλῇ εἰσίν· ἔτι δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας.
而极年轻的人和极年老的人由于运动而缺乏记忆力;因为后者处于衰退之中,前者处于巨大的生长之中;此外,儿童在很大年龄之前确实也像矮子一样。
Περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν, τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνήσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίν’ αἰτίαν, εἴρηται.
关于记忆和记住,它们的形式是什么,动物通过灵魂的哪一部分来记住,以及关于回忆,它是什么、如何发生以及由于什么原因,已经说明了。

词汇与语法注释

  1. p.285τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις — 将回忆(ἀναμιμνήσκεσθαι)定义为“一种推论(συλλογισμός τις)”。它代表了一种探求过程,即回忆的主体将过去的经验(如所见、所闻)作为前提进行逻辑上的联结。
  2. p.285τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι — 表明“回忆不在他们自己控制之下”之原因的短语。属格冠词 τοῦ 将接下来的不定式短语(μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι)名词化,并作为前文 αἴτιον(原因)的解释性属格补语起作用。
  3. p.286ἀντικινούντων πάλιν τούτων — 独立属格结构。意为“当这些(引起愤怒或恐惧的身体因素,或愤怒与恐惧本身)再次反向运动时”。它表示主句动词 οὐ καθίστανται(不平息)的让步或伴随状况。

引用这一段

亚里士多德, 论记忆与回忆 §2#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:2%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。