← アリストテレス

記憶と想起について

§2#3

想起の推論的本質と身体的メカニズム

想起(想起すること)が記憶と異なり、一種の探究や身体的プロセスを伴う推論であることを示し、その身体的メカニズムや、記憶力の個人差・年齢差について論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2#3

ἂν δὲ τὴν Ζ Η βούληται νοῆσαι, τὴν μὲν Β Ε ὁμοίως νοεῖ, ἀντὶ δὲ τῶν Θ Ι τὰς Κ Λ νοεῖ· αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α. ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. ἂν δ᾽ οἴηται μὴ ποιῶν, οἴεται μνημονεύειν· οὐθὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. ἀλλ᾽ ἐὰν ἡ τοῦ πράγματος γένηται χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης, οὐ μέμνηται. ἡ δὲ τοῦ χρόνου διττή ἐστιν· ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηται αὐτό, οἷον ὅτι τρίτην ἡμέραν ὁδήποτε ἐποίησεν, ὁτὲ δὲ καὶ μέτρῳ· ἀλλὰ μέμνηται καὶ ἐὰν μὴ μέτρῳ. εἰώθασι δὲ λέγειν ὅτι μέμνηνται μέν, πότε μέντοι οὐκ ἴσασιν, ὅταν τοῦ πότε μὴ γνωρίζωσι τὸ ποσὸν μέτρῳ. ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται. διαφέρει δὲ τοῦ μνημονεύειν τὸ ἀναμιμνήσκεσθαι1 οὐ μόνον κατὰ τὸν χρόνον, ἀλλ᾽ ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά, τοῦ δ᾽ ἀναμιμνήσκεσθαι οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων, πλὴν ἄνθρωπος. αἴτιον δ᾽ ὅτι τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις·2 ὅτι γὰρ πρότερον εἶδεν ἢ ἤκουσεν ἤ τι τοιοῦτον ἔπαθε, συλλογίζεται ὁ ἀναμιμνησκόμενος, καὶ ἔστιν οἷον ζήτησίς τις. τοῦτο δ᾽ οἷς καὶ τὸ βουλευτικὸν ὑπάρχει, φύσει μόνοις συμβέβηκεν· καὶ γὰρ τὸ βουλεύεσθαι συλλογισμός τίς ἐστιν. ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος, σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, καὶ πάνυ ἐπέχοντας τὴν διάνοιαν, καὶ οὐκέτ᾽ ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα τοὺς μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ μάλιστα. αἴτιον δὲ τοῦ μὴ ἐπ᾽ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι, ὅτι καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ᾽ αὐτοῖς τὸ στῆσαι, οὕτω καὶ ὁ ἀναμιμνησκόμενος καὶ θηρεύων σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος. μάλιστα δ᾽ ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα, ἕως ἂν ἐπέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν τούτων3 οὐ καθίστανται, ἀλλ᾽ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσιν. καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις, ὅταν διὰ στόματος γένηταί τι αὐτῶν σφόδρα· παυσαμένοις γὰρ καὶ οὐ βουλομένοις ἐπέρχεται πάλιν ᾄδειν ἢ λέγειν. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ, καὶ μήτ’ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν ἀλλὰ διαλύεσθαι, μήτ’ ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν. οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ’ ἐν αὐξήσει πολλῇ εἰσίν· ἔτι δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας. Περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν, τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνήσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίν᾿ αἰτίαν, εἴρηται.

もし人が Ζ Η を思惟したいと望むなら、Β Ε は同様に思惟し、Θ Ι の代わりに Κ Λ を思惟する。なぜなら、これらは Ζ Α が Β Α に対して持つ比と同じ比を持っているからである。したがって、事物の運動と時間の運動が同時に生じるとき、そのとき記憶において活動する。もし実際にはそうしていないのに思っているなら、記憶していると思う。なぜなら、だれかが欺かれて、記憶していないのに記憶していると思うことを妨げるものは何もないからである。しかし、記憶において活動しているのにそう思わず、記憶していることを意識しないということはあり得ない。なぜなら、これこそが記憶していること自体だったからである。しかし、もし事物の(運動)が時間の(運動)なしに生じるか、あるいは後者が前者なしに生じるなら、記憶していない。時間の(認識)は二通りある。あるときには尺度によってそれを記憶しておらず(例えば、およそ三日前にそれを行ったということのように)、あるときには尺度によっても記憶している。しかし、尺度によってでなくても、記憶してはいるのである。いつであるかの量を尺度によって認識しないとき、「記憶してはいるが、しかし、いつであるかは知らない」と言うのが常である。さて、記憶力の良い人々と想起力の優れた人々が同一ではないということは、以前に述べられた。想起することは、記憶することと、時間において異なるだけでなく、記憶することには他の動物も多くあずかるが、想起することには、知られている動物のうちで人間を除いては、いわば何もあずからないという点において異なる。その理由は、想起することは一種の推論のようなものだからである。なぜなら、想起する人は、以前に見た、あるいは聞いた、あるいはそのような何かを経験した、と推論するのであり、それは一種の探究のようなものだからである。そしてこれは、熟慮する能力をも備えているもの、すなわち本性上(人間)だけに属している。なぜなら、熟慮することも一種の推論だからである。そして、この状態が身体的な何ものでかあり、想起がそのような(状態における)イメージについての探究であることの兆候は、思い出せないとき、思考を大いに集中させているのに(そして、もはや思い出すことを試みていないときでもなおさら)一部の人々をひどく悩ませること、とりわけ憂鬱質の人々を悩ませることである。というのも、彼らを最も動かすのはイメージだからである。想起することが彼ら自身の自由にならない原因は、投げる者たちにとって(投げたものを)止めることがもはや彼らの自由にならないのと同様に、想起し、追跡する者もまた、その中に受動があるような身体的な何ものかを動かしているからである。とりわけ、感覚の部位の周りにたまたま湿気が存在している人々が悩まされる。なぜなら、(湿気は)ひとたび動かされると、求められているものが現れ、運動がまっすぐに進むまでは、容易には止まらないからである。それゆえ、怒りや恐れもまた、何かを動かしたとき、これらが再び反対に動くにもかかわらず、鎮まることはなく、むしろ同じ方向へと反対に動き続ける。また、この状態は、名前や旋律や言葉が口を突いて激しく出たときと似ている。なぜなら、歌うことや話すことをやめ、そう望まないときであっても、再びそれらが歌ったり話したりするように現れるからである。また、身体の上部がより大きい人々や小人のような人々は、感覚の(部位)に大きな重みを持っているため、反対の人々よりも記憶力が劣っている。彼らは初めから運動を維持することができずに消散させてしまうし、想起するときにも容易にまっすぐ進むことができないからである。また、非常に若い人々や極めて高齢の人々も、運動のために記憶力が劣っている。後者は衰退の過程にあり、前者は大きな成長の過程にあるからである。さらに、幼い子供たちは年齢がかなり進むまでは小人のようでもある。さて、記憶と記憶することについて、それらの本性がどのようなものであり、動物が魂のどの部分によって記憶するのか、また想起することについて、それが何であり、どのようにして、いかなる原因によって生じるのかについては、述べられた。

構文注3 件
  1. 452b25τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι

    「想起することが彼ら自身の自由にならないこと」の原因を示す句。属格冠詞 τοῦ は、続く不定詞句全体(μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι)を属格名詞化し、直前の αἴτιον(原因)に対する説明(属格補語)として機能している。

  2. 453a10τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις

    想起(ἀναμιμνήσκεσθαι)が「一種の推論(συλλογισμός τις)」であるという定義。想起する主体が、過去の経験(見た、聞いたなど)を前提として「これがあったから、あれがあった」と論理的に結びつける探索のプロセスを表す。

  3. 453a25ἀντικινούντων πάλιν τούτων

    独立属格構文。「これら(怒りや恐れを引き起こす身体的要因など、あるいは怒りや恐れそのもの)が再び対抗して動いているとき」という意味。主節の動詞 οὐ καθίστανται(静まらない)に対する譲歩的または随伴的な状況を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:2#3