Humanitext Reader

亚里士多德 · 论记忆与回忆 §2#2

回忆中的搜寻运动与时间知觉的比例机制

第 4 段,共 5 段 · 希腊语

内容简介

阐明回忆通过关联运动链条的起点或中间点被搜寻的机制,讨论习惯对自然的模拟,并结合几何比例模型解释理智如何在内部测度时间与空间的距离。

§2#2Πολλάκις δ’ ἤδη μὲν ἀδυνατεῖ ἀναμνησθῆναι, ζητεῖν δὲ δύναται καὶ εὑρίσκει.
然而,很多时候人起初无法回忆,但能够寻找并找到。
Τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα.
这发生在他启动许多运动时,直到启动这样一个运动,目标事物就会随之而来。
Τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι δυνάμει τὴν κινοῦσαν· τοῦτο δέ, ὥστ’ ἐξ αὐτοῦ καὶ ὧν ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται.
因为记住是指推动的运动可能地存在于内部;而这也就是,如前所述,以一种能从自身及自身所具有的运动中被推动的方式存在。
Δεῖ δὲ λαβέσθαι ἀρχῆς.
但人必须抓住一个起点。
Διὸ ἀπὸ τόπων δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε.
因此,人们有时似乎是从“场所”开始回忆。
Τὸ δ’ αἴτιον ὅτι ταχὺ ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἔρχονται, οἷον ἀπὸ γάλακτος ἐπὶ λευκόν, ἀπὸ λευκοῦ δ’ ἐπ’ ἀέρα, καὶ ἀπὸ τούτου ἐφ’ ὑγρόν, ἀφ’ οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν.
其原因在于,他们迅速地从一件事物过渡到另一件事物,例如,从牛奶到白色,从白色到空气,并从空气到湿气,再从湿气中,在寻找秋天这个季节时,回忆起秋天。
Ἔοικε δὴ καθόλου ἀρχὴ καὶ τὸ μέσον πάντων· εἰ γὰρ μὴ πρότερον, ὅταν ἐπὶ τοῦτο ἔλθῃ, μνησθήσεται, ἢ οὐκέτ’ οὐδὲ ἄλλοθεν, οἷον εἴ τις νοήσειεν ἐφ’ ὧν Α Β Γ Δ Ε Ζ Η Θ· εἰ γὰρ μὴ ἐπὶ τοῦ Ε μέμνηται, ἐπὶ τοῦ Ε Θ ἐμνήσθη·
确实,在所有事物中,中间部分通常也似乎是一个起点;因为即使在此之前没有回忆起来,当到达这个中间部分时就会回忆起来,否则就再也不能从其他地方回忆起来了,就像人们设想 A B Γ Δ Ε Ζ Η Θ 这一系列字母一样;因为如果不在 Ε 处回忆起来,就会在 Ε Θ 处回忆起来;因为从那里可以向两个方向运动,既可以向 Δ,也可以向 Ε。
ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται, καὶ ἐπὶ τὸ Δ καὶ ἐπὶ τὸ Ε. Εἰ δὲ μὴ τούτων τι ἐπιζητεῖ, ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται, εἰ τὸ Η ἢ τὸ Ζ ἐπιζητεῖ.
但如果不寻找这些事物中的任何一个,那么走到 Γ 时就会回忆起来,如果寻找的是 Η 或 Ζ 的话。
Εἰ δὲ μή, ἐπὶ τὸ Α· καὶ οὕτως ἀεί.
如果不是,则走到 Α 处;总是如此。
Τοῦ δ’ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι ἐνίοτε δὲ μή, αἴτιον ὅτι ἐπὶ πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Ζ ἢ τὸ Δ. Ἐὰν οὖν μὴ διὰ παλαιοῦ κινῆται, ἐπὶ τὸ συνηθέστερον κινεῖται·
而有时能从同一起点回忆起来,有时却不能,其原因在于从同一起点可以向多个方向运动,例如从 Γ 运动到 Ζ 或 Δ。
ὥσπερ γὰρ φύσις ἤδη τὸ ἔθος.
因此,如果不通过旧的习惯路径来推动,就会向更习惯的方向运动;因为习惯已经如同一自然。
Διὸ ἃ πολλάκις ἐννοοῦμεν, ταχὺ ἀναμιμνησκόμεθα· ὥσπερ γὰρ φύσει τόδε μετὰ τόδε ἐστίν, οὕτω καὶ ἐνεργείᾳ· τὸ δὲ πολλάκις φύσιν ποιεῖ.
所以我们经常思考的事情,就能迅速回忆起来;因为就像在自然中“这一个在那个之后”一样,在活动中也是如此;而“经常”塑造了自然。
Ἐπεὶ δ’ ὥσπερ ἐν τοῖς φύσει γίνεται, καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης, ἔτι μᾶλλον ἐν τοῖς δι’ ἔθος, οἷς ἡ φύσις γε μὴ ὁμοίως ὑπάρχει· ὥστε κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ.
但是,既然正如在自然事物中发生的那样,反自然和偶然的事情也会发生,那么在习惯事物中就更是如此,在这些事物中自然并不同样地存在;结果是,有时会被推动到那里,有时也会被推动到其他方向,特别是当有什么东西把人从那里拉向别处时。
Διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα μνημονεῦσαι, παρόμοιον μέν, εἰς δ’ ἐκεῖνο σολοικίζομεν.
由于这个原因,当需要记住一个名字时,我们虽然会想到一个相似的名字,但对那个名字本身却犯了失言的错误。
Τὸ μὲν οὖν ἀναμιμνήσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον.
那么,回忆就是以这种方式发生的。
Τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως.
但最重要的一点是,人必须认识时间,无论是通过尺度还是不确定地。
Ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάττω· εὔλογον δ’ ὥσπερ τὰ μεγέθη· νοεῖ γὰρ τὰ μεγάλα καὶ πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν, ὥσπερ τὴν ὄψιν φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει), ἀλλὰ τῇ ἀνάλογον κινήσει· ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια σχήματα καὶ κινήσεις.
应当设想存在某种东西,人借以判定较长和较短的时间;这与大小的情况类似是合理的;因为人并不是通过将理智延伸到那里来思惟巨大且遥远的事物的,就像有些人对视觉所说的那样(因为即使在事物不存在时也同样会思惟),而是通过比例的运动;因为在理智自身中存在着相似的形状和运动。
Τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ;
那么,当人思惟较大的事物时,有什么不同呢?
Ἢ ὅτι ἐκεῖνα νοεῖ, ἢ τὰ ἐλάττω;
是因为他思惟那些大者,还是思惟较小者?
Πάντα γὰρ τὰ ἐντὸς ἐλάττω, ὥσπερ ἀνάλογον καὶ τὰ ἐκτός.
因为内部的所有事物都较小,就像外部的事物也成比例一样。
Ἔστι δ’ ἴσως ὥσπερ καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν ἄλλο ἐν αὐτῷ, οὕτω καὶ τοῖς ἀποστήμασιν.
或许,正如对于形式可以在自身中把握另一个成比例的东西一样,对于距离也是如此。
Ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται, ποιεῖ τὴν Α Δ·
因此,正如如果人沿着 A B B E 运动,就会产生 A Δ;因为 A Γ 和 Γ Δ 是成比例的。
ἀνάλογον γὰρ ἡ Α Γ καὶ ἡ Γ Δ. Τί οὖν μᾶλλον τὴν Γ Δ ἢ τὴν Ζ Η ποιεῖ;
那么,为什么人产生 Γ Δ 而不产生 Ζ Η 呢?
Ἢ ὡς ἡ Α Γ πρὸς τὴν Α Β ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὴν Μ ἔχει.
是因为正如 A Γ 对 A B 的关系,Θ 对 M 也是如此。
Ταύτας οὖν ἅμα κινεῖται.
因此,人同时进行这些运动。

词汇与语法注释

  1. §2#2κινοῦντι πολλά — 与格分词 κινοῦντι 表示手段或伴随环境,与前文暗含的动作主体相呼应,意为“通过启动许多运动”。
  2. §2#2ἀπὸ τόπων — τόποι(场所)指的是古希腊记忆术中在心中设定的、用以辅助回忆的“位置”或“联想节点”。
  3. §2#2ἐπὶ τοῦ Ε Θ ἐμνήσθη — 此处的文本传抄存在多重异文和解释,主要是用字母顺序来图解思想运动:在中间点 E 处未能回忆时,借助 E 与目标 Θ 的关联点来达成回忆。
  4. ¦p.284¦τῇ ἀνάλογον κινήσει — 亚里士多德指出,理智对巨大或遥远事物的认知并不是通过物理上的延伸,而是通过灵魂内部一种与外部事物比例相对应的“成比例的运动”。
  5. ¦p.284¦τὴν Α Β Β Ε κινεῖται — 此处借助几何学比例图式,说明内部运动线段(A B, B E)如何与外部实际距离(A Δ, Γ Δ)形成映射(如 A Γ : A B = Θ : Μ),以此建构灵魂内部的测度模型。

引用这一段

亚里士多德, 论记忆与回忆 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。