§31.1Διὰ τί ῥᾷον κινεῖται τὸ κινούμενον ἢ τὸ μένον, οἶον τὰς ἁμάξας θᾶττον κινουμένας ὑπάγουσιν ἢ ἀρχομένας;
为什么运动中的物体比静止的物体更容易被推动? 例如,人们拉马车时,比起刚开始起步时,在它已经跑得更快时拉得更容易?
Ἣ ὅτι χαλεπώτατον μὲν τὸ εἰς τοὐναντίον κινούμενον κινῆσαι βάρος;
还是因为,去推动一个向相反方向运动的重物是最困难的?
ἀφαιρεῖται γάρ τι τῆς τοῦ κινοῦντος δυνάμεως, κἂν πολὺ θᾶττον ᾖ· ἀνάγκη γὰρ βραδυτέραν γίνεσθαι τὴν ὦσιν τοῦ ἀντωθουμένου.
因为即使它运动得快得多,推动者的力量也会被夺走一部分;因为由于反向推力的作用,推动力不可避免地会变得迟缓。
§31.2Δεύτερον δέ, ἐὰν ἠρεμῇ· ἀντιτείνει γὰρ καὶ τὸ ἠρεμοῦν.
第二,如果它是静止的[也很困难];因为静止的物体也会产生抵抗。
Τὸ δὲ κινούμενον ἐπὶ τὸ αὐτὸ τῷ ὠθοῦντι ὅμοιον ποιεῖ ὥσπερ ἄν εἰ αὐξήσειέ τις τὴν τοῦ κινοῦντος δύναμιν καὶ ταχυτῆτα· ὃ γὰρ ὑπ’ ἐκείνου ἂν ἔπασχε, τοῦτο αὐτὸ ποιεῖ εἰς τὸ πρὸ ὁδοῦ κινούμενον.
而与推动者向同一方向运动的物体,所产生的效果就像是有人增加了推动者的力量和速度一样;因为,它本会从推动者那里承受的动作,在向前进的方向运动时,它自己完成了这同样的事。