Humanitext Reader

亚里士多德 · 机械学 §24.10-24.18

同心圆悖论的解答与圆心的本质作用

第 27 段,共 38 段 · 希腊语

内容简介

提出了同心圆悖论的解决方案。文中解释道,当两圆结合时,一圆并非以其自身固有的运动方式运动,而是被迫承受另一圆的运动;此外,“同一中心”仅具有偶性上的同一,根据哪一个圆作为运动的起点,中心所发挥的本质作用也有所不同。

§24.10Τὸ γὰρ αὐτὸ τῷ αὐτῷ τάχει φερόμενον ἴσην πέφυκε διεξιέναι· τῷ αὐτῷ δὲ τάχει ἴσην ἐστὶ κινεῖν ἀμφοτεράκις.
因为以相同速度运动的同一物体,其自然属性是穿过相等的距离;而在两种情况下同样运动,即意味着速度相同。
Ἀρχὴ δὲ ληπτέα ἥδὲ περὶ τῆς αἰτίας αὐτῶν,ὅτι ἡ αὐτὴ δύναμιςκαὶ ἴση τὸ μὲν βραδύτερον κινεῖ μέγεθος, τὸ δὲ ταχύτερον.
但是,我们必须把以下这条作为关于其原因的原理来接受:即同一且相等的力,使一个物体移动得较慢,而使另一个物体移动得较快。
§24.11Εἰ δή τι εἴη ὃ μὴ πέφυκεν ὑφ’ ἑαυτοῦ κινεῖσθαι, ἐὰντοῦτο ἅμα καὶ αὐτὸ κινῇ τὸ πεφυκὸς κινεῖσθαι, βραδύτερον κινηθήσεται ἢ εἰ αὐτὴ καθ’ αὐτὴν ἐκινεῖτο.
如果存在某种不具备自身运动性质的物体,而这个物体与具备运动性质的物体一同运动并被其推动,那么它运动得会比它自身单独运动时更慢。
Καὶ ἐὰν μὲν πεφυκὸς ᾖ κινεῖσθαι, μὴσυγκινῆται δὲ μηθέν, ὡσαύτως ἕξει.
如果它具备运动性质,且没有其他物体一同运动,其状态也是如此。
Καὶ ἀδύνατον δὴ κινεῖσθαι πλέον ἢ τὸ κινοῦν· οὐ γὰρ τὴν αὐτοῦ κινεῖται κίνησιν, ἀλλὰ τὴν τοῦ κινοῦντος.
而且,被动运动物体的运动距离绝对不可能超过推动者;因为它的运动并不是它自身的运动,而是推动者的运动。
§24.12Εἴη δὴ κύκλος ὁ μὲν μείζων τὸ Α, ὁ δὲ ἐλάττων ἐφ’ ᾧ Β. Εἰ ὠθοίη δ’ ὁ ἐλάττων τὸν μείζω, μὴ κυλιομένου αὐτοῦ, φανερὸν ὅτι τοσοῦτον δίεισι τῆς εὐθείας ὁ μείζων, ὅσον ἐώσθη ὑπὸ τοῦ ἐλάττονος.
设大圆为 A,小圆为 B。 如果小圆在自身不滚动的状态下推动大圆,显而易见,大圆在直线上移动的距离,将等于它被小圆推动的距离。
Τοσοῦτον δέ γε ἐώσθη ὅσον ὁ μικρὸς ἐκινήθη, Ἴσην ἄρα τῆς εὐθείας διεληλύθασιν.
而它被推动的距离额外等于小圆移动的距离;因此,它们在直线上穿过了相等的距离。
§24.13Ἀνάγκη τοίνυν καὶ εἰ κυλιόμενος ὁ ἐλάττων τὸν μείζω ὠθοίη, κυλισθῆναι μὲν ἄμα τῇ ὥσει, τοσοῦτον δ’ ὅσον ὁ ἐλάττων ἐκυλίσθη, εἰ μηθὲν αὐτὸς τῇ αὐτῇ κινήσει κινεῖται.
因此,即使小圆在滚动的同时推动大圆,大圆也必然在被推动的同时滚动,并且滚动的距离等于小圆滚动的距离,只要大圆自身在这同一种运动中没有凭自身力量进行任何自主运动。
Ὡς γὰρ καὶ ὅσον ἐκίνει, τοσοῦτον κεκινῆσθαι ἀνάγκη τὸ κινούμενον ὑπ’ ἐκείνου.
因为推动者推动了多少,被其推动的物体也必然运动了多少。
Ἀλλὰ μὴν ὅ τε κύκλος τοσοῦτον ἐκίνησε τὸ αὐτό, κύκλῳ τε καὶ ποδιαίαν (ἔστω γὰρ τοσοῦτον ὃ ἐκινήθη),καὶ ὁ μέγας ἅρα τοσοῦτον ἐκινήθη.
况且,小圆已经以同样的距离(无论是圆周上还是以一英尺为限,设移动距离即为如此)推动了自身;因此,大圆也同样移动了这么多。
§24.14Ὁμοίως δὲ κἂν ὁ μέγας τὸν μικρὸν κινήσῃ, ἔσται κεκινημένος ὁ μικρὸς ὡς καὶ ὁ μείζων.
同样,即使是大圆推动小圆,小圆也必然像大圆那样移动。
Καθ’ αὐτὸν μὲν δὴ κινηθεὶς ὁποτεροσοῦν, ἐάν τε ταχὺ ἐάν τε βραδέως· τῷ αὐτῷ δὲ τάχει εὐθὺς ὅσην ὁ μείζων πέφυκεν ἐξελιχθῆναι γραμμήν.
事实上,如果其中任何一个圆单独运动,不论是快是慢,[它们都展开各自本应展开的线];但在相同的速度下,它们立刻展开了大圆自然状态下所能展开的那么长的线。
Ὅπερ καὶ ποιεῖ τὴν ἀπορίαν, ὅτι οὐκέτι ὁμοίως ποιοῦσιν ὅταν συναρμοσθῶσιν.
这正是产生疑惑的原因:因为当它们结合在一起时,它们的作用就不再像各自单独时那样了。
§24.15Τὸ δ’ ἔστιν, εἰ ὁ ἕτερος ὑπὸ τοῦ ἑτέρου κινεῖται οὺχ ἢν πέφυκεν, οὐδὲ τὴν αὐτοῦ κίνησιν.
但事实是,如果一圆被另一圆推动,其运动方式并非其自然状态,也不是其自身的运动。
Οὐθὲν γὰρ διαφέρει περιθεῖναι καὶ ἐναρμόσαι ἢ προσθεῖναι ὁποτερονοῦν ὁποτέρῳ· ὁμοίως γάρ, ὅταν ὁ μὲν κινῇ ὁ δὲ κινῆται ὑπὸ τούτου, ὅσον ἄν κινῇ ἅτερος, τοσοῦτον κινηθήσεται ἅτερος.
因为,将其中一个圆套在另一个圆的周围并使其固定,与将它们并排靠在一起,并没有任何区别;因为同样地,当一圆推动而另一圆被其推动时,一圆推动多少,另一圆就被推动多少。
§24.16Ὅταν μὲν οὖν προσκείμενον κινῇ ἢ προσκρεμάμενον, οὐκ ἀεὶ κυλίει τις· ὅταν δὲ περὶ τὸ αὐτὸ κέντρον τεθῶσιν, ἀνάγκη κυλίεσθαι ἀεὶ τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου.
因此,当人推动并排放置或悬挂的物体时,并不总是使其滚动;但当它们被置于同一中心时,一圆必然总是被另一圆带动滚动。
Ἀλλ’ οὐθὲν ἧττον οὐ τὴν αὑτοῦ κίνησιν ἅτερος κινεῖται, ἀλλ’ ὥσπερ ἂν εἰ μηδεμίαν εἶχε κίνησιν.
然而,被带动的圆并不是以其自身的运动在运动,而是就像它完全没有运动一样。
Κἂν ἔχῃ. μὴ χρῆται δ’ αὐτῇ, ταὐτὸ συμβαίνει.
即使它拥有运动但并不使用,结果也是一样的。
§24.17Ὅταν μὲν οὖν ὁ μέγας κινῇ ἐνδεδεμένον τὸν μικρόν, ὁμικρὸς κινεῖται ὅσηνπερ οὗτος· ὅταν δὲ ὁ μικρός, πάλιν ὁ μέγας ὅσην οὗτος.
所以,当大圆推动与其绑在一起的小圆时,小圆移动的距离与大圆完全相同;而当小圆推动时,大圆再次移动与小圆相同的距离。
Χωριζόμενος δὲ ἑκάτερος αὐτὸν κινεῖ αὐτός, Ὅτι δὲ τοῦ αὐτοῦ κέντρου ὄντος καὶ κινοῦντος τῷ αὐτῷ τάχει συμβαίνει ἄνισον διεξιέναι αὑτοὺς γραμμήν, παραλογίζεται ὁ ἀπορῶν σοφιστκῶς.
但当它们分开时,每一个都自主运动。 至于为什么在中心相同且以相同速度运动的情况下,它们会穿过不相等的线,对此感到疑惑的人是在进行诡辩式的虚假推理。
§24.18Τὸ αὐτὸ μὲν γάρ ἐστι κέντρον ἀμφοῖν, ἀλλὰ κατὰ συμβεβηκός,ὡς μουσικὸν καὶ λευκόν· τὸ γὰρ εἶναι ἑκατέρου κέντρου τῶν κύκλων οὐ τῷ αὐτῷ χρῆται.
因为对于两者来说,中心虽然是同一个,但这只是偶性的同一,就像“精通音乐”和“肤色白皙”是同一的一样;因为作为每个圆的中心,其本质(τὸ εἶναι)并不具有相同的含义。
Ὅταν μὲν οὖν ὁ κινῶν ᾖ ὁ μικρός, ὡς ἐκείνου κέντρον καὶ ἀρχή, ὅταν δὲ ὁ μέγας, ὡς ἐκείνου.
因此,当推动者是小圆时,它作为小圆的中心和起点起作用;而当推动者是大圆时,则作为大圆的中心。
Οὔκουν τὸ αὐτὸ κινεῖ ἀπλῶς, ἀλλ’ ἔστιν ὥς.
所以,推动它们的并不是绝对意义上的同一个东西,而只是在某种意义上是相同的。

词汇与语法注释

  1. 856aτὴν τοῦ κινοῦντος — 意为“推动者的[运动]”。在上下文中,省略了前文的名词 `κίνησιν`,理解时需要予以补全。
  2. §24.14Καθ’ αὐτὸν μὲν δὴ κινηθεὶς ὁποτεροσοῦν, ἐάν τε ταχὺ ἐάν τε βραδέως· τῷ αὐτῷ δὲ τάχει εὐθὺς ὅσην ὁ μείζων πέφυκεν ἐξελιχθῆναι γραμμήν. — 此句极为简练。前半句(“若其中任何一者单独运动,不论是快是慢”)含有让步语气(即展开其自身固有的周长),并与后半句由 `τῷ αὐτῷ δὲ τάχει`(“但在[结合而成的]同一速度下”)引导的部分形成对比。需要补全省略的主动词(如 `ἐξελίττεται`),以理解其描述的在结合状态下被大圆固有长度所牵引的反常现象。
  3. §24.18τὸ γὰρ εἶναι ἑκατέρου κέντρου τῶν κύκλων — 此处使用了亚里士多德哲学中表示“本质”或“存在定义”的术语 `τὸ εἶναι`(作为……之存在)。用以说明尽管在几何学上它们重合于同一点,但作为各自圆运动的起点(功能和定义),它们具有不同的含义。

引用这一段

亚里士多德, 机械学 §24.10-24.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg023.humanitext-grc1:24.10-24.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。