§1.32.1ὁ μὲν οὖν φίλος τοιοῦτος·
因此,朋友就是这样的人。
ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας καὶ ἀλαζονείας.
而真实(诚实)是装傻与自夸之间的中庸。
ἔστι δὴ περὶ λόγους, οὐ πάντας δέ.
它确实与言语有关,但并非与所有言语有关。
ὁμὲν γὰρ ἀλαζών ἐστιν ὁ πλείω τῶν ὑπαρχόντων αὑτῳ προσποιούμενος εἶναι, ἢ εἰδέναι ἃ μὴ οἶδεν, ὁ δʼ εἴρων ἐναντίος τούτῳ καὶ ἐλάττω τῶν ὑπαρχόντων προσποιούμενος αὑτῷ εἶναι, καὶ ἃ οἶδεν μὴ φάσκων, ἀλλʼ ἐπικρυπτόμενος τὸ εἰδέναι.
因为自夸者是那种假装自己拥有比实际更多,或者假装知道自己所不知道的事情的人;而装傻者则与之相反,假装自己拥有比实际更少,并且不承认自己所知道的事情,反而隐瞒自己的知识。
§1.32.2ὁ δὲ ἀληθὴς οὐδέτερον τούτων ποιήσει.
相反,真实的人两者都不会做。
οὔτε γὰρ προσποιήσεται πλείω τῶν ὑπαρχόντων οὔτʼ ἐλάττω, ἀλλὰ τὰ ὑπάρχοντα αὑτῷ ταῦτα φήσει καὶ εἶναι καὶ εἰδέναι.
因为他既不会假装拥有比实际更多,也不会假装更少,而是会声称自己实际拥有的这些事情既存在,也是他所知道的。
εἰ μὲν οὖν εἰσιν αὗται ἀρεταὶ ἢ μὴ ἀρεταί, ἄλλος ἂν εἴη λόγος· ὅτι δὲ μεσότητές εἰσι τῶν εἰρημένων, δῆλον.
那么,这些究竟是美德还是非美德,将是另外一个话题;但显而易见的是,它们是上述事物之间的中庸。
οἱ γὰρ κατʼ αὐτὰς ζῶντες ἔπαινοῦνται.
因为按照它们生活的人是受到称赞的。