§1.31.1φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους·
友善是谄媚与敌意之间的中庸,并且与言行有关。
ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν.
因为谄媚者是那种比得体和实际的情况添加更多的人,而讨人厌者则是敌对的,并且连实际存在的东西也要剥夺。
οὐδέτερος οὖν ὀρθῶς ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων· §1.31.2οὔτε γὰρ πλείω τῶν ὑπαρχόντων προσθήσει, οὔτʼ ἐπαινέσει τὰ μὴ προσήκοντα, οὔτʼ αὖ πάλιν ἐλάττω ποιήσει, οὔτε πάντως ἐναντιώσεται παρὰ τὸ δοκοῦν αὑτῷ.
因此,两者都不值得正当的称赞,而朋友则处于它们之间;因为他既不会增加比实际存在更多的事物,也不会称赞不得体的事情,反之亦然,他既不会减少它,也不会违背自己的看法而一味反对。