§1.30.1εὐτραπελία δʼ ἐστὶ μεσότης βωμολοχίας καὶ ἀγροικίας, ἔστιν δὲ περὶ [τὰ] σκώμματα.
机智是丑角行为与粗俗之间的中庸,并且与玩笑有关。
ὅ τε γὰρ βωμολόχος ἐστὶν ὁ πάντα καὶ πᾶν οἰόμενος δεῖν σκώπτειν, ὅ τε ἄγροικος ὁ μήτε σκώπτειν βουλόμενος δεῖν μήτε σκωφθῆναι, ἀλλʼ ὀργιζόμενος· §1.30.2ὁ δʼ εὐτράπελος ἀνὰ μέσον τούτων, ὁ μήτε πάντας καὶ πάντως σκώπτων μήτʼ αὖ[τὸς] ἄγροικος ὤν.
因为丑角是那种认为应该戏谑所有人以及所有事的人,而粗俗的人则是那种既不想开玩笑,也不想被开玩笑,反而生气的人;至于机智的人则处于它们之间,他既不戏谑所有人且以所有方式戏谑,另一方面他自己也不是个粗俗的人。
ἔσται δὲ ὁ εὐτράπελος διττῶς πως λεγόμενος· καὶ γὰρ ὁ δυνάμενος σκῶψαι ἐμμελῶς, καὶ ὃς ἂν ὑπομείνῃ σκωπτόμενος, εὐτράπελος· καὶ ἡ εὐτραπελία τοιαύτη.
顺便说,机智的人在某种意义上可以说是双重的:因为既能得体地开玩笑,又能承受被开玩笑的人,都是机智的人;而机智也正是如此。