§1.29.1αἰδὼς δʼ ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους.
羞耻是无耻与畏缩之间的中庸,并且与言行有关。
ὁ μὲν γὰρ ἀναίσχυντός ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν (ἄπρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος)· §1.29.2ἡ δὲ αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων.
因为无耻的人是那种在任何情况下、对任何人,都说出或做出碰巧想到的事的人;相反,畏缩的人则是他的对立面,是一个在所有事物和对所有人面前,对于行和言都顾虑重重的人(因为这样的人,即对一切都感到畏惧的人,是什么事也做不成的);而羞耻与有羞耻心的人则是它们之间的一种中庸。
οὔτε γὰρ ἅπαντα καὶ πάντως, ὡς ὁ ἀναίσχυντος, καὶ ἐρεῖ καὶ πράξει, οὔτε ὡς ὁ καταπλήξ, ἐν παντὶ καὶ πάντως εὐλαβηθήσεται, ἀλλὰ πράξει καὶ ἐρεῖ ἐν οἷς δεῖ καὶ ἃ δεῖ καὶ ὅτε δεῖ.
因为他既不会像无耻的人那样,在所有事物上且以所有方式去说和做,也不会像畏缩的人那样,在任何情况下且以所有方式都顾虑重重,而是会在应该的场合、做应该做的事、在应该的时候,去行动和言说。