§1.26.1μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μικροπρεπείας.
豪奢是虚饰与寒酸的中庸。
ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς τῷ πρέποντι γίνεσθαι προσήκει.
豪奢是关于那些应当以得体的方式进行的开支。
ὅστις μὲν οὖν δανανᾷ οὗ μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ εὐπορίαν)·
因此,凡是在不该花费的地方花费的人就是虚饰者,例如,如果有人款待分摊聚餐的客人,却像是在款待婚礼宴席一样,这样的人就是虚饰者(因为虚饰者就是这样的人:在不该显露自己富足的时候显露出来)。
§1.26.2ὁ δὲ μικροπρεπὴς ὁ ἐναντίος τούτῳ, ὃς οὗ δεῖ μὴ μεγαλείως δαπανήσει, ἢ τοῦτο μὴ ποιῶν, οἷον εἰς γάμους ἢ χορηγίαν δαπανῶν, μὴ ἀξίως ἀλλʼ ἐνδεῶς, ὁ τοιοῦτος μικροπρεπής.
而与此相反的是寒酸者,他在应该慷慨花费的地方却不壮丽地花费,或者不这样做——例如在婚礼或合唱队奉仕上花费时,不是相称地而是不足地花费,这样的人就是寒酸者。
§1.26.3ἡ δὲ μεγαλοπτρέπεια καὶ ἀπὸ τοῦ ὀνόματος φανερά ἐστιν οὖσα τοιαύτη οἵαν λέγομεν· ἐπεὶ γὰρ ἐν τῷ καιρῷ τῷ πρέποντι τὸ μέγα δαπανᾷ, ὀρθῶς τῇ μεγαλοπρεπείᾳ τοὔνομα κεῖται.
而豪奢从其名字来看,也显然是如我们所说的那种事物;因为既然他在得体的时候花费巨大,那么“豪奢”这一名称就是正确赋予它的。
ἡ μεγαλοπρέπεια ἄρα ἂν εἴη, ἐπειδή ἐστιν ἐπαινετή, μεσότης τις ἐλλείψεως καὶ ὑπερβολῆς τῆς περὶ δαπάνας τὰς προσηκούσας, ἐν οἷς δεῖ εἰσὶ δέ, ὡς οἴονται, καὶ πλείους μεγαλοπρέπειαι, οἷόν φασι μεγαλοπρεπῶς τʼ ἐβάδισε, καὶ ἄλλαι δὴ τοιαῦται μεγαλοπρέπειαι μεταφοραῖς λέγονται, οὐ κυρίως· οὐ γάρ ἐστιν ἐν τούτοις μεγαλοπρέπεια, ἀλλʼ ἐν οἷς εἰρήκαμεν. .
因此,既然豪奢是值得称赞的,它就应当是关于在必要的情况下那些得体开支的不足与过度之间的一种中庸。 但是,正如人们所认为的,还存在着更多种类的“豪奢”;例如他们说“他走得很豪迈”,而其他这类 “豪奢”都是比喻性地说的,而非本义;因为在这些事物中并不存在豪奢,而是在我们所说的事物中。