§1.24.1— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους.
— 而且吝啬也有许多种,例如我们所说的“吝啬鬼”、“铁公鸡”、“唯利是图者”和“斤斤计较者”。
πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν.
但所有这些都归属于吝啬。
τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές.
因为恶是多样的,而善是单一的;正如健康是简单的,而疾病是多样的。
ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές.
同样,美德是简单的,而恶德是多样的。
πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί.
因为所有这些人在钱财方面都是受谴责的。
— πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρασκευάσασθαι χρήματα;
— 那么,获取和筹措钱财,也是慷慨之人的本分吗?
ἢ οὔ;
还是不是呢?
οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδεμιᾶς.
因为这也绝非任何其他美德的本分。
οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων·
因为制造武器并非勇敢的本分,而是另一种技艺的本分,而勇敢的本分是在接受它们之后正确地加以使用。 对于节制及其他美德也是如此。
οὔτε δὴ τῆς ἐλευθεριότητος, ἀλλʼ ἤδη χρηματιστικῆς.
因此,这自然也不是慷慨的本分,而是理财术的本分了。