§1.23.1ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας.
而慷慨则是挥霍与吝啬之间的中庸。
ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη·
而这些情感是关于钱财的。
ὁ τε γὰρ ἄσωτός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.
因为挥霍者是在不应该消费的事物上、消费得比应该消费的更多、且在不应该消费的时候进行消费的人,而吝啬者则与此相反,是在应该消费的事物上、不消费应该的数额、且在应该消费的时候不进行消费的人。
§1.23.2ἀμφότεροι δὲ οὗτοι ψεκτοί.
而这两者都是受谴责的。
ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν.
在这两者中,一者在于不足,另一者在于过度。
ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων.
因此,既然慷慨的人是值得赞扬的,他应该就是这两者之间的一个中庸之人。
τίς οὖν ἐστίν;
那么,他是谁呢?
ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.
就是那些在应该消费的事物上、消费应该的数额、且在应该消费的时候进行消费的人。