§11Πῶς μὲν οὖν κινεῖται τὰς ἑκουσίους κινήσεις τὰ ζῷα, 11 καὶ διὰ τίνας αἰτίας, εἴρηται·
关于动物如何进行自发运动,以及由于什么原因,已经说明了。
κινεῖται δέ τινας καὶ ἀκουσίους ἔνια τῶν μερῶν, τὰς δὲ πλείστας οὐχ ἑκουσίους.
但是某些部分也进行某种非自发运动,且大部分进行非自主运动。
λέγω δʼ ἀκουσίους μὲν οἷον τὴν τῆς καρδίας τε καὶ τὴν τοῦ αἰδοίου (πολλάκις γὰρ φανέντος τινός, οὐ μέντοι κελεύσαντος τοῦ νοῦ κινοῦνται), οὐχ ἑκουσίους δʼ οἷον ὕπνον καὶ ἐγρήγορσιν καὶ ἀναπνοήν, καὶ ὅσαι ἄλλαι τοιαῦταί εἰσιν.
我所说的非自发运动,例如心脏和阴茎的运动(因为往往当某种事物呈现时,尽管智性并未命令,它们仍会运动),而我所说的非自主运动,例如睡眠、醒觉和呼吸,以及所有其他此类运动。
οὐθενὸς γὰρ τούτων κυρία ἀπλῶς ἐστιν οὔθʼ ἡ φαντασία οὔθʼ ἡ ὄρεξις, ἀλλʼ ἐπειδὴ ἀνάγκη ἀλλοιοῦσθαι τὰ ζῷα φυσικὴν ἀλλοίωσιν, ἀλλοιουμένων δὲ τῶν μορίων τὰ μὲν αὔξεσθαι τὰ δὲ φθίνειν, ὥστʼ ἤδη κινεῖσθαι καὶ μεταβάλλειν τὰς πεφυκυίας ἔχεσθαι μεταβολὰς ἀλλήλων.
因为对于这些运动中的任何一个,想象或欲求都绝非具有绝对的主宰权,而是因为动物必然要经历自然的变化,随着各部分的质变,有的变大,有的变小,从而立刻运动并转化为那些在天性上相互连结的变化。
αἰτίαι δὲ τῶν κινήσεων θερμότητές τε καὶ ψύξεις, αἵ τε θύραθεν καὶ αἱ ἐντὸς ὑπάρχουσαι φυσικαί.
而运动的原因是热和冷,包括外在的和内在自然存在的。
καὶ αἱ παρὰ τὸν λόγον δὴ γινόμεναι κινήσεις τῶν ῥηθέντων μορίων ἀλλοιώσεως συμπεσούσης γίνονται.
事实上,上述部分违背理性的运动,是在质变同时发生时产生的。
(ἡ γὰρ νόησις καὶ ἡ φαντασία, ὥσπερ εἴρηται πρότερον, τὰ ποιητικὰ τῶν παθημάτων προσφέρουσι· τὰ γὰρ εἴδη τῶν ποιητικῶν προσφέρουσι.
(因为正如先前所说,思想和想象会带来受动的产生成因;因为它们带来了产生成因的形相。
) μάλιστα δὲ τῶν μορίων ταῦτα ποιεῖ ἐπιδήλως διὰ τὸ ὥσπερ ζῷον κεχωρισμένον ἑκάτερον εἶναι τῶν μορίων.
)而在各部分中,这两者最为显著地表现出这一点,是因为这两部分的每一部分都仿佛是一个独立的动物。
ἡ μὲν οὖν καρδία φανερὸν διʼ ἣν αἰτίαν· τὰς γὰρ ἀρχὰς ἔχει τῶν αἰσθήσεων· τὸ δὲ μόριον τὸ γεννητικὸν ὅτι τοιοῦτόν ἐστι, σημεῖον· καὶ γὰρ ἐξέρχεται ἐξ αὐτοῦ ὥσπερ ζῷόν τι ἡ τοῦ σπέρματος δύναμις.
关于心脏,其原因显而易见:因为它包含着感觉的起点;而至于生殖器官是如此,其证据是,精子的力量从其中排出来,就仿佛是某种动物一样。
αἱ δὲ κινήσεις τῇ τε ἀρχῇ ἀπὸ τῶν μορίων καὶ τοῖς μορίοις ἀπὸ τῆς ἀρχῆς εὐλόγως συμβαίνουσι, καὶ πρὸς ἀλλήλας οὕτως ἀφικνοῦνται.
而各部分向起点的运动,以及起点向各部分的运动,其发生都是合乎理性的,并且它们以此方式相互传导。
δεῖ γὰρ νοῆσαι τὸ Α ἀρχήν.
因为必须将 A 设想为起点。
αἱ οὖν κινήσεις καθʼ ἕκαστον στοιχεῖον τῶν ἐπιγεγραμμένων ἐπὶ τὴν ἀρχὴν ἀφικνοῦνται, καὶ ἀπὸ τῆς ἀρχῆς κινουμένης καὶ μεταβαλλούσης, ἐπειδὴ πολλὰ δυνάμει ἐστίν, ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β, ἡ δὲ τοῦ ἐπὶ τὸ Γ, ἡ δʼ ἀμφοῖν ἐπʼ ἄμφω.
因此,按照所标明的每个字母的运动都会到达起点,并且当起点运动和变化时,由于它在潜能上是多的,B的起点便到达B,而[C的起点]便到达C,两者的起点则到达两者。
ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ τῷ ἀπὸ μὲν τοῦ Β ἐπὶ τὸ Α ἐλθεῖν ὡς ἐπʼ ἀρχήν, ἀπὸ δὲ τοῦ Α ἐπὶ τὸ Γ ὡς ἀπʼ ἀρχῆς.
而从 B 到 C,则是通过从 B 到作为起点的 A,再从 A 到作为起点的 C。
ὅτι δὲ ὁτὲ μὲν ταὐτὰ νοησάντων γίνεται ἡ κίνησις ἡ παρὰ τὸν λόγον ἐν τοῖς μορίοις, ὁτὲ δʼ οὔ, αἴτιον τὸ ὁτὲ μὲν ἐνυπάρχειν τὴν παθητικὴν ὕλην ὁτὲ δὲ μὴ τοσαύτην ἢ τοιαύτην.
至于有时人们在想到同样的事物时,这些部分会产生违背理性的运动,而有时却不会,原因在于有时受动性物质存在于其中,而有时却没有那么多或并非那种性质。
Περὶ μὲν οὖν τῶν μορίων ἑκάστου τῶν ζῴων, καὶ περὶ ψυχῆς, ἔτι δὲ περὶ αἰσθήσεως καὶ ὕπνου καὶ μνήμης καὶ τῆς κοινῆς κινήσεως, εἰρήκαμεν τὰς αἰτίας· λοιπὸν δὲ περὶ γενέσεως εἰπεῖν.
¦704a ¦ 因此,关于动物的每个部分、关于灵魂、此外关于感觉、睡眠、记忆以及共同运动,我们已经说明了其原因;剩下的就是关于生成进行讨论。