Humanitext Reader

亚里士多德 · 动物的运动 §3

推动天体的无动第一推动者及其外在性

第 2 段,共 8 段 · 希腊语

内容简介

讨论了天体推动者必须无动且存在于外部的必要性,并通过阿特拉斯神话以及地球要保持静止所需不可能之大力量,论证了内部推动者的不合理性。

§3Ἀποήσειε δʼ ἄν τις, ἆρʼ εἴ τι κινεῖ τὸν ὅλον οὐρανόν, 3 εἶναι θέλει ἀκίνητον, καὶ τοῦτο μηθὲν εἶναι τοῦ οὐρανοῦ μόριον μηδʼ ἐν τῷ οὐρανῷ.
人们可能会提出这样一个疑问:如果有某种东西推动了整个天体, 3 它是否必须是无动的,且这推动者不能是天体的任何部分,也不在天体之中。
εἴτε γὰρ αὐτὸ κινούμενον κινεῖ αὐτόν, ἀνάγκη τινὸς ἀκινήτου θιγγάνον κινεῖν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινοῦντος· εἴτʼ εὐθὺς ἀκίνητόν ἐστι τὸ κινοῦν, ὁμοίως οὐδὲν ἔσται τοῦ κινουμένου μόριον.
因为如果它自身在运动的同时推动天体,它就必然触及某种无动的东西来推动,并且这无动之物必须不是推动者的任何部分;而如果推动者直接是无动的,它同样也不会是被推动者的任何部分。
καὶ τοῦ τό γʼ ὀρθῶς λέγουσιν οἱ λέγοντες, ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδʼ ὁτιοῦν μένει μόριον· ἢ γὰρ ἂν ὅλην ἀναγκαῖον ἦν μένειν, ἢ διασπᾶσθαι τὸ συνεχὲς αὐτῆς.
在这点上,那些说“当球体进行圆周运动时,没有任何一个部分保持静止”的人至少说得对;因为否则,要么整个球体必须保持静止,要么其连续性被撕裂。
ἀλλʼ ὅτι τοὺς πόλους οἴονταί τινα δύναμιν ἔχειν, οὐθὲν ἔχοντας μέγεθος ἀλλʼ ὄντας ἔσχατα καὶ στιγμάς, οὐ καλῶς.
但如果他们认为两极具有某种力量,尽管它们没有任何大小,而只是端点和点,那就不对了。
πρὸς γὰρ τῷ μηδεμίαν οὐσίαν εἶναι τῶν τοιούτων μηδενός, καὶ κινεῖσθαι τὴν μίαν κίνησιν ὑπὸ δυοῖν ἀδύνατον· τοὺς δὲ πόλους δύο ποιοῦσιν.
因为除了这类事物中没有任何一个具有任何实体之外,单一的运动也不可能由两个东西推动;而他们却将两极设为两个。
ὅτι μὲν οὖν ἔχει τι καὶ πρὸς τὴν ὅλην φύσιν οὕτως ὥσπερ ἡ γῆ πρὸς τὰ ζῷα καὶ τὰ κινούμενα διʼ αὐτῶν, ἐκ τῶν τοιούτων ἄν τις διαπορήσειεν.
因此,对于整个自然,是否也存在着某种东西,其关系就像地球对动物以及通过它们而运动的事物一样,人们可以从这些情况中进行深入的探究。
οἱ δὲ μυθικῶς τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς ἔχοντα τοὺς πόδας δόξαιεν ἂν ἀπὸ διανοίας εἰρηκέναι τὸν μῦθον, ὡς τοῦτον ὥσπερ διάμετρον ὄντα καὶ στρέφοντα τὸν οὐρανὸν περὶ τοὺς πόλους· τοῦτο δʼ ἂν συμβαίνῃ καὶ κατὰ λόγον διὰ τὸ τὴν γῆν μένειν, ἀλλὰ τοῖς ταῦτα λέγουσιν ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός, πρὸς δὲ τούτοις δεῖ τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος καὶ τὴν τοῦ μένοντος.
而那些在神话中将阿特拉斯描绘成双脚踏在地球上的人,似乎是出于某种理性的理解而叙述了这一神话,仿佛他是作为一根直径,并使天体围绕两极旋转;这由于地球保持静止也可以说是合乎理性的,但对于说这些话的人来说,必然要宣称地球并不是宇宙的任何部分,此外,推动者的力量与保持静止者的力量必须相等。
ἔστι γάρ τι πλῆθος ἰσχύος καὶ δυνάμεως καθʼ ἣν μένει τὸ μένον, ὥσπερ καὶ καθʼ ἣν κινεῖ τὸ κινοῦν· καὶ ἔστι τις ἀναλογία ἐξ ἀνάγκης, ὥσπερ τῶν ἐναντίων κινήσεων, οὕτω καὶ τῶν ἠρεμιῶν.
因为正如推动者借以推动的力量一样,保持静止者借以保持静止的力量也有一定的量;并且,正如相反运动之间一样,静止之间也必然存在某种比例。
καὶ αἱ μὲν ἴσαι ἀπαθεῖς ὑπʼ ἀλλήλων, κρατοῦνται δὲ κατὰ τὴν ὑπεροχήν.
等力量的静止彼此不产生影响,但因一方的超出而被克服。
διόπερ εἴτʼ Ἄτλας εἴτε τι τοιοῦτόν ἐστιν ἕτερον τὸ κινοῦν τῶν ἐντός, οὐδὲν μᾶλλον ἀντερείδειν δεῖ τῆς μονῆς ἣν ἡ γῆ τυγχάνει μένουσα· ἢ κινηθήσεται ἡ γῆ ἀπὸ τοῦ μέσου καὶ ἐκ τοῦ αὐτῆς τόπου.
因此,不论是阿特拉斯还是内部其他类似的推动者,其反作用力都不能超过地球保持的静止力量;否则,地球将偏离中心并离开它自己的位置。
ὡς γὰρ τὸ ὠθοῦν ὠθεῖ, οὕτω τὸ ὠθούμενον ὠθεῖται, καὶ ὁμοίως κατʼ ἰσχύν.
因为正如推动者推动一样,被推动者也被推动,且在力量上是相似的。
κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον, ὥστε μᾶλλον καὶ πλείων ἡ ἰσχὺς ἢ ὁμοία καὶ ἴση τῆς ἠρεμίας.
而且,静止者在最先进行推动,因此其力量比起与静止力量相似且相等,更应该是更大且更多的。
ὡσαύτως δὲ καὶ ἡ τοῦ κινουμένου μέν, μὴ κινοῦντος δέ.
同样地,那被推动但不推动者的力量也是如此。
τοσαύτην οὖν δεήσει τὴν δύναμιν εἶναι τῆς γῆς ἐν τῷ ἠρεμεῖν ὅσην ὅ τε πᾶς οὐρανὸς ἔχει καὶ τὸ κινοῦν αὐτόν.
因此,地球在保持静止时的力量,必须与整个天体以及推动它的力量一样大。
εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ τὸ κινεῖσθαι τὸν οὐρανὸν ὑπό τινος τοιούτου τῶν ἐντός.
但如果这是不可能的,那么天体被内部任何这类东西推动也同样是不可能的。

词汇与语法注释

  1. 699a12Ἀποήσειε δʼ ἄν τις — 这里的 Ἀποήσειε 可能是抄本中 Ἀπορήσειε(ἀπορέω“产生疑问、提出难题”的不定过去时主动祈愿语气)的误写。与 ἄν 结合使用,表示可能性(潜在祈愿语气)。
  2. 30ἂν συμβαίνῃ — 小词 ἄν 与虚拟语气 συμβαίνῃ 的结合。古典雅典散文通常使用 ἄν 配合祈愿语气(部分抄本有异读 συμβαίνοι)来表示潜在语气,而此处虚拟语气被用于传达可能发生或随之而来的结论性状态。
  3. 699b2ἀντερείδειν δεῖ τῆς μονῆς — 不定式 ἀντερείδειν(反向支撑、抗衡)之后连接着比较属格 τῆς μονῆς。在比较级副词 μᾶλλον 的修饰下,构成了“反作用力不能超过[地球的]静止(力量)”的比较句式。
  4. 5ἴση τῆς ἠρεμίας — 表示相等的形容词 ἴση 通常支配与格,但此处由于它通过连词 ἤ 与前方的比较级形容词 μᾶλλον καὶ πλείων(更大且更多)并列,从而共享了比较属格 τῆς ἠρεμίας,使得 ἴση 的支配格被吸引至属格。

引用这一段

亚里士多德, 动物的运动 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg021.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。