Humanitext Reader

亚里士多德 · 动物的运动 §1-2

动物运动中的关节与外部静止支点

第 1 段,共 8 段 · 希腊语

内容简介

探讨了动物运动中关节的作用(在潜能和现实中的一与多)以及内部静止的必要性,随后通过从船内部无法推船的类比,论证了为了实现运动,动物外部也必须存在一个绝对静止的支点。

§1Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν αὐτῶν περὶ 1 ἕκαστον ὑπάρχει γένος, καὶ τίνες διαφοραί, καὶ τίνες αἰτίαι τῶν καθʼ ἕκαστον συμβεβηκότων αὐτοῖς, ἐπέσκεπται περὶ ἁπάντων ἐν ἑτέροις· ὅλως δὲ περὶ τῆς κοινῆς αἰτίας τοῦ κινεῖσθαι κίνησιν ὁποιανοῦν (τὰ μὲν γὰρ πτήσει κινεῖται τὰ δὲ νεύσει τὰ δὲ πορείᾳ τῶν ζῴων, τὰ δὲ κατʼ ἄλλους τρόπους τοιούτους) ἐπισκεπτέον νῦν.
关于动物的运动,属于它们每一属的运动有哪些、有什么区别,以及属于它们各自的偶性的原因是什么,在其他著作中已经对所有这些进行了考察;但现在我们必须全面考察经历任何一种运动的共同原因(因为动物有些通过飞翔而运动,有些通过游泳,有些通过步行,有些则通过其他类似的方式)。
ὅτι μὲν οὖν ἀρχὴ τῶν ἄλλων κινήσεων τὸ αὐτὸ ἑαυτὸ κινοῦν, τούτου δὲ τὸ ἀκίνητον, καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀναγκαῖον ἀκίνητον εἶναι, διώρισται πρότερον, ὅτεπερ καὶ περὶ κινήσεως ἀϊδίου, πότερον ἔστιν ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν.
那么,其他运动的始基是自身运动者,而其始基则是无动者,且第一推动者必然是无动的,这在以前已经确定了,那时我们还讨论了永恒运动是否存在,如果存在,它是什么。
δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν καθʼ ἕκαστα καὶ τῶν αἰσθητῶν, δι᾿ ἅπερ καὶ τοὺς καθόλου ζητοῦμεν λόγους, καὶ ἐφʼ ὧν ἐφαρμόττειν οἰόμεθα δεῖν αὐτούς.
但是,我们不仅必须在理论上把握这一点,还必须在具体和可感的事物上把握,因为我们正是为了这些具体事物才寻求普遍的理论,并且我们认为必须将这些理论应用于它们之上。
φανερὸν γὰρ καὶ ἐπὶ τούτων ὅτι ἀδύνατον κινεῖσθαι μηδενὸς ἠρεμοῦντος, πρῶτον μὲν οὖν ἐν αὐτοῖς τοῖς ζῴοις·
因为在这些事物上也很明显,如果没有什么东西处于静止,运动是不可能的,首先是在动物自身之中。
δεῖ γάρ, ἂν κινῆταί τι τῶν μορίων, ἠρεμεῖν τι· καὶ διὰ τοῦτο αἱ καμπαὶ τοῖς ζῴοις εἰσίν.
因为如果某一部分要运动,就必须有某物静止;正因如此,动物才有关节。
ὥσπερ γὰρ κέντρῳ χρῶνται ταῖς καμπαῖς, καὶ γίνεται τὸ ὅλον μέρος, ἐν ᾧ ἡ καμπή, καὶ ἓν καὶ δύο, καὶ εὐθὺ καὶ κεκαμμένον, μεταβάλλον δυνάμει καὶ ἐνεργείᾳ διὰ τὴν καμπήν.
因为他们把关节当作圆心来使用,而包含关节的整个部分,由于关节的作用,通过在潜能和现实中的转化,既成为一又成为二,既成为直又成为弯。
καμπτομένου δὲ καὶ κινουμένου τὸ μὲν κινεῖται σημεῖον τὸ δὲ μένει τῶν ἐν ταῖς καμπαῖς, ὥσπερ ἂν εἰ τῆς διαμέτρου ἡ μὲν Α καὶ ἡ ∠ μένοι, ἡ δὲ Β κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ. ἀλλ᾿ ἐνταῦθα μὲν δοκεῖ πάντα τρόπον ἀδιαίρετον εἶναι τὸ κέντρον (καὶ γὰρ τὸ κινεῖσθαι, ὡς φασί, πλάττουσιν ἐπʼ αὐτῶν·
当它弯曲和运动时,关节中的这些点,一个运动而另一个保持静止,就像在直径的 A和D保持静止,而B运动并产生AC一样。
οὐ γὰρ κινεῖσθαι τῶν μαθηματικῶν οὐδέν), τὰ δʼ ἐν ταῖς καμπαῖς δυνάμει καὶ ἐνεργείᾳ γίνεται ὁτὲ μὲν ἓν ὁτὲ δὲ διαιρετά.
但是,在那种情况下,圆心似乎在任何方面都是不可分的(因为正如人们所说,他们虚构了它们的运动;因为数学对象没有任何一个在运动),而关节中的点在潜能和现实中,有时成为一,有时则成为可分的。
ἀλλ᾿ οὖν ἀεὶ ἡ ἀρχὴ ἡ πρὸς ὅ,ᾗ ἀρχή, ἠρεμεῖ κινουμένου τοῦ μορίου τοῦ κάτωθεν, οἷον τοῦ μὲν βραχίονος κινουμένου τὸ ὠλέκρανον, ὅλου δὲ τοῦ κώλου ὁ ὦμος, καὶ τῆς μὲν κνήμης τὸ γόνυ, ὅλου δὲ τοῦ σκέλους τὸ ἰσχίον.
无论如何,作为始基的那一端,只要它是始基,就始终保持静止在下方部分运动时;例如,在前臂运动时是肘,在整个肢体运动时是肩,在小腿运动时是膝,在整个腿部运动时是臀。
ὅτι μὲν οὖν καὶ ἐν αὐτῷ ἕκαστόν τι δεῖ -ἔχειν ἠρεμοῦν, ὅθεν ἡ ἀρχὴ τοῦ κινουμένου ἔσται, καὶ πρὸς ὃ ἀπερειδόμενον καὶ ὅλον ἀθρόον κινηθήσεται καὶ κατὰ μέρος, φανερόν.
因此很明显,每个动物自身内部必须有某个静止的东西,运动者的始基将由此产生,并且靠着这个静止的东西,它作为整体可以一举运动,也可以局部地运动。
§22 Ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία ὅμως ἄκυρος, ἂν μή τι ἔξωθεν ἀπλῶς ἠρεμοῦν καὶ ἀκίνητον.
2 然而,如果外部没有某个绝对静止且无动的东西,动物内部的所有静止仍然是无能为力的。
ἄξιον δʼ ἐπιστήσαντας ἐπισκέψασθαι περὶ τοῦ λεχθέντος· ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα συντείνουσαν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ παντὸς κίνησιν καὶ φοράν.
这一说法值得我们停下来进行考察;因为这一探究不仅适用于动物,而且也延伸到整个宇宙的运动和位移。
ὥσπερ γὰρ καὶ ἐν αὐτῷ δεῖ τι ἀκίνητον εἶναι, εἰ μέλλει κινεῖσθαι, οὕτως ἔτι μᾶλλον ἔξω δεῖ τι εἶναι τοῦ ζῴου ἀκίνητον, πρὸς ὃ ἀπερειδόμενον κινεῖται τὸ κινούμενον.
因为正如动物如果想要运动,其内部必须有某种无动的东西一样,同样地,甚至更要在动物外部有某种无动的东西,运动者靠着它才能进行运动。
εἰ γὰρ ὑποδώσει ἀεί, οἷον τοῖς ἑμύσι τοῖς ἐν τῇ γῇ, ἢ τοῖς ἐν τῇ ἄμμῳ πορευομένοις, οὐ πρόεισιν, οὐδʼ ἔσται οὔτε πορεία, εἰ μὴ ἡ γῆ μένοι, οὔτε πτῆσις ἢ νεῦσις, εἰ μὴ ὁ ἀὴρ ἢ ἡ θάλαττα ἀντερείδοι.
因为如果支点总是退让,就像在泥土中的水龟,或在沙地中行走的人那样,它就无法前进;如果大地不保持静止,就不会有步行;如果空气或海洋不提供反作用力,也就不会有飞翔或游泳。
ἀνάγκη δὲ τοῦτο ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου, καὶ μόριον μηδὲν εἶναι τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον· εἰ δὲ μή, οὐ κινηθήσεται.
这一如此无动的东西必须与运动者不同,并且是整体与整体的不同,且绝不能是运动者的任何部分;否则,它就无法运动。
μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ πλοῖον ἔξωθεν μέν, ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστὸν ἢ τι ἄλλο προσβάλλων μόριον, κινεῖ ῥᾳδίως, ἐὰν δʼ ἐν αὐτῷ τις ὢν τῷ πλοίῳ τοῦτο πειρᾶται πράττειν, οὐκ ἂν κινήσειεν οὐδʼ ἂν ὁ Τιτυὸς οὔθʼ ὁ Βορέας πνέων ἔσωθεν ἐκ τοῦ πλοίου, εἰ τύχοι πνέων τὸν τρόπον τοῦτον ὅνπερ οἱ γραφεῖς ποιοῦσιν· ἐξ αὑτοῦ γὰρ τὸ πνεῦμα ἀφιέντα γράφουσιν.
这一点的证据就在于那个令人困惑的问题:为什么如果有人从外部用撑篙推桅杆或对其他部位施力,就能轻易地推动船,但如果有人在船内部试图这样做,他就无法移动它,甚至提堤俄斯或波瑞阿斯从船内部吹风也动不了,假使他以画家们所描绘的方式(因为他们画他时是画他从自己内部吐出气息)来吹风的话。
ἐάν τε γὰρ ἠρέμα ῥιπτῇ τὸ πνεῦμά τις ἐάν τʼ ἰσχυρῶς οὕτως ὥστʼ ἄνεμον ποιεῖν τὸν μέγιστον, ἐάν τε ἄλλο τι τὸ ῥιπτούμενον ἢ ὠθούμενον, ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν, εἶτα πάλιν τοῦτο τὸ μόριον, ἢ αὐτὸ ἢ οὗ τυγχάνει μόριον ὄν, πρὸς τῶν ἔξωθέν τι ἀποστηριζόμενον μένειν.
因为无论有人是轻轻地吹气,还是猛烈地吹以至于产生最大的风,或者被投掷或推动的是其他任何东西,首先都必须靠着自己处于静止的某个部分来推动,然后这个部分,不论是它自身还是它所属的整体,又必须靠着外部的某种东西支撑着保持静止。
ὁ δὲ τὸ πλοῖον ὠθῶν ἐν τῷ πλοίῳ αὐτὸς ὢν καὶ ἀποστηριζόμενος πρὸς τὸ πλοῖον εὐλόγως οὐ κινεῖ τὸ πλοῖον διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς ὃ ἀποστηρίζεται μένειν· συμβαίνει δʼ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖ καὶ πρὸς ὃ ἀποστηρίζεται.
但那个推船的人,由于他自己就在船上并支撑在船上,他动不了船是理所当然的,因为他所支撑的那个东西必须保持静止;而对他来说,推动者和他所支撑的那个东西成了同一个东西。
ἔξωθεν δʼ ὠθῶν ἢ ἕλκων κινεῖ· οὐθὲν γὰρ μέρος ἡ γῆ τοῦ πλοίου.
但从外部推动或拉动就能移动它;因为大地并不是船的一部分。

词汇与语法注释

  1. 698a19γίνεται τὸ ὅλον μέρος, ἐν ᾧ ἡ καμπή, καὶ ἓν καὶ δύο — 主语是 `τὸ ὅλον μέρος`(包含关节的整个部分),而 `καὶ ἓν καὶ δύο`(既是一又是二)作为主格补足语。这描述了带有关节的肢体在伸直时在潜能与现实中被视为一个单一单位,而在弯曲时被视为两个不同的部分。
  2. 698b8ἄκυρος — 该词为阴性单数主格形容词,修饰主语 `πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία`(其内部的所有静止)。条件从句 `ἂν μή τι...` 省略了虚拟式系动词 `ᾖ`,意为“除非外部有某物……”。
  3. 699a6ὁ δὲ τὸ πλοῖον ὠθῶν ἐν τῷ πλοίῳ αὐτὸς ὢν καὶ ἀποστηριζόμενος πρὸς τὸ πλοῖον εὐλόγως οὐ κινεῖ τὸ πλοῖον — 整句的主动词为 `οὐ κινεῖ`(不移动),主语是分词短语 `ὁ... ὠθῶν`(推动者)。`αὐτὸς ὢν`(他自己[在船上])和 `ἀποστηριζόμενος`(支撑着)是与主语一致的伴随分词。`διὰ τὸ ἀναγκαῖον εἶναι...` 是带介词的因果副词短语,包含“对格加不定式”结构,其中 `εἶναι` 的逻辑主语是 `μένειν [τοῦτο] πρὸς ὃ ἀποστηρίζεται`(他所支撑的东西保持静止)。

引用这一段

亚里士多德, 动物的运动 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg021.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。