§6Ἐν δὲ τοῖς φυτοῖς ἐστὶ τὰ μακροβιώτατα, καὶ μᾶλλον ἢ ἐν τοῖς ζῴοις, πρῶτον μὲν ὅτι ἧττον ὑδατώδη, ὥστ’ οὐκ εὔπηκτα· εἶτ’ ἔχει λιπαρότητα καὶ γλισχρότητα, καὶ ξηρὰ καὶ γεώδη ὄντα ὅμως οὐκ εὐξήραντον ἔχει τὸ ὑγρόν.
然而在植物中有最长寿者,甚至比动物更为长寿,首先是因为它们含水分较少,因此不易凝固;其次,它们具有油性和粘性,尽管它们是干燥且多土质的,但其湿气却不易干燥。
Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα.
关于树木本性长寿这一点,必须把握其原因;因为相比于动物,除昆虫外,树木具有其独特的因由。
Νέα γὰρ ἀεὶ τὰ φυτὰ γίνεται· διὸ πολυχρόνια.
因为植物总是变得新颖;所以长寿。
Ἀεὶ γὰρ ἕτεροι οἱ πτόρθοι, οἱ δὲ γηράσκουσιν.
因为总是会产生别的新芽,而旧的则会衰老。
Καὶ αἱ ῥίζαι ὁμοίως.
根部也是如此。
Ἀλλ’ οὐχ ἅμα, ἀλλ’ ὁτὲ μὲν μόνον τὸ στέλεχος καὶ οἱ κλάδοι ἀπώλοντο, ἕτεροι δὲ παρεφύησαν· ὅταν δ’ οὕτως ὦσιν, αἱ ῥίζαι ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται, καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον τὸ δὲ γινόμενον· διὸ καὶ μακρόβια.
但并非同时进行,而是有时仅有树干和树枝枯死,而其他部分从旁生长出来;当处于这种状态时,另外的根又从已有的根中产生,如此这般,一者消亡、一者产生的情况始终在持续;因此它们也很长寿。
Ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὥσπερ εἴρηται πρότερον· διαιρούμενα γὰρ ζῇ, καὶ δύο καὶ πολλὰ γίνεται ἐξ ἑνός.
正如前面所说,植物与昆虫相似;因为它们被分割后仍能生存,并且由一个可以变成两个或多个。
Τὰ δ’ ἔντομα μέχρι μὲν τοῦ ζῆν ἦλθεν, πολὺν δ’ οὐ δύναται χρόνον· οὐ γὰρ ἔχει ὄργανα, οὐδὲ δύναται ποιεῖν αὐτὰ ἡ ἀρχὴ ἡ ἐν ἑκάστῳ.
然而昆虫虽然能达到生存的状态,却不能存活很长时间;因为它们没有器官,而存在于每个昆虫之中的原理也无法产生这些器官。
Ἡ δ’ ἐν τῷ φυτῷ δύναται· πανταχῇ γὰρ ἔχει καὶ ῥίζαν καὶ καυλὸν δυνάμει.
但在植物中的原理却能够做到这一点;因为它在任何地方都潜在地拥有根和茎。
Διὸ ἀπὸ ταύτης ἀεὶ προέρχεται τὸ μὲν νέον τὸ δὲ γηράσκον, μικρόν τι διαφέροντα τῷ εἶναι μακρόβια, οὕτως ὥσπερ τὰ ἀποφυτευόμενα.
因此,从这一原理中,总是一方产生新生的部分,另一方产生衰老的部分,它们长寿这一点,与那些通过扦插而繁殖的植物几乎没有什么区别。
Καὶ γὰρ ἐν τῇ ἀποφυτείᾳ τρόπον τινὰ φαίη ἄν τις ταῦτα συμβαίνειν· μόριον γάρ τι τὸ ἀποφυτευθέν.
因为在扦插中,人们也可以说在某种程度上发生了这些事情;因为被扦插的部分就是某个部分。
Ἐν μὲν οὖν τῇ ἀποφυτείᾳ χωριζομένων συμβαίνει τοῦτο, ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς.
所以,在扦插中,这是在分离的情况下发生的,而在那里的情况下,则是通过连续性发生的。
Αἴτιον δ’ ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ δυνάμει ἐνοῦσα.
其原因在于原理潜在地存在着,并且内置于一切地方。
Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ φυτῶν.
而在动物和植物身上,同样的事情也会发生。
Ἔν τε γὰρ τοῖς ζῴοις τὰ ἄρρενα μακροβιώτερα ὡς ἐπὶ τὸ πολύ· τούτων δὲ τὰ ἄνω μείζω ἢ τὰ κάτω (νανωδέστερον γὰρ τοῦ θήλεος τὸ ἄρρεν), ἐν δὲ τῷ ἄνω τὸ θερμόν, καὶ τὸ ψυχρὸν ἐν τῷ κάτω· καὶ τῶν φυτῶν τὰ κεφαλοβαρῆ μακροβιώτερα.
因为在动物中,雄性大体上更长寿;而在这些动物中,其上部比下部更大(因为雄性比雌性更呈侏儒状),且热在于上部,冷在于下部;而在植物中,那些头重的更长寿。
Τοιαῦτα δὲ τὰ μὴ ἐπέτεια ἀλλὰ δενδρώδη· τὸ γὰρ ἄνω τοῦ φυτοῦ καὶ κεφαλὴ ἡ ῥίζα ἐστί, τὰ δ’ ἐπέτεια ἐπὶ τὸ κάτω καὶ τὸν καρπὸν λαμβάνει τὴν αὔξησιν.
此类植物并非一年生,而是树木状的;因为根是植物的上部和头部,而一年生植物则向着下部和果实的方向获得生长。
Ἀλλὰ περὶ μὲν τούτου καὶ καθ’ αὑτὰ ἐν τοῖς περὶ φυτῶν διορισθήσεται· νῦν δὲ περὶ τῶν ἄλλων ζῴων εἴρηται τὸ αἴτιον περί τε μεγέθους ζωῆς καὶ βραχυβιότητος.
但关于这一点,将在《论植物》中对其自身进行具体规定;现在,关于其他动物,生命之长短的原因已经得到了阐明。
Λοιπὸν δ’ ἡμῖν θεωρῆσαι περί τε νεότητος καὶ γήρως καὶ ζωῆς καὶ θανάτου· τούτων γὰρ διορισθέντων τέλος ἂν ἡ περὶ τῶν ζῴων ἔχοι μέθοδος.
剩下留给我们的,是要考察年轻与年老、以及生命与死亡;因为一旦这些得到了规定,关于动物的探究方法就会达到终点。