§5Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν.
此外,我们看到火的消亡有两种方式,即衰亡与熄灭。
Καλοῦμεν δὲ τὴν μὲν ὑφ’ αὑτοῦ μάρανσιν, τὴν δ’ ὑπὸ τῶν ἐναντίων σβέσιν, τὴν μὲν γήρᾳ, τὴν δὲ βίαιον.
我们把火自身的消亡称为衰亡,而把因对立物引起的消亡称为熄灭,前者是由于衰老,后者则是暴力的。
Συμβαίνει δ’ ἀμφοτέρας διὰ ταὐτὸ γίνεσθαι τὰς φθοράς· ὑπολειπούσης γὰρ τῆς τροφῆς, οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν, φθορὰ γίνεται τοῦ πυρός.
然而,这两种消亡的发生都是由于同一个原因;因为当燃料匮乏,且热量无法吸收燃料时,火的消亡就会发生。
Τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει, πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι· ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμόν, καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν.
因为对立物通过停止消化来阻碍其获得营养,而另一些时候,由于不呼吸也不冷却,积聚了过多的热量,因而发生衰亡;因为即使在这种情况下,大量积聚的热量也会迅速消耗掉燃料,并在蒸气产生之前,先一步将其消耗殆尽。
Διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλεῖον πῦρ, ἀλλὰ καὶ αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη πλείονι φλογὶ κατακάεται, καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν.
因此,不仅较小的火在较大的火旁会发生衰亡,甚至油灯自身的火焰,当被置于更大的火焰中时,也会被烧尽,就像任何其他可燃物一样。
Αἴτιον δ’ ὅτι τὴν μὲν οὖσαν ἐν τῇ φλογὶ τροφὴν φθάνει λαμβάνουσα ἡ μείζων φλὸξ πρὶν ἐπελθεῖν ἑτέραν, τὸ δὲ πῦρ ἀεὶ διατελεῖ γινόμενον καὶ ῥέον ὥσπερ ποταμός, ἀλλὰ λανθάνει διὰ τὸ τάχος.
其原因在于,较大的火焰在新的燃料到来之前,先一步夺走了火焰中现有的燃料,而火总是像河流一样不断生成和流转,只是由于其速度极快而未被察觉。
Δῆλον τοίνυν ὡς εἴπερ δεῖ σώζεσθαι τὸ θερμόν (τοῦτο δ’ ἀναγκαῖον, εἴπερ μέλλει ζῆν), δεῖ γίνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν.
因此显而易见,如果热量必须得以保存(若要存活,这便是必然的),那么在主导本原中的热量就必须得到某种冷却。
Παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων· ἂν μὲν γὰρ ὦσι περιπεπωμασμένοι τῷ καλουμένῳ πνιγεῖ συνεχῶς, ἀποσβέννυνται ταχέως· ἂν δὲ παρ’ ἄλληλά τις ποιῇ πυκνὰ τὴν ἀφαίρεσιν καὶ τὴν ἐπίθεσιν, μένουσι πεπυρωμένοι πολὺν χρόνον.
这可以从木炭被闷熄时的情形中找到例证;因为如果它们被所谓的熄火盖持续覆盖,就会迅速熄灭,但如果人们频繁地交替取下和盖上盖子,它们就能在很长时间内保持红热。
Ἡ δ’ ἔγκρυψις σώζει τὸ πῦρ· οὔτε γὰρ ἀποπνεῖν κωλύεται διὰ μανότητα τῆς τέφρας, ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος.
而将火埋在灰中可以保存它;因为由于灰的空隙较多,它并不阻碍热量的散发,同时它又对周围的空气起到阻挡作用,从而不会因其自身固有热量的丰富而使火熄灭。
Ἀλλὰ περὶ μὲν τῆς αἰτίας ταύτης, ὅτι τὸ ἐναντίον συμβαίνει τῷ ἐγκρυπτομένῳ καὶ καταπνιγομένῳ πυρί (τὸ μὲν γὰρ μαραίνεται, τὸ δὲ διαμένει πλείω χρόνον), εἴρηται ἐν τοῖς προβλήμασιν.
但是,关于这一原因,即埋灰之火与闷熄之火发生相反的情况(因为前者衰亡,而后者能维持更长时间),已在《问题集》中进行了讨论。
§6Ἐπεὶ δὲ πᾶν ζῷον ἔχει ψυχήν, αὐτὸ δ’ οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητος, ὥσπερ εἴπομεν, τοῖς μὲν φυτοῖς ἡ διὰ τῆς τροφῆς καὶ τοῦ περιέχοντος ἱκανὴ γίνεται βοήθεια πρὸς τὴν τοῦ φυσικοῦ θερμοῦ σωτηρίαν.
既然所有生物都有灵魂,而灵魂正如我们所说,没有自然热量就无法存在,那么对于植物来说,通过燃料(养料)以及周围环境所提供的帮助,就足以保存其自然热量。
Καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα, καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις· αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει κινούμενος, ἕως ἂν λάβῃ τὴν πέψιν.
因为燃料在进入时会产生冷却,正如人类在刚进食时一样;相反,禁食会使身体发热并产生口渴;因为空气在静止时总是会变热,但当食物进入时,它会运动并起到冷却作用,直到消化完成。
Ἐὰν δὲ ἢ τὸ περιέχον ὑπερβάλλῃ ψυχρότητι διὰ τὴν ὥραν, ἰσχυρῶν γινομένων πάγων, ἐξαυαίνεται, αίνεται, ἢ τοῦ θέρους ἰσχυρὰ συμβαίνῃ καύματα καὶ μὴ δύνηται τὸ σπώμενον ἐκ τῆς γῆς ὑγρὸν καταψύχειν, φθείρεται μαραινόμενον τὸ θερμόν, καὶ λέγεται σφακελίζειν καὶ ἀστρόβλητα γίνεσθαι τὰ δένδρα περὶ τοὺς καιροὺς τούτους.
如果因为季节的缘故,周围环境的寒冷程度超出了限度,在发生严重霜冻时,植物就会枯萎, [枯萎],或者在夏天发生严重的酷暑,从土壤中吸取的水分无法起到冷却作用时,热量就会因衰亡而毁灭,在这些季节里,树木据说会遭受枯萎病并变得如同被星辰击中一般。
Διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν.
因此,人们甚至在根部下方放置某些种类的石头,并在器皿中装水,以便植物的根部得以冷却。
Τῶν δὲ ζῴων ἐπεὶ τὰ μέν ἐστιν ἔνυδρα τὰ δ’ ἐν τῷ ἀέρι ποιεῖται τὴν δίαιταν, ἐκ τούτων καὶ διὰ τούτων πορίζεται τὴν κατάψυξιν, τὰ μὲν τῷ ὕδατι τὰ δὲ τῷ ἀέρι.
而对于动物,由于有些是水生的,有些则在空气中生活,它们从这些介质中并由于这些介质而获得冷却——有些通过水,有些则通过空气。
Τίνα δὲ τρόπον καὶ πῶς, λεκτέον ἐπιστήσασι τὸν λόγον μᾶλλον.
至于其方式和如何进行,我们必须在更加集中精力于该论题之后再作说明。