§5Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν.
さらにまた、火の消滅には、立ち枯れと消火という二つのやり方があるのを我々は目にしている。
Καλοῦμεν δὲ τὴν μὲν ὑφ’ αὑτοῦ μάρανσιν, τὴν δ’ ὑπὸ τῶν ἐναντίων σβέσιν, τὴν μὲν γήρᾳ, τὴν δὲ βίαιον.
そして我々は、自己自身による消滅を立ち枯れと呼び、対立するものによる消滅を消火と呼ぶ。 前者は老衰によるものであり、後者は暴力的なものである。
Συμβαίνει δ’ ἀμφοτέρας διὰ ταὐτὸ γίνεσθαι τὰς φθοράς·
しかし、これら両方の消滅は同じ原因によって起こる。
ὑπολειπούσης γὰρ τῆς τροφῆς, οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν, φθορὰ γίνεται τοῦ πυρός.
というのも、栄養が不足し、熱が栄養を取り込むことができなくなると、火の消滅が起こるからである。
Τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει, πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι·
すなわち、対立するものは消化を止めることによって栄養摂取を妨げ、他方で、呼吸をせず冷却もされないために、より多くの熱が集積するときには、立ち枯れることが起こる。
ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμόν, καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν.
なぜなら、このようにしても、多く集積された熱は速やかに栄養を消費してしまい、蒸気が立ちのぼる前に、先んじてそれを消費し尽くしてしまうからである。
Διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλεῖον πῦρ, ἀλλὰ καὶ αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη πλείονι φλογὶ κατακάεται, καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν.
それゆえ、より大きな火の傍らでより小さな火が立ち枯れるだけでなく、ランプの炎それ自体も、より大きな炎の中に置かれると、他のいかなる可燃物と同じように燃やし尽くされてしまうのである。
Αἴτιον δ’ ὅτι τὴν μὲν οὖσαν ἐν τῇ φλογὶ τροφὴν φθάνει λαμβάνουσα ἡ μείζων φλὸξ πρὶν ἐπελθεῖν ἑτέραν, τὸ δὲ πῦρ ἀεὶ διατελεῖ γινόμενον καὶ ῥέον ὥσπερ ποταμός, ἀλλὰ λανθάνει διὰ τὸ τάχος.
その原因は、より大きな炎が、新たな栄養が至る前に、炎の中にある既存の栄養を先んじて奪い去ってしまうからであり、また火は川のように常に生成し流動し続けているのであるが、その速さゆえに気づかれないからである。
Δῆλον τοίνυν ὡς εἴπερ δεῖ σώζεσθαι τὸ θερμόν (τοῦτο δ’ ἀναγκαῖον, εἴπερ μέλλει ζῆν), δεῖ γίνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν.
それゆえ明らかなのは、もし熱が保存されなければならないとすれば(そしてもし生きようとするならば、これは必然であるが)、起点にある熱の何らかの冷却が起こらなければならないということである。
Παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων·
このことの例としては、窒息させられて消えゆく炭に起こることを挙げることができる。
ἂν μὲν γὰρ ὦσι περιπεπωμασμένοι τῷ καλουμένῳ πνιγεῖ συνεχῶς, ἀποσβέννυνται ταχέως· ἂν δὲ παρ’ ἄλληλά τις ποιῇ πυκνὰ τὴν ἀφαίρεσιν καὶ τὴν ἐπίθεσιν, μένουσι πεπυρωμένοι πολὺν χρόνον.
すなわち、もし炭がいわゆる消し壺で絶えず覆われたままであれば、それらは速やかに消えてしまうが、もし人が交互に覆いの取り外しと取り付けを頻繁に行うならば、それらは長い時間、赤々と熱せられた状態に留まる。
Ἡ δ’ ἔγκρυψις σώζει τὸ πῦρ·
そして、灰に埋めることは火を保存する。
οὔτε γὰρ ἀποπνεῖν κωλύεται διὰ μανότητα τῆς τέφρας, ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος.
なぜなら、灰の隙間の多さゆえに息を吐き出すことが妨げられず、また周囲の空気に対して障壁となって、そこに存在する熱の多さによって火が消されてしまわないようにするからである。
Ἀλλὰ περὶ μὲν τῆς αἰτίας ταύτης, ὅτι τὸ ἐναντίον συμβαίνει τῷ ἐγκρυπτομένῳ καὶ καταπνιγομένῳ πυρί (τὸ μὲν γὰρ μαραίνεται, τὸ δὲ διαμένει πλείω χρόνον), εἴρηται ἐν τοῖς προβλήμασιν.
しかし、灰に埋められた火と窒息させられた火に反対のことが起こる(一方は立ち枯れ、他方はより長い時間存続する)というこの原因については、『問題集』の中で述べられている。
§6Ἐπεὶ δὲ πᾶν ζῷον ἔχει ψυχήν, αὐτὸ δ’ οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητος, ὥσπερ εἴπομεν, τοῖς μὲν φυτοῖς ἡ διὰ τῆς τροφῆς καὶ τοῦ περιέχοντος ἱκανὴ γίνεται βοήθεια πρὸς τὴν τοῦ φυσικοῦ θερμοῦ σωτηρίαν.
すべての動物は魂を持っており、それ自体は、我々が述べたように、自然の熱なしには存在しないので、植物にとっては、食物を通じて、また周囲を取り巻くものを通じてなされる支援が、自然の熱の保存のために十分なものとなる。
Καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα, καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις·
というのも、食物は体内へと入ることで冷却を行うからであり、それは人間が最初に食事を摂取したときも同様である。
αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν·
他方、断食は体を温め、渇きをもたらす。
ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει κινούμενος, ἕως ἂν λάβῃ τὴν πέψιν.
なぜなら、空気は静止していると常に温められるが、食物が入ってくると、それは動かされて、消化が完了するまで冷却するからである。
Ἐὰν δὲ ἢ τὸ περιέχον ὑπερβάλλῃ ψυχρότητι διὰ τὴν ὥραν, ἰσχυρῶν γινομένων πάγων, ἐξαυαίνεται, αίνεται, ἢ τοῦ θέρους ἰσχυρὰ συμβαίνῃ καύματα καὶ μὴ δύνηται τὸ σπώμενον ἐκ τῆς γῆς ὑγρὸν καταψύχειν, φθείρεται μαραινόμενον τὸ θερμόν, καὶ λέγεται σφακελίζειν καὶ ἀστρόβλητα γίνεσθαι τὰ δένδρα περὶ τοὺς καιροὺς τούτους.
もし季節のせいで周囲の環境が冷たさにおいて度を越し、強い霜が生じるなら、植物は枯れてしまい、枯れてしまうか、あるいは夏に強い猛暑が起こり、地中から吸い上げられる水分が冷却することができなくなると、熱は立ち枯れて滅びてしまう。 そして、このような時期には樹木がそぐ病にかかったり、星に撃たれた状態になったりすると言われる。
Διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν.
それゆえ人々は、植物の根が冷やされるように、根の下に特定の種類の石を敷いたり、容器に入れた水を置いたりするのである。
Τῶν δὲ ζῴων ἐπεὶ τὰ μέν ἐστιν ἔνυδρα τὰ δ’ ἐν τῷ ἀέρι ποιεῖται τὴν δίαιταν, ἐκ τούτων καὶ διὰ τούτων πορίζεται τὴν κατάψυξιν, τὰ μὲν τῷ ὕδατι τὰ δὲ τῷ ἀέρι.
他方、動物に関しては、あるものは水生であり、あるものは空気中で生活を営むので、前者は水によって、後者は空気によって、これらから、またこれらを通じて冷却を得るのである。
Τίνα δὲ τρόπον καὶ πῶς, λεκτέον ἐπιστήσασι τὸν λόγον μᾶλλον.
その方法といかになされるかについては、議論をより深く集中させてから述べることとしよう。