Humanitext Reader

亚里士多德 · 论青年与老年、生与死 §3-4

从发生与心脏的最先形成看中心本原

第 3 段,共 4 段 · 希腊语

内容简介

基于植物萌发、有血动物心脏最先形成等观察事实,以及自然追求最完美状态的理论,论证了感觉、营养和先天温热的主导本原存在于身体的中心器官(心脏)。

§3Ἔτι δὲ ἐπί τε τῶν φυτῶν δῆλον καὶ ἐπὶ τῶν ζῴων, τῶν μὲν φυτῶν τήν τ’ ἐκ τῶν σπερμάτων γένεσιν ἐπισκοποῦσι καὶ τὰς ἐμφυτείας τε καὶ τὰς ἀποφυτείας.
此外,这在植物和动物中都是显而易见的:在植物中,对于那些观察种子繁殖、嫁接和扦插的人来说。
Ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου· διθύρων γὰρ ὄντων πάντων, ᾗ συμπέφυκεν ἔχεται, καὶ τὸ μέσον ἐστὶν ἑκατέρου τῶν μορίων· ἐντεῦθεν γὰρ ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων, ἡ δ’ ἀρχὴ τὸ μέσον αὐτῶν ἐστίν.
因为种子的繁殖在所有植物中都发生在中间;由于所有种子都是双瓣的,它们在结合处相连,而中间部分存在于这两个部分的每一个之中;因为茎和根正是从这里萌发出来的,而它们的中部就是生长的本原。
Ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις μάλιστα τοῦτο συμβαίνει περὶ τοὺς ὄζους· ἔστι γὰρ ἀρχή τις ὁ ὄζος τοῦ κλάδου, ἅμα δὲ καὶ μέσον, ὥστε ἢ τοῦτο ἀφαιροῦσιν ἢ εἰς τοῦτο ἐμβάλλουσιν, ἵνα ἢ ὁ κλάδος ἢ αἱ ῥίζαι ἐκ τούτων γίνωνται, ὡς οὔσης τῆς ἀρχῆς ἐκ τοῦ μέσου καυλοῦ καὶ ῥίζης.
在嫁接和扦插中,这种情况最常发生在芽眼周围;因为芽眼是枝条的某种本原,同时也是其中间,因此人们要么切除它,要么将其插入,以便枝条或根能从中生长出来,因为茎和根的本原都在中间。
Καὶ τῶν ζῴων τῶν ἐναίμων ἡ καρδία γίνεται πρῶτον.
而在有血动物中,心脏是最先形成的。
Τοῦτο δὲ δῆλον ἐξ ὧν ἐν τοῖς ἐνδεχομένοις ἔτι γιγνομένοις ἰδεῖν τεθεωρήκαμεν.
这从我们在有可能观察到的那些仍处于形成过程中的动物身上所看到的现象中可以清楚地看出。
Ὥστε καὶ ἐν τοῖς ἀναίμοις ἀναγκαῖον τὸ ἀνάλογον τῇ καρδίᾳ γίνεσθαι πρῶτον.
因此,在无血动物中,与心脏相应的器官最先形成也是必然的。
Ἡ δὲ καρδία ὅτι ἐστὶν ἀρχὴ τῶν φλεβῶν, ἐν τοῖς περὶ τὰ μέρη τῶν ζῴων εἴρηται πρότερον· καὶ ὅτι τὸ αἷμα τοῖς ἐναίμοις ἐστὶ τελευταία τροφή, ἐξ οὗ γίνεται τὰ μόρια.
心脏是血管的本原,这在先前关于动物躯体部分的讨论中已经说明过了;同样,血液是有血动物的最终营养,各部分正是由此形成的。
Φανερὸν τοίνυν ὅτι μίαν μέν τινα ἐργασίαν ἡ τοῦ στόματος λειτουργεῖ δύναμις, ἑτέραν δ’ ἡ τῆς κοιλίας περὶ τὴν τροφήν.
显而易见,口的功能在食物方面履行一种职责,而胃的功能则履行另一种职责。
Ἡ δὲ καρδία κυριωτάτη, καὶ τὸ τέλος ἐπιτίθησιν.
但心脏是最具主导性的,并赋予其最终的完成。
Ὥστ’ ἀνάγκη καὶ τῆς αἰσθητικῆς καὶ τῆς θρεπτικῆς ψυχῆς ἐν τῇ καρδίᾳ τὴν ἀρχὴν εἶναι τοῖς ἐναίμοις· τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν τοῦ ταύτης ἔργου χάριν ἐστί· δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν, ἀλλ’ οὐκ ἐν τοῖς τούτου ἕνεκα, οἷον ἰατρὸς πρὸς τὴν ὑγίειαν.
因此,有血动物的感觉灵魂和营养灵魂的本原都必然存在于心脏之中;因为其他部分关于食物的活动都是为了心脏的活动;因为主导者应当针对作为目的之物而存在,而不是存在于为了它而存在的事物之中,正如医生之于健康。
Ἀλλὰ μὴν τό γε κύριον τῶν αἰσθήσεων ἐν ταύτῃ τοῖς ἐναίμοις πᾶσιν· ἐν τούτῳ γὰρ ἀναγκαῖον εἶναι τὸ πάντων τῶν αἰσθητηρίων κοινὸν αἰσθητήριον.
此外,在所有有血动物中,感觉的主导中枢都在这里;因为在这里,所有感觉器官的共同感觉器官必然存在。
Δύο δὲ φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν, τήν τε γεῦσιν καὶ τὴν ἁφήν, ὥστε καὶ τὰς ἄλλας ἀναγκαῖον· ἐν τούτῳ μὲν γὰρ τοῖς ἄλλοις αἰσθητηρίοις ἐνδέχεται ποιεῖσθαι τὴν κίνησιν, ταῦτα δ’ οὐδὲν συντείνει πρὸς τὸν ἄνω τόπον.
我们看到有两种感觉显然通向这里,即味觉和触觉,因此其他感觉也必然如此;因为在这里,其他感觉器官有可能产生运动,而这些感觉器官完全不通向头部。
Χωρὶς δὲ τούτων, εἰ τὸ ζῆν ἐν τούτῳ τῷ μορίῳ πᾶσίν ἐστι, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν ἀρχὴν ἀναγκαῖον· ᾗ μὲν γὰρ ζῷον, ταύτῃ καὶ ζῆν φαμέν, ᾗ δ’ αἰσθητικόν, ταύτῃ τὸ σῶμα ζῷον εἶναι λέγομεν.
除这些之外,如果生命在所有动物中都存在于这一部分,那么感觉本原也必然存在于其中,这是显而易见的;因为只要它是一个动物,在这个意义上我们说它活着,而只要它是感觉的,在这个意义上我们说它的身体是一个动物。
Διὰ τί δ’ αἱ μὲν τῶν αἰσθήσεων φανερῶς συντείνουσι πρὸς τὴν καρδίαν, αἱ δ’ εἰσὶν ἐν τῇ κεφαλῇ (διὸ καὶ δοκεῖ τισὶν αἰσθάνεσθαι τὰ ζῷα διὰ τὸν ἐγκέφαλον), τὸ αἴτιον τούτων ἐν ἑτέροις εἴρηται χωρίς.
至于为什么某些感觉显然通向心脏,而另一些感觉却在头部(因此有人认为动物是通过大脑进行感觉的),其原因已在其他地方单独说明。
Κατὰ μὲν οὖν τὰ φαινόμενα δῆλον ἐκ τῶν εἰρημένων ὅτι ἐν τούτῳ τε καὶ ἐν τῷ μέσῳ τοῦ σώματος τῶν τριῶν μορίων ἥ τε τῆς αἰσθητικῆς ἀρχὴ ψυχῆς ἐστὶ καὶ ἡ τῆς αὐξητικῆς καὶ τῆς θρεπτικῆς.
因此,根据观察到的现象,从所说的话中可以清楚地看出,感觉灵魂的本原,以及生长和营养灵魂的本原,都存在于这一部分,即身体三个部分的中间。
§4Κατὰ δὲ τὸν λόγον, ὅτι τὴν φύσιν ὁρῶμεν ἐν πᾶσιν ἐκ τῶν δυνατῶν ποιοῦσαν τὸ κάλλιστον.
而根据理性,因为我们看到自然在所有情况下都在可能范围内做出最好的安排。
Ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας μάλιστα μὲν ἀποτελεῖ τῶν μορίων ἑκάτερον τὸ αὑτοῦ ἔργον, τό τε κατεργαζόμενον τὴν ἐσχάτην τροφὴν καὶ τὸ δεκτικόν· πρὸς ἑκατέρῳ γὰρ αὐτῶν οὕτως ἔσται, καὶ ἔστιν ἡ τοῦ τοιούτου μέση χώρα ἄρχοντος χώρα.
当主导本原处于两者本质的中间时,各部分——即处理最终营养的部分和接受它的部分——最能完成各自的功能;因为主导本原将以这种方式与它们中的每一个相关联,而这种主导者的中间位置正是主导者的合适位置。
Ἔτι τὸ χρώμενον καὶ ᾧ χρῆται, δεῖ διαφέρειν.
此外,使用之物与被使用之物必须有所不同。
Ὥσπερ δὲ τὴν δύναμιν, οὕτως ἂν ἐνδέχοιτο καὶ τὸν τρόπον, ὥσπερ οἵ τ’ αὐλοὶ καὶ τὸ κινοῦν τοὺς αὐλούς, ἡ χείρ.
正如它们的力量不同,其方式也可能不同,就像长笛与吹奏长笛的手一样。
Εἴπερ οὖν τὸ ζῷον ὥρισται τῷ τὴν αἰσθητικὴν ἔχειν ψυχήν, τοῖς μὲν ἐναίμοις ἀναγκαῖον ἐν τῇ καρδίᾳ ταύτην ἔχειν τὴν ἀρχήν, τοῖς δ’ ἀναίμοις ἐν τῷ ἀνάλογον μορίῳ.
因此,如果动物是以具有感觉灵魂来定义的,那么对于有血动物来说,必然在心脏中具有这一本原,而对于无血动物来说,则在相应的器官中。
Πάντα δὲ τὰ μόρια καὶ πᾶν τὸ σῶμα τῶν ζῴων ἔχει τινὰ σύμφυτον θερμότητα φυσικήν· διὸ ζῶντα μὲν φαίνεται θερμά, τελευτῶντα δὲ καὶ στερισκόμενα τοῦ ζῆν τοὐναντίον.
动物的所有部分和整个身体都具有某种先天的自然热量;因此在活着时它们显得温暖,但在濒临死亡和失去生命时则相反。
Ἀναγκαῖον δὴ ταύτης τὴν ἀρχὴν τῆς θερμότητος ἐν τῇ καρδίᾳ τοῖς ἐναίμοις εἶναι, τοῖς δ’ ἀναίμοις ἐν τῷ ἀνάλογον· ἐργάζεται γὰρ καὶ πέττει τῷ φυσικῷ θερμῷ τὴν τροφὴν πάντα, μάλιστα δὲ τὸ κυριώτατον.
因此,对于有血动物来说,这一热量的本原必然在心脏中,而对于无血动物来说,则在相应的器官中;因为所有部分都通过自然热量来处理和消化食物,尤其是最主导的部分。
Διὸ τῶν μὲν ἄλλων μορίων ψυχομένων ὑπομένει τὸ ζῆν, τοῦ δ’ ἐν ταύτῃ φθείρεται πάμπαν, διὰ τὸ τὴν ἀρχὴν ἐντεῦθεν τῆς θερμότητος ἠρτῆσθαι πᾶσι, καὶ τῆς ψυχῆς ὥσπερ ἐμπεπυρευμένης ἐν τοῖς μορίοις τούτοις, τῶν μὲν ἀναίμων ἐν τῷ ἀνάλογον, ἐν δὲ τῇ καρδίᾳ τῶν ἐναίμων.
因此,当其他部分变冷时,生命仍能维持,但当这一部分的热量被破坏时,生命就会彻底丧失,因为所有部分的热量本原都悬系于此,而灵魂在这些部分中就像被点燃的火种一样——无血动物在相应的器官中,有血动物在心脏中。
Ἀνάγκη τοίνυν ἅμα τό τε ζῆν ὑπάρχειν καὶ τὴν τοῦ θερμοῦ τούτου σωτηρίαν, καὶ τὸν καλούμενον θάνατον εἶναι τὴν τούτου φθοράν.
因此,活着与这一热量的保存必然同时存在,而所谓的死亡就是这一热量的消灭。

词汇与语法注释

  1. §3ἐπισκοποῦσι — 解析为 ἐπισκοπέω 的与格复数现在分词,修饰省略的“对于……的人”(与 δῆλον 连用,意为“对于那些观察……的人来说是显而易见的”)。虽然在语法上它也可以是第三人称复数直说法院动词(“他们观察”),但为了与前文的 δῆλον 保持逻辑连贯,全语种统一将其解释为表示行为主体的与格分词。
  2. p.325ᾗ συμπέφυκεν ἔχεται — 此处 ᾗ 为关系副词,意为“在……之处”,ἔχεται 为被动或中间语气动词,意为“被保持”或“连接”。这一简短的从句描述了种子双瓣结合的中心点,其省略的主语为种子。
  3. p.325δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν, ἀλλ’ οὐκ ἐν τοῖς τούτου ἕνεκα — 不定式 διατελεῖν(处于、持续)的主语是 τὸ κύον(主导者/支配性原理)。介词短语 πρὸς τὸ οὗ ἕνεκα 意为“针对作为目的之物(即其他事物为其而存在之物)”,与 ἐν τοῖς τούτου ἕνεκα(“在为了它而存在的事物之中”)相对应。这一对比表明,作为主导原理的心脏应当直接与目的相关联,而不是存在于作为手段的下属器官之中。
  4. p.326ὥσπερ δὲ τὴν δύναμιν, οὕτως ἂν ἐνδέχοιτο καὶ τὸν τρόπον — τὴν δύναμιν 与 τὸν τρόπον 均用作表示关系或方面的宾格(或省略了表示“不同”的动词如 διαφέρειν 的宾格)。该句意为“正如它们的力量不同,其方式也可能不同”。表示潜在的 ἄν 与无人称动词 ἐνδέχοιτο(可能)结合,构成了这一构文骨架,并引入了笛子与吹奏之手的比喻。

引用这一段

亚里士多德, 论青年与老年、生与死 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg018.humanitext-grc1:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。