- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg018.humanitext-grc1:5-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
火の消滅の二つの様式(立ち枯れと消火)についてその共通の原因を説明し、生命保存のために身体の熱を冷却することの必要性と、植物や動物における冷却の手段を論じている。
᾿Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν.1 καλοῦμεν δὲ τὴν μὲν ὑφ᾽ αὑτοῦ μάρανσιν, τὴν δ᾽ ὑπὸ τῶν ἐναντίων σβέσιν, τὴν μὲν γήρᾳ, τὴν δὲ βίαιον. συμβαίνει δ᾽ ἀμφοτέρας διὰ ταὐτὸ γίνεσθαι τὰς φθοράς· ὑπολειπούσης γὰρ τῆς τροφῆς, οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν, φθορὰ γίνεται τοῦ πυρός. τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει, πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι· ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμόν, καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν.2 διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλεῖον πῦρ, ἀλλὰ καὶ αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη πλείονι φλογὶ κατακάεται, καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν. αἴτιον δ' ὅτι τὴν μὲν οὖσαν ἐν τῇ φλογὶ τροφὴν φθάνει λαμβάνουσα ἡ μείζων φλὸξ πρὶν ἐπελθεῖν ἑτέραν, τὸ δὲ πῦρ ἀεὶ διατελεῖ γινόμενον καὶ ῥέον ὥσπερ ποταμός, ἀλλὰ λανθάνει διὰ τὸ τάχος. δῆλον τοίνυν ὡς εἴπερ δεῖ σῴζεσθαι τὸ θερμόν (τοῦτο δ' ἀναγκαῖον, εἴπερ μέλλει ζῆν), δεῖ γίνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν. παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων· ἂν μὲν γὰρ ὦσι περιπεπωμασμένοι τῷ καλουμένῳ πνιγεῖ συνεχῶς, ἀποσβέννυνται ταχέως· ἂν δὲ παρ' ἄλληλά τις ποιῇ πυκνὰ τὴν ἀφαίρεσιν καὶ τὴν ἐπίθεσιν, μένουσι πεπυρωμένοι πολὺν χρόνον. ἡ δ' ἔγκρυψις σῴζει τὸ πῦρ· οὔτε γὰρ ἀποπνεῖν κωλύεται διὰ μανότητα τῆς τέφρας, ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος.3 ἀλλὰ περὶ μὲν τῆς αἰτίας ταύτης, ὅτι τὸ ἐναντίον συμβαίνει τῷ ἐγκρυπτομένῳ καὶ καταπνιγομένῳ πυρί (τὸ μὲν γὰρ μαραίνεται, τὸ δὲ διαμένει πλείω χρόνον), εἴρηται ἐν τοῖς προβλήμασιν.
さらにまた、火の消滅には、立ち枯れと消火という二つのやり方があるのを我々は目にしている。そして我々は、自己自身による消滅を立ち枯れと呼び、対立するものによる消滅を消火と呼ぶ。前者は老衰によるものであり、後者は暴力的なものである。しかし、これら両方の消滅は同じ原因によって起こる。というのも、栄養が不足し、熱が栄養を取り込むことができなくなると、火の消滅が起こるからである。すなわち、対立するものは消化を止めることによって栄養摂取を妨げ、他方で、呼吸をせず冷却もされないために、より多くの熱が集積するときには、立ち枯れることが起こる。なぜなら、このようにしても、多く集積された熱は速やかに栄養を消費してしまい、蒸気が立ちのぼる前に、先んじてそれを消費し尽くしてしまうからである。それゆえ、より大きな火の傍らでより小さな火が立ち枯れるだけでなく、ランプの炎それ自体も、より大きな炎の中に置かれると、他のいかなる可燃物と同じように燃やし尽くされてしまうのである。その原因は、より大きな炎が、新たな栄養が至る前に、炎の中にある既存の栄養を先んじて奪い去ってしまうからであり、また火は川のように常に生成し流動し続けているのであるが、その速さゆえに気づかれないからである。それゆえ明らかなのは、もし熱が保存されなければならないとすれば(そしてもし生きようとするならば、これは必然であるが)、起点にある熱の何らかの冷却が起こらなければならないということである。このことの例としては、窒息させられて消えゆく炭に起こることを挙げることができる。すなわち、もし炭がいわゆる消し壺で絶えず覆われたままであれば、それらは速やかに消えてしまうが、もし人が交互に覆いの取り外しと取り付けを頻繁に行うならば、それらは長い時間、赤々と熱せられた状態に留まる。そして、灰に埋めることは火を保存する。なぜなら、灰の隙間の多さゆえに息を吐き出すことが妨げられず、また周囲の空気に対して障壁となって、そこに存在する熱の多さによって火が消されてしまわないようにするからである。しかし、灰に埋められた火と窒息させられた火に反対のことが起こる(一方は立ち枯れ、他方はより長い時間存続する)というこの原因については、『問題集』の中で述べられている。
Ἐπεὶ δὲ πᾶν ζῷον ἔχει ψυχήν, αὐτὸ δ' οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητος, ὥσπερ εἴπομεν, τοῖς μὲν φυτοῖς ἡ διὰ τῆς τροφῆς καὶ τοῦ περιέχοντος ἱκανὴ γίνεται βοήθεια πρὸς τὴν τοῦ φυσικοῦ θερμοῦ σωτηρίαν. καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα, καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις· αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει κινούμενος, ἕως ἂν λάβῃ τὴν πέψιν. ἐὰν δὲ ἢ τὸ περιέχον ὑπερβάλλῃ ψυχρότητι διὰ τὴν ὥραν, ἰσχυρῶν γινομένων πάγων, ἐξαυαίνεται, ἢ τοῦ θέρους ἰσχυρὰ συμβαίνῃ καύματα καὶ μὴ δύνηται τὸ σπώμενον ἐκ τῆς γῆς ὑγρὸν καταψύχειν, φθείρεται μαραινόμενον τὸ θερμόν, καὶ λέγεται σφακελίζειν καὶ ἀστρόβλητα γίνεσθαι τὰ δένδρα περὶ τοὺς καιροὺς τούτους. διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν. τῶν δὲ ζῴων ἐπεὶ τὰ μέν ἐστιν ἔνυδρα τὰ δ᾽ ἐν τῷ ἀέρι ποιεῖται τὴν δίαιταν, ἐκ τούτων καὶ διὰ τούτων πορίζεται τὴν κατάψυξιν, τὰ μὲν τῷ ὕδατι τὰ δὲ τῷ ἀέρι. τίνα δὲ τρόπον καὶ πῶς, λεκτέον ἐπιστήσασι τὸν λόγον μᾶλλον.
すべての動物は魂を持っており、それ自体は、我々が述べたように、自然の熱なしには存在しないので、植物にとっては、食物を通じて、また周囲を取り巻くものを通じてなされる支援が、自然の熱の保存のために十分なものとなる。というのも、食物は体内へと入ることで冷却を行うからであり、それは人間が最初に食事を摂取したときも同様である。他方、断食は体を温め、渇きをもたらす。なぜなら、空気は静止していると常に温められるが、食物が入ってくると、それは動かされて、消化が完了するまで冷却するからである。もし季節のせいで周囲の環境が冷たさにおいて度を越し、強い霜が生じるなら、植物は枯れてしまい、枯れてしまうか、あるいは夏に強い猛暑が起こり、地中から吸い上げられる水分が冷却することができなくなると、熱は立ち枯れて滅びてしまう。そして、このような時期には樹木がそぐ病にかかったり、星に撃たれた状態になったりすると言われる。それゆえ人々は、植物の根が冷やされるように、根の下に特定の種類の石を敷いたり、容器に入れた水を置いたりするのである。他方、動物に関しては、あるものは水生であり、あるものは空気中で生活を営むので、前者は水によって、後者は空気によって、これらから、またこれらを通じて冷却を得るのである。その方法といかになされるかについては、議論をより深く集中させてから述べることとしよう。
- 469b5μάρανσίν τε καὶ σβέσιν
μάρανσις(燃料不足による自然な立ち枯れ)とσβέσις(外部の対立物による強制的な消火)という、火の二種類の消滅プロセスを区別している。前者は老衰(γήρᾳ)に、後者は暴力的な死(βίαιον)に対応する。
- 469b30φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν
φθάνω+分詞(καταναλίσκον)の構文で、「〜するよりも先んじて消費し尽くす」という先取り表現。πρὶν以降の不定詞句(ἐπιστῆναι)がその比較対象となる。
- 470a10ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος
ἀντιφράττει(遮断する)は与格(τῷ πέριξ ἀέρι)を伴い、周囲の空気に対して障壁となることを意味する。πρὸς τὸ μὴ σβεννύναι(消滅させないために)の不定詞の主語は文脈上「周囲の空気」であり、αὐτῷ(それ自身の中に)は「火(πῦρ)」を指す。すなわち「空気が、火に内生する多量の熱によって火を消し去ってしまわないように」という一見逆説的な(あるいは空気が過剰な冷気・熱の移動によって消火するのを防ぐ)物理的解釈を示す。
