§2Τριῶν δὲ μερῶν ὄντων εἰς ἃ διαιρεῖται πάντα τὰ τέλεια τῶν ζῴων, ἑνὸς μὲν ᾗ δέχεται τὴν τροφήν, ἑνὸς δ’ ᾗ τὸ περίττωμα προΐεται, τρίτου δὲ τοῦ μέσου τούτων, τοῦτο ἐν μὲν τοῖς μεγίστοις τῶν ζῴων καλεῖται στῆθος, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, διήρθρωται δὲ μᾶλλον ἑτέροις ἑτέρων.
所有完整的动物都分为三个部分:其一是摄取营养的部分,其二是排出残渣的部分,第三则是这两者的中间部分。 这第三个部分在体型最大的动物中被称为胸部,在其他动物中则是与其相应的部位,并且在某些动物中比在另一些动物中区分得更为明显。
Ὅσα δ’ αὐτῶν ἐστὶ πορευτικά, πρόσκειται καὶ μόρια τὰ πρὸς ταύτην τὴν ὑπηρεσίαν, οἷς τὸ πᾶν οἴσουσι κύτος, σκέλη τε καὶ πόδες καὶ τὰ τούτοις ἔχοντα τὴν αὐτὴν δύναμιν.
在那些具有行走能力的动物中,还附有用于此项服务的器官,用以承载整个躯体,即腿、足以及具有相同功能的其他器官。
Ἀλλ’ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ τῶν ζῴων ἀφαιρουμένου ἑκατέρου τῶν μορίων, τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς, ζῇ μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον.
然而,无论通过感觉还是通过理性,营养灵魂的本原都显然处于这三个部分的中间;因为许多动物在去掉其中任一部分(即所谓头部和摄取食物的部分)后,只要中间部分还在,就能继续生存。
Δῆλον δ’ ἐπὶ τῶν ἐντόμων, οἷον σφηκῶν τε καὶ μελιττῶν, τοῦτο συμβαῖνον· καὶ τῶν μὴ ἐντόμων δὲ πολλὰ διαιρούμενα δύναται ζῆν διὰ τὸ θρεπτικόν.
这一点在昆虫(如黄蜂和蜜蜂)身上表现得非常明显;许多非昆虫类的动物在被分割后,由于具有营养本原,也能够继续生存。
Τὸ δὲ τοιοῦτον μόριον ἐνεργείᾳ μὲν ἔχει ἕν, δυνάμει δὲ πλείω· τὸν αὐτὸν γὰρ συνέστηκε τοῖς φυτοῖς τρόπον·
这样的部分在现实上只有一个本原,但在潜能上却有多个;因为它的构造方式与植物相同。
καὶ γὰρ τὰ φυτὰ διαιρούμενα ζῇ χωρίς, καὶ γίνεται πολλὰ ἀπὸ μιᾶς ἀρχῆς δένδρα.
事实上,植物在被分割后也能各自生存,并且可以从一个本原中长出许多棵树。
Δι’ ἢν δ’ αἰτίαν τὰ μὲν οὐ δύναται διαιρούμενα ζῆν, τὰ δ’ ἀποφυτεύεται τῶν φυτῶν, ἕτερος ἔσται λόγος.
至于为什么有些动物在被分割后无法生存,而有些植物却可以通过扦插繁殖,这属于另一个需要讨论的议题。
Ἀλλ’ ὁμοίως ἔχει κατά γε τοῦτο τά τε φυτὰ καὶ τὸ τῶν ἐντόμων γένος.
不过,至少在这一点上,植物和昆虫类具有相似的性质。
Ἀνάγκη δὲ καὶ τὴν θρεπτικὴν ψυχὴν ἐνεργείᾳ μὲν ἐν τοῖς ἔχουσιν εἶναι μίαν, δυνάμει δὲ πλείους, Ὁμοίως δὲ καὶ τὴν αἰσθητικὴν ἀρχήν· φαίνεται γὰρ ἔχοντα αἴσθησιν τὰ διαιρούμενα αὐτῶν.
同样地,营养灵魂在拥有它的生物中,在现实上必然是单一的,而在潜能上则是复数的,感觉本原也是如此;因为它们被分割的部分显然也具有感觉。
Ἀλλὰ πρὸς τὸ σώζεσθαι τὴν φύσιν, τὰ μὲν φυτὰ δύναται, ταῦτα δ’ οὐ δύναται διὰ τὸ μὴ ἔχειν ὄργανα πρὸς σωτηρίαν, ἐνδεᾶ τ’ εἶναι τὰ μὲν τοῦ ληψομένου τὰ δὲ τοῦ δεξομένου τὴν τροφήν, τὰ δ’ ἄλλων τε καὶ τούτων ἀμφοτέρων.
然而,在维持生命方面,植物能够做到,而这些动物却由于缺乏自我保存的器官而无法做到,有些动物缺少摄取食物的器官,有些缺少容纳食物的器官,还有一些则缺少其他器官或同时缺少这两者。
Ἐοίκασι γὰρ τὰ τοιαῦτα τῶν ζῴων πολλοῖς ζῴοις συμπεφυκόσιν· τὰ δ’ ἄριστα συνεστηκότα τοῦτ’ οὐ πάσχει τῶν ζῴων διὰ τὸ εἶναι τὴν φύσιν αὐτῶν ὡς ἐνδέχεται μάλιστα μίαν.
因为这类动物类似于许多融合在一起的动物;而构造最完善的动物则不会遭受这种情况,因为它们的自然在最大程度上是单一的。
Διὸ καὶ μικρὰν αἴσθησιν ἔνια ποιεῖ διαιρούμενα τῶν μορίων, ὅτι ἔχει τι ψυχικὸν πάθος· χωριζομένων γὰρ τῶν σπλάγχνων ποιεῖται κίνησιν, οἷον καὶ αἱ χελῶναι τῆς καρδίας ἀφῃρημένης.
因此,即使是分割出来的部分,有时也会表现出微弱的感觉,因为它们还保留着某种属于灵魂的状态;实际上,即使在内脏被分离之后,它们仍能产生运动,例如海龟在心脏被移除后依然能够活动。