Humanitext Reader

亚里士多德 · 解释篇 §13#1

模态命题的相互随伴关系与必然性的配置

第 10 段,共 13 段 · 希腊语

内容简介

本文定义了模态命题(可能、容许、不可能、必然)之间的相互随伴关系,指出必然命题的否定与其它模态不同,呈现出相反的规律,并以此推导出了逻辑一致的正确关系图表。

§13#1Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοις· τῷ μὲν γὰρ δυνατὸν εἶναι τὸ ἐνδέχεσθαι εἶναι, καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει, καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶναι· τῷ δὲ δυνατὸν μὴ εἶναι καὶ ἐνδεχόμενον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ οὐκ ἀδύνατον μὴ εἶναι, τῷ δὲ μὴ δυνατὸν εἶναι καὶ μὴ ἐνδεχόμενον εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶναι, τῷ δὲ μὴ δυνατὸν μὴ εἶναι καὶ μὴ ἐνδεχόμενον μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἀδύνατον μὴ εἶναι.
而且,对于这样安置它们的人来说,随伴关系也是合乎逻辑地产生的:伴随着“可能存在”的是“容许存在”,且两者相互换位,还伴随着“并非不可能存在”与“并非必然存在”;而伴随着“可能不存在”与“容许不存在”的是“并非必然不存在”与“并非不可能不存在”;而伴随着“不可能存在”与“不容许存在”的是“必然不存在”与“不可能存在”;而伴随着“不可能不存在”与“不容许不存在”的是“必然存在”与“不可能不存在”。
Θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομεν. δυνατὸν εἶναι οὐ δυνατὸν εἶναι ἐνδεχόμενον εἶναι οὐκ ἐνδεχόμενον εἶναι οὐκ ἀδύνατον εἶναι ἀδύνατον εἶναι οὐκ ἀναγκαῖον εἶναι ἀναγκαῖον μὴ εἶναι δυνατὸν μὴ εἶναι οὐ δυνατὸν μὴ εἶναι ἐνδεχόμενον μὴ εἶναι οὐκ ἐνδεχόμενον μὴ εἶναι οὐκ ἀδύνατον μὴ εἶναι ἀδύνατον μὴ εἶναι οὐκ ἀναγκαῖον μὴ εἶναι ἀναγκαῖον εἶναι Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ μὲν ἀντιφατικῶς, ἀντεστραμμένως δέ·
让我们从我们所说的图表中来观察:可能存在 | 不可能存在容许存在 | 不容许存在并非不可能存在 | 不可能存在并非必然存在 | 必然不存在可能不存在 | 不可能不存在容许不存在 | 不容许不存在并非不可能不存在 | 不可能不存在并非必然不存在 | 必然存在因此,不可能与并非不可能,是矛盾地、但反向地随伴着容许与可能、以及不容许与不可能。
τῷ μὲν γὰρ δυνατὸν εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτου ἀκολουθεῖ, τῇ δὲ ἀποφάσει ἡ κατάφασις· τῷ γὰρ οὐ δυνατὸν εἶναι τὸ ἀδύνατον εἶναι· κατάφασις γὰρ τὸ ἀδύνατον εἶναι, τὸ δ᾿ οὐκ ἀδύνατον εἶναι ἀπόφασις.
因为,伴随着“可能存在”的是不成功的否定[并非不可能],而伴随着否定的是肯定;因为伴随着“不可能存在”的是“不可能存在”;因为“不可能存在”是肯定,而“并非不可能存在” shadow 否定的。
Τὸ δ᾿ ἀναγκαῖον πῶς, ὀπτέον.
但是,必然者是如何的情况,必须要看。
Φανερὸν δὴ ὅτι οὐχ οὕτως ἔχει, ἀλλ᾿ αἱ ἐναντίαι ἕπονται· αἱ δ᾿ ἀντιφάσεις χωρίς.
显然,情况并非如此,而是相反者随伴,而矛盾对立则分开。
Οὐ γάρ ἐστιν ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι.
因为,“必然不存在”的否定并不是“并非必然存在”;因为两者有可能同时对同一事物为真;因为必然不存在的东西,并不是必然存在的。
Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως τοῖς ἑτέροις, ὅτι ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται, τὸ αὐτὸ δυνάμενον.
而必然者不像其他词那样随伴的原因在于,“不可能”是以与“必然”相反的方式被赋予的,尽管它们具有相同的效力。
Εἰ γὰρ ἀδύνατον εἶναι, ἀναγκαῖον τοῦτο οὐκ εἶναι ἀλλὰ μὴ εἶναι· εἰ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι·
因为,如果不可能存在,这就是必然不存在(即不处于存在中,而是不存在);如果不可能不存在,这就是必然存在。
ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀνάγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ᾿ ὥσπερ εἴρηται, ἀντεστραμμένως.
因此,如果那些词以与可能和不可能相同的方式随伴,这些词则以相反的方式随伴,因为“必然”与“不可能”并不表示相同的意思,而是如前所述,以相反的方式表示。
Ἣ ἀδύνατον οὕτως κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις;
或者,将必然的矛盾对立如此安置是不可能的吗?
τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι·
因为,伴随“必然存在”的是“可能存在”;因为如果不这样,否定就会随伴(因为肯定或否定其中之一是必然的)。
ὥστ᾿ εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι·
因此,如果不可能存在,那就是不可能存在。
ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον.
因此,必然存在的东西却是不可能存在,这是荒谬的。
Ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι·
然而,伴随“可能存在”的是“并非不可能存在”,而伴随此项的是“并非必然存在”。
ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον.
因此,结果是必然存在却并非必然存在,这是荒谬的。
Ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῷ δυνατὸν εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι·
然而,既不是“必然存在”随伴“可能存在”,也不是“必然不存在”随伴它。
τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἂν ἀληθὲς ᾖ, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ.
因为,两者都有可能发生在后者身上,但如果这两者中任何一个为真,那么那些就不再为真了。
Ἄμα γὰρ δυνατὸν εἶναι καὶ μὴ εἶναι· εἰ δ᾿ ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν ἄμφω.
因为同时可能存在和可能不存在;但如果必然存在或必然不存在,那么两者就都不可能了。
Λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶναι.
因此,剩下的就是“并非必然不存在”随伴“可能存在”。
Τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι.
因为这对于“必然存在”也是真的。
Καὶ γὰρ αὕτη γίνεται ἀντίφασις τῇ ἑπομένῃ τῷ οὐ δυνατὸν εἶναι· ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον μὴ εἶναι, οὗ ἡ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι.
因为这成为了伴随“不可能存在”之物的矛盾对立;因为伴随“不可能存在”的是“不可能存在”与“必然不存在”,后者的否定就是“并非必然不存在”。
Ἀκολουθοῦσί τε ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπον, καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτως.
因此,这些矛盾对立也以所述的方式随伴,且当这样安置它们时,不会产生不可能性。

词汇与语法注释

  1. ¦1¦οὕτω τιθεμένοις — 与格复数分词,字面上是“对于这样安置[它们]的人”。可以理解为指向整理这些术语的逻辑学家或读者的关系与格,也可以作时间或条件性解释,即“当它们被这样安置时”。
  2. ¦5¦τὸ αὐτὸ δυνάμενον — 主格(或宾格)中性单数分词,修饰前句的“τὸ ἀδύνατον”(不可能者)。动词“δύναμαι”在此处意为“具有力量/效力”或“等值于”,表示“具有相同的效力/意义”。
  3. ¦7¦ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι — 归谬法结构。在“συμβαίνει”之后,“τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι”的结构意为“结果是:必然存在成为非必然存在”,从而导出了逻辑矛盾。

引用这一段

亚里士多德, 解释篇 §13#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:13%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。