Humanitext Reader

亚里士多德 · 论梦 §2#1

刺激后感觉器官中运动的残留

第 2 段,共 5 段 · 希腊语

内容简介

亚里士多德通过投射物、热量传播、视觉余象以及月经对镜子的影响等例子,解释了感觉器官受到刺激后“运动残留”这一物理与生理机制。

§2#1Τί δ’ ἐστὶ τὸ ἐνύπνιον καὶ πῶς γίνεται, ἐκ τῶν περὶ τὸν ὕπνον συμβαινόντων μάλιστ’ ἂν θεωρήσαιμεν.
关于梦是什么以及它是如何产生的,我们最能从与睡眠相关的事情中予以考察。
Τὰ γὰρ αἰσθητὰ καθ’ ἕκαστον αἰσθητήριον ἡμῖν ἐμποιοῦσιν αἴσθησιν, καὶ τὸ γινόμενον ὑπ’ αὐτῶν πάθος οὐ μόνον ἐνυπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων, ἀλλὰ καὶ ἀπελθουσῶν.
因为感觉对象在我们的每个感觉器官中引起感觉,而由它们产生的状态,不仅在感觉活动着的时候存在于感觉器官中,而且在感觉消退之后也依然存在。
Παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι.
实际上,在这些情况和运动中的物体的情况中,其状态似乎是类似的。
Καὶ γὰρ ἐπὶ τῶν φερομένων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινεῖται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά, καὶ πάλιν οὗτος κινούμενος ἕτερον.
因为在运动之物的情况下,即使推动者不再接触它,它也依然在运动;因为推动者推动了某部分的空气,而这部分空气被推动后又依次推动了另一部分。
Καὶ τοῦτον δὴ τὸν τρόπον, ἕως ἂν στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν τοῖς ὑγροῖς.
正是以这种方式,直到静止为止,在空气和液体中都会产生运动。
Ὁμοίως δ’ ὑπολαβεῖν τοῦτο δεῖ καὶ ἐπ’ ἀλλοιώσεως· τὸ γὰρ θερμανθὲν ὑπὸ τοῦ θερμοῦ τὸ πλησίον θερμαίνει, καὶ τοῦτο διαδίδωσιν ἕως τῆς ἀρχῆς.
对于性质变化,也必须以同样的方式来理解;因为被热者加热的东西会加热邻近的东西,而这会一直传递下去,直到到达起点。
Ὥστε καὶ ἐν ᾧ τὸ αἰσθάνεσθαι, ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀνάγκη τοῦτο συμβαίνειν.
因此,在有感觉存在的地方,由于现实活动中的感觉是一种性质变化,这一情况的发生也就是必然的。
Διὸ τὸ πάθος ἐστὶν οὐ μόνον ἐν αἰσθανομένοις τοῖς αἰσθητηρίοις, ἀλλὰ καὶ ἐν πεπαυμένοις, καὶ ἐν βάθει καὶ ἐπιπολῆς.
所以,这种状态不仅存在于正在进行感觉的感觉器官中,也存在于已经停止感觉的感觉器官中,并且既在深处也在表面。
Φανερὸν δ’ ὅταν συνεχῶς αἰσθανώμεθά μεθά τι·
当我们持续不断地感觉某事物时,这一点是显而易见的。
μεταφερόντων γὰρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος, οἶον ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος· συμβαίνει γὰρ μηδὲν ὁρᾶν διὰ τὴν ἔτι ὑποῦσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός.
因为当我们转移感觉时,那种状态依然跟随,例如从太阳下移向黑暗中;因为由于光线在双眼中仍旧残留的运动,结果导致什么也看不见。
Κἂν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἢ χλωρόν, τοιοῦτον φαίνεται ἐφ’ ὅπερ ἂν τὴν ὄψιν μεταβάλωμεν.
如果我们长时间注视一种颜色,无论是白色还是黄绿色,那么无论我们将视线转向何处,呈现在眼前的都会是那种颜色。
Κἂν πρὸς τὸν ἥλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσασι φαίνεται κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὁρᾶν, πρῶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἕως ἂν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφανισθῇ.
如果我们注视了太阳或其他某种耀眼之物后闭上眼睛,那么对于仔细观察的人来说,在视线所向的直线上,首先会呈现出那样颜色的东西,接着转变为深红色,然后转变为紫色,直到变成黑色并最终消失。
Καὶ αἱ ἀπὸ τῶν κινουμένων δὲ μεταβάλλουσιν, οἷον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάχιστα ῥεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα.
而且,由运动之物引起的运动也会发生变化,例如由河流引起的,特别是流速最快的河流;因为静止的事物看起来也像是在运动。
Γίνονται δὲ καὶ ἀπὸ τῶν μεγάλων ψόφων δύσκωφοι καὶ ἀπὸ τῶν ἰσχυρῶν ὀσμῶν δύσοσμοι, καὶ ἐπὶ τῶν ὁμοίων.
此外,人们也会因巨大的声响而听觉迟钝,因强烈的气味而嗅觉麻木,在类似的其他情况下也是如此。
Ταῦτά γε δὴ φανερῶς συμβαίνει τοῦτον τὸν τρόπον.
这些事情显然确实是以这种方式发生的。
Ὅτι δὲ ταχὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται, σημεῖον τὸ ἐπὶ τῶν ἐνόπτρων γινόμενον· περὶ οὗ καὶ αὐτοῦ ἐπιστήσας σκέψαιτό τις ἂν καὶ ἀπορήσειεν.
至于感觉器官能够迅速地、并且对微小的差异也能感感觉,其证据就是镜子中发生的事情;对此,如果有人加以注意,就会进行考察并感到惊异和困惑。
Ἅμα δ’ ἐξ αὐτοῦ δῆλον ὅτι ὥσπερ καὶ ἡ ὄψις πάσχει, οὕτω καὶ ποιεῖ τι.
同时,由此显而易见的是,正如视觉受到影响一样,它也会产生某种作用。
Ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαροῖς, ὅταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον, γίνεται τὸ ἐπιπολῆς τοῦ ἐνόπτρου οἷον νεφέλη αἱματώδης· κἂν μὲν καινὸν ᾖ τὸ κάτοπτρον, οὐ ῥᾴδιον ἐκμάξαι τὴν τοιαύτην κηλῖδα, ἐὰν δὲ παλαιόν, ῥᾷον.
因为在极为干净的镜子中,当妇女们在月经来潮时注视镜子时,镜子的表面就会出现像血一样的雾气;如果镜子是崭新的,要擦掉这样的污渍并不容易,但如果是旧镜子,就比较容易。
Αἴτιον δ’, ὥσ περ εἴπομεν, ὅτι οὐ μόνον πάσχει τι ἡ ὄψις ὑπὸ τοῦ ἀέρος, ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ, ὥσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ἡ ὄψις τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα.
其原因在于,正如我们所说,视觉不仅受到空气的影响,而且它也会产生某种作用并使空气运动,就像耀眼之物那样;因为视觉也是属于耀眼和具有颜色的事物之列的。
Τὰ μὲν οὖν ὄμματα εὐλόγως, ὅταν ᾖ τὰ καταμήνια, διάκειται, ὥσπερ καὶ ἕτερον μέρος ὁτιοῦν· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες.
因此,当月经来潮时,眼睛处于与其他任何身体部分相同的状态,这是合乎情理的;因为它们在自然本性上就是血管丰富的。
Διὸ γινομένων τῶν καταμηνίων διὰ ταραχὴν καὶ φλεγμασίαν αἱματικὴν ἡμῖν μὲν ἡ ἐν τοῖς ὄμμασι διαφορὰ ἄδηλος, ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων), ὁ δ’ ἀὴρ κινεῖται ὑπ’ αὐτῶν, καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἷον αὐτὸς πάσχει· ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν.
因此,当月经来潮时,由于动荡和血液的充血,虽然我们看不出眼睛中的差异,但它是存在的(因为精液和经血的自然本性是相同的),而空气被它们所推动,并使与它们连续的镜面上的空气具有某种性质,即它自身所受到的那种性质;而这部分空气又使镜子的表面具有这种性质。

词汇与语法注释

  1. §2#1ἕως τῆς ἀρχῆς — 指性质变化或感觉的传递一直达到起点或感觉的中枢器官(即亚里士多德生理学中的心脏等)。
  2. §2#1αἱ ἀπὸ τῶν κινουμένων — 阴性复数冠词 αἱ 后面省略了如“运动”(κινήσεις)或“感觉”(αἰσθήσεις)这样的名词。通常理解为由外部运动物体在感觉器官中引起的运动(感觉余象)。
  3. ¦p.303¦τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα — 此属格被解释为表示类别或性质的表语性属格,意指视觉属于具有光泽和颜色之物的类别(或具有其性质)。
  4. ¦p.303¦ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν — 在句末省略了前一分句的动词(如 ποιεῖ)。应理解为“而[镜面上的空气使]镜子的表面[具有某种性质/成为那样]”。

引用这一段

亚里士多德, 论梦 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg016.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。