§1Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίου ζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ·
在这之后,我们必须探究梦,首先是它显现在灵魂的哪一部分,其次是这种状态是属于理智能力还是感觉能力;因为在我们的内在能力中,我们仅凭这两者来认识事物。
τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. Εἰ δὲ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι, κοινὰ δ’ ἐστὶ τῶν αἰσθήσεων οἷον σχῆμα καὶ μέγεθος καὶ κίνησις καὶ τἆλλα τὰ τοιαῦτα, ἴδια δ’ οἷον χρῶμα ψόφος χυμός, ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν, δῆλον ὅτι οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις.
如果视觉的使用是看,听觉的使用是听,而总的感觉的使用是去感觉,且感觉的共同对象是如形状、大小、运动等这类事物,而特有对象是如颜色、声音、味道,而且闭着眼睛且睡着的一切事物都不可能看见,其他感官也是如此,那么显而易见,我们在睡眠中什么也没有感觉到。
Οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα.
因此,我们并不是通过感觉来感觉梦的。
Ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ.
然而,也不是通过意见。
Οὐ γὰρ μόνον τὸ προσιόν φαμεν ἄνθρωπον ἢ ἵππον εἶναι, ἀλλὰ καὶ λευκὸν ἢ καλόν· ὧν ἡ δόξα ἄνευ αἰσθήσεως οὐδὲν ἂν φήσειεν, οὔτ’ ἀληθῶς οὔτε ψευδῶς.
因为我们不仅说走近的是人或是马,而且说它是白色的或是美丽的;关于这些,意见在没有感觉的情况下,既不能真实地也不能错误地做出任何断言。
Ἐν δὲ τοῖς ὕπνοις συμβαίνει τὴν ψυχὴν τοῦτο ποιεῖν· ὁμοίως γὰρ ὅτι ἄνθρωπος καὶ ὅτι λευκὸς ὁ προσιὼν δοκοῦμεν ὁρᾶν.
但在睡眠中,灵魂却会做出这种事;因为我们似乎同样看到了走近的是一个人,而且他是白色的。
Ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι, καθάπερ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι· περὶ οὗ γὰρ αἰσθανόμεθα, πολλάκις καὶ διανοούμεθά τι.
此外,除了梦本身之外,我们还会思考其他事情,正如在醒着时我们感觉到某事一样;因为关于我们所感觉到的对象,我们常常也会进行思考。
Οὕτω καὶ ἐν τοῖς ὕπνοις παρὰ τὰ φαντάσματα ἐνίοτε ἄλλα ἐννοοῦμεν.
同样,在睡眠中,除了表象之外,我们有时也会思考其他事情。
Φανείη δ’ ἄν τῳ τοῦτο, εἴ τις προσέχοι τὸν νοῦν καὶ πειρῷτο μνημονεύειν ἀναστάς.
如果有人在醒来时留心并试图回忆,这一点对任何人都会是显而易见的。
Ἤδη δέ τινες καὶ ἑωράκασιν ἐνύπνια τοιαῦτα οἷον οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα· συμβαίνει γὰρ αὐτοῖς πολλάκις ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων εἰς τὸν τόπον φάντασμα.
已经有一些人甚至做过这样的梦,就像那些认为自己正在按照记忆术的指令安置所提示之物的人一样;因为他们常常遇到这样的情况,即除了梦之外,还有另一个表象被安置在他们眼前的那个位置上。
Ὥστε δῆλον ὅτι οὔτε ἐνύπνιον πᾶν τὸ ἐν ὕπνῳ φάντασμα, καὶ ὅτι ὃ ἐννοοῦμεν τῇ δόξῃ δοξάζομεν.
因此,显而易见,并非睡眠中的所有表象都是梦,而且我们所思考的事物,是通过意见来加以判断的。
Δῆλον δὲ περὶ τούτων ἁπάντων τό γε τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος.
关于所有这些,至少这一点是清楚的:我们在醒着而生病时被欺骗的正是那同一个能力,而这同一个状态在睡眠中也在起作用。
Καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὅμως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ.
即使对于健康且知情的人来说,太阳看起来也依然只有一英尺大小。
Ἀλλ’ εἴτε δὴ ταὐτὸν εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν, οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ μέντοι τοῦτο ὃ οἴεται.
但是,无论灵魂的表象能力与感觉能力是相同还是不同,(梦)同样不能在没有任何看见和感觉的情况下发生;因为看错和听错是属于一个实际上在看、在听真实事物的人的,只是那并不是他所想的事物。
Ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδ’ ἀκούειν μηδ’ ὅλως αἰσθάνεσθαι.
但在睡眠中,预设的前提是人不看、不听、也完全不感觉。
Ἆρ’ οὖν τὸ μὲν μηδὲν ὁρᾶν ἀληθές, τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές, ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις, ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει μέν πως τῇ αἰσθήσει, οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος· καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος τὸ ὁρώμενον, ὥσπερ ἐγρηγορόσιν, ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ φαντάσματι.
那么,是否不看任何事物是真的,而感觉没有受到任何影响不是真的,而是视觉和其他感觉也可能受到某种影响,并且这些感觉中的每一个,仿佛是醒着的人的感觉一样,在某种程度上作用于感官,只是不像醒着时那样;并且有时意见会像在醒着的人中那样说所见的是虚假的,但有时意见会被抑制并顺从于表象?
Ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν φανερόν.
因此,我们称之为“做梦”的这一状态,既不属于形成意见的能力,也不属于进行思考的能力,这是显而易见。
Ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἂν ἦν καὶ ἀκούειν ἁπλῶς.
但它也不简单地属于感觉的能力;因为那样的话,就成了简单地在看和在听了。
Ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον, ἐπισκεπτέον.
但是,它究竟是如何发生的,以及以何种方式发生,必须予以考察。
Ὑποκείσθω δ’, ὅπερ ἐστὶ καὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι τῶν ζῴων ὑπάρχει ὁ ὕπνος, ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν, ἀλλὰ τῷ αὐτῷ.
不过,让我们把以下这点作为前提(这同时也是显而易见的):既然睡眠属于感觉能力,那么做梦也同样如此;因为睡眠并不属于某一类动物而做梦属于另一类,而是属于同一类。
Ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς περὶ ψυχῆς εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν, τὸ δ’ εἶναι φανταστικῷ καὶ αἰσθητικῷ ἕτερον, ἔστι δὲ φαντασία ἡ ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινομένη κίνησις, τὸ δ’ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν, εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γινόμενον), φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν, τούτου δ’ ᾗ τὸ φανταστικόν.
既然关于表象作用已在《论灵魂》中讨论过,且表象能力与感觉能力是相同的,尽管作为表象能力与作为感觉能力在本质上是不同的,而表象作用是现实活动中的感觉所产生的运动,且梦似乎是某种表象(因为我们把睡眠中的表象称为梦,无论是简单地还是以某种方式产生的),那么显而易见,做梦属于感觉能力,并且是属于作为表象能力的这一部分。