Humanitext Reader

アリストテレス · 動物の進行について §7

有血動物の四点運動と無足動物の移動

4 / 12 箇所 · ギリシア語

要旨

アリストテレスは、動物の移動運動が2点または4点によって行われること、また有血動物が4点を超えて移動することはないという規則を提示し、さらに蛇や魚類などの無足の動物も屈曲と鰭を通じて同様の4点運動を行っていることを論証する。

§77 ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν, δῆλον οὖν ὡς ἢ μόνοις ἢ μάλιστα τούτοις ὑπάρχει τῶν ζῴων ἡ κατὰ τόπον κίνησις, ἃ δυσὶν ἢ τέτταρσι ποιεῖται σημείοις τὴν κατὰ τόπον μεταβολήν.
7 言われた部分における各原理に対して。 したがって、動物のうちで、場所的移動を行うのは、2つまたは4つの点において場所的変化を行うものだけであり、あるいはそれらに最も多く存在することは明らかである。
ὥστʼ ἐπεὶ σχεδὸν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκε, φανερὸν ὅτι πλείοσί τε σημείοις τεττάρων οὐθὲν οἷόν τε κινεῖσθαι τῶν ἐναίμων ζῴων, καὶ εἴ τι τέτταρσι σημείοις κινεῖσθαι πέφυκε μόνον, ἀναγκαῖον τοῦτʼ εἶναι ἔναιμον.
それゆえ、これがほとんど有血動物に最もよく起こることから、有血動物のいかなるものも4つより多くの点で動くことは不可能であり、もしあるものが本性上4つの点だけで動くようになっているならば、それは必然的に有血動物であることは明らかである。
ὁμολογεῖ δὲ τοῖς λεχθεῖσι καὶ τὰ συμβαίνοντα περὶ τὰ ζῷα.
そして、動物に関して起こる現象も、言われたことに一致している。
τῶν μὲν γὰρ ἐναίμων οὐδὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν οὐθένα χρόνον ὡς εἰπεῖν, τῆς τε κατὰ τόπον κινήσεως, καθʼ ἣν ἐκινεῖτο συνεχὲς ὂν καὶ μὴ διῃρημένον, οὐ δύναται κοινωνεῖν·
実際、有血動物のうちでは、いくつかに分割されて生き延びることができるものは、言うなればまったく存在せず、また、それらが連続したものであり分割されていなかったときに動いていた場所的運動に、あずかることもできない。
τῶν δʼ ἀναίμων τε καὶ πολυπόδων ἔνια διαιρούμενα δύναται ζῆν πολὺν χρόνον ἑκάστῳ τῶν μερῶν, καὶ κινεῖσθαι τὴν αὐτὴν ἥνπερ καὶ πρὶν διαιρεθῆναι κίνησιν, οἷον αἵ τε καλούμεναι σκολόπενδραι καὶ ἄλλα τῶν ἐντόμων καὶ προμήκων·
他方、無血動物で多足のものでは、分割されても各部分が長い時間生き延び、分割される前と同じ運動を行うことができるものがあり、例えば、いわゆるムカデや、他の昆虫類や細長い形をしたものがそうである。
πάντων γὰρ τούτων καὶ τὸ ὄπισθεν μέρος ἐπὶ τὸ αὐτὸ πσιεῖται τὴν πορείαν τῷ ἔμπροσθεν.
実際、これらすべてにおいて、後部も前部と同じ方向に歩みを進めるからである。
αἴτιον δὲ τοῦ διαιρούμενα ζῆν ὅτι, καθάπερ ἂν εἴ τι συνεχὲς ἐκ πολλῶν εἴη ζῴων συγκείμενον, οὕτως ἕκαστον αὐτῶν συνέστηκε.
分割されても生きることの原因は、あたかも多くの動物から構成される連続したものであるかのように、それらの各々が組織されているからである。
φανερὸν δὲ τοῦτο ἐκ τῶν πρότερον εἰρημένων, διότι τοῦτον ἔχει τὸν τρόπον.
そして、これがそのような状態にあることは、以前に述べられたことから明らかである。
δυσὶ γὰρ ἢ τέτταρσι κινεῖσθαι πέφυκε σημείοις τὰ μάλιστα συνεστηκότα κατὰ φύσιν, ὁμοίως δὲ καὶ τῶν ἐναίμων ὅσα ἄποδά ἐστι.
実際、本性上最もよく組織されているものは、2つまたは4つの点によって動くようになっており、同様に有血動物のうちで足のないものたちもそうだからである。
καὶ γὰρ ταῦτα κινεῖται τέτταρσι σημείοις, διʼ ὧν τὴν κίνησιν ποιεῖται.
というのも、これらもまた4つの点によって動くのであり、それらを介して運動を行うからである。
δυσὶ γὰρ χρώμενα προέρχεται καμπαῖς·
すなわち、これらは2つの屈曲を用いて前進するのである。
τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τὸ πρόσθιον καὶ ὀπίσθιον ἐν τῷ πλάτει ἐστὶν ἐν ἑκατέρᾳ τῇ καμπῇ αὐτοῖς, ἐν μὲν τῷ πρὸς τὴν κεφαλὴν μέρει τὸ πρόσθιον σημεῖον δεξιόν τε καὶ ἀριστερόν, ἐν δὲ τῷ πρὸς τὴν οὐρὰν τὰ ὀπίσθια σημεῖα.
なぜなら、右と左、前と後は、それらににとって各々の屈曲の幅の中にあるからである。 すなわち、頭に近い部分には、右と左の前方の点があり、尾に近い部分には、後方の点がある。
δοκεῖ δὲ δυοῖν σημείοιν κινεῖσθαι, τῇ τʼ ἔμπροσθεν ἁφῇ καὶ τῇ ὕστερον.
しかし、前方での接触と後方での接触という、2つの点だけで動いているように見える。
αἴτιον δʼ ὅτι στενὸν κατὰ πλάτος ἐστίν, ἐπεὶ καὶ ἐν τούτοις τὸ δεξιὸν ἡγεῖται, καὶ ἀνταποδίδωσι κατὰ τὸ ὄπισθεν, ὥσπερ ἐν τοῖς τετράποσι.
その原因は、幅が狭いからであるが、これらにおいても右側が先導し、四足動物におけるのと同様に、後部において対応する反応をするからである。
τῶν δὲ κάμψεων αἴτιον τὸ μῆκος·
屈曲の原因は長さである。
ὥσπερ γὰρ οἱ μακροὶ τῶν ἀνθρώπων λορδοὶ βαδίζουσι, καὶ τοῦ δεξιοῦ ὤμου εἰς τὸ πρόσθεν ἡγουμένου (τὸ γὰρ ἀριστερὸν ἰσχίον εἰς | τοὔπισθεν μᾶλλον ἀποκλίνει, καὶ τὸ μέσον κοῖλον γίνεται καὶ λορδόν) οὕτω δεῖ νοεῖν καὶ τοὺς ὄφεις κινουμένους ἐπὶ τῇ γῇ λορδούς.
すなわち、背の高い人が前屈みで歩き、右の肩が前を先導すると(左の腰は後方へより傾き、中間は窪んで曲がった状態になるが)、それと同様に、蛇が地の上を曲がりくねって動くのも理解しなければならない。
σημεῖον δʼ ὅτι ὁμοίως κινοῦνται τοῖς τετράποσιν· ἐν μέρει γὰρ μεταβάλλουσι τὸ κοῖλον καὶ τὸ κυρτόν.
彼らが四足動物と同様に動くことの証拠は、窪んだ部分と膨らんだ部分を交互に交代させることである。
ὅταν γὰρ τὸ ἀριστερὸν πάλιν τῶν προσθίων ἡγήσηται, ἐξ ἐναντίας πάλιν τὸ κοῖλον γίνεται· τὸ γὰρ δεξιὸν ἐντὸς πάλιν γίνεται.
実際、今度は前方のうち左側が先導するとき、再びその反対側が窪み、右側が再び内側になるからである。
σημεῖον δεξιὸν πρόσθιον ἐφʼ οὗ Α, ἀριστερὸν ἐφʼ οὗ Β, ὀπίσθιον ἀριστερὸν ἐφʼ οὗ Γ. δεξιὸν ἐφʼ οὗ ∠.
右の前方の点をAとし、左をB、左の後方をΓ、右の[後方]を∠とする。
οὕτω δὲ κινοῦνται τῶν μὲν χερσαίων οἱ ὄφεις, τῶν δʼ ἐνύδρων αἱ ἐγχέλεις καὶ οἱ γόγγροι καὶ αἱ μύρσιναι, καὶ τῶν ἄλλων ὅσα ἔχει τὴν μορφὴν ὀφιωδεστέραν.
このように動くのは、陸生のものでは蛇であり、水生のものではウナギ、アナゴ、そしてウツボ、および他のもののうちでより蛇に近い形態をもつすべてである。
πλὴν ἔνια μὲν τῶν ἐνύδρων τῶν τοιούτων οὐδὲν ἔχει πτερύγιον, οἷον αἱ μύραιναι, ἀλλὰ χρῆται τῇ θαλάττῃ ὥσπερ οἱ ὄφεις τῇ γῇ καὶ τῇ θαλάττῃ (νέουσι γὰρ οἱ ὄφεις ὁμοίως καὶ ὅταν κινῶνται ἐπὶ τῆς γῆς) τὰ δὲ δύʼ ἔχει πτερύγια μόνον, οἷον οἵ τε γόγγροι καὶ αἱ ἐγχέλυες καὶ γένος τι κεστρέων, ο γίνονται ἐν τῇ λίμνῃ τῇ ἐν Σιφαῖς.
ただし、そのような水生動物のうち、あるものはひれをまったく持っておらず、例えばウツボがそうであり、彼らは海を、ちょうど蛇が地や海を用いるのと同様に用いる(実際、蛇は、地の上で動くのと同様に泳ぐからである)。 一方、他のものはひれを2つだけ持っており、例えばアナゴやウナギ、およびシパイの湖に生息するボラの一種がそうである。
καὶ διὰ τοῦτο ταῖς καμπαῖς ἐλάττοσι κινοῦνται ἐν τῷ ὑγρῷ ἢ ἐν τῇ γῇ τὰ ζῆν εἰωθότα ἐν τῇ γῇ, καθάπερ τὸ τῶν ἐγχελύων γένος.
そして、このために、ふだん地の上に生きているものが水中で動くときは、地の上におけるよりも少ない屈曲で動くのであり、例えばウナギの類がそうである。
οἱ δὲ δύο πτερύγια ἔχοντες τῶν κεστρέων τῇ καμπῇ ἀνισάζουσιν ἐν τῷ ὑγρῷ τὰ τέτταρα σημεῖα.
他方、2つのひれを持つボラの類は、水中で屈曲によって、4つの点の釣り合いを取っている。

語釈・文法注

  1. 7ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν — この対格句は、直前チャンクの p.28. 6-11 における `δεῖ δʼ ἐν ἅπαντι...` から始まる主文の不定詞句(`ἔχειν... πρὸς`)の支配を受けている。
  2. ¦25¦τῆς τε κατὰ τόπον κινήσεως... οὐ δύναται κοινωνεῖν — `κοινωνεῖν`(あずかる、共有する)は、運動を意味する属格 `κινήσεως` をその補語として要求している。
  3. 707bκαθάπερ ἂν εἴ τι συνεχὲς ἐκ πολλῶν εἴη ζῴων συγκείμενον — `καθάπερ ἂν εἴ` は、比喩的な反実仮想条件(「あたかも〜であるかのように」)を導く。ここでは希求法 `εἴη` が用いられ、実際には単一の動物であるものが複数の独立した生命から構成されているかのような仮定を表している。

この箇所を引用する

アリストテレス, 動物の進行について §7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。