Humanitext Reader

亚里士多德 · 动物的行进 §5-6

动物足的数目与身体方位及运动起点

第 3 段,共 12 段 · 希腊语

内容简介

本书讨论了动物的身体构造(双足、四足、多足及无足)与其空间方位的关系,并阐述了所有自发运动的原理必然与右/左、上/下、前/后相结合的共同起点相联系的结构必然性。

§55 ὅσοις μὲν οὖν τὸ ἄνω καὶ τὸ ἔμπροσθεν διώρισται, καθάπερ τοῖς ἀνθρώποις καὶ τοῖς ὄρνισι, ταῦτα μὲν δίποδα.
因此,那些上和前被区分开来的生物,例如人类和鸟类,是双足的。
(τῶν δὲ τεττάρων τὰ δύο σημεῖα τοῖς μὲν πτέρυγες τοῖς δὲ χεῖρες καὶ βραχίονές εἰσιν), ὅσα δʼ ἐπὶ τὸ αὐτὸ τὸ πρόσθεν ἔχει καὶ τὸ ἄνω, τετράποδα καὶ πολύποδα καὶ ἄποδα.
(而在四个点中,两个点对前者是翅膀,对后者是手和手臂)。 而那些前和上在同一方向上的,是四足、多足和无足的。
καλῶ γὰρ πόδα μέρος ἐπὶ σημείῳ πεζῷ κινητικῷ κατὰ τόπον· καὶ γὰρ τὸ ὄνομα ἐοίκασιν εἰληφέναι ἀπὸ τοῦ πέδου οἱ πόδες.
因为我把陆地上能引起地方性移动的那个点上的部分称为脚;的确,脚(podes)之名似乎是源于地面(pedon)。
ἔνια δʼ ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθιον καὶ τὸ ὀπίσθιον, οἷον τά τε μαλάκια καὶ τὰ στρομβώδη τῶν ὀστρακοδέρμων· εἴρηται δὲ περὶ αὐτῶν πρότερον ἐν ἑτέροις.
但有些生物的前部和后部在同一个地方,例如软体动物和贝类中呈螺旋状的;关于这些,之前已在其他著作中讨论过。
τριῶν δʼ ὄντων τόπων, τοῦ ἄνω καὶ μέσου καὶ κάτω, τὰ μὲν δίποδα τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει, τὰ δὲ πολύποδα ἢ ἄποδα πρὸς τὸ μέσον, τὰ δὲ φυτὰ πρὸς τὸ κάτω.
既然有三个位置,即上、中、下,双足动物将上朝向整体的上,而多足或无足动物将上朝向中,植物则朝向下。
αἴτιον δʼ ὅτι τὰ μὲν ἀκίνητα, πρὸς τὴν τροφὴν δὲ τὸ ἄνω, ἡ δὲ τροφὴ ἐκ τῆς γῆς.
其原因在于,后者(植物)是静止的,其上部朝向食物,而食物来自大地。
τὰ δὲ τετράποδα ἐπὶ τὸ μέσον καὶ τὰ πολύποδα καὶ ἄποδα διὰ τὸ μὴ ὀρθὰ εἶναι· τὰ δὲ δίποδα πρὸς τὸ ἄνω διὰ τὸ ὀρθὰ εἶναι, μάλιστα δʼ ὁ ἄνθρωπος· μάλιστα γὰρ κατὰ φύσιν ἐστὶ δίπους.
而四足、多足和无足动物将上朝向中,因为它们不是直立的;双足动物则因直立而朝向上,尤其是人类,因为人类在自然上最是双足的。
εὐλόγως δὲ παὶ αἱ ἀρχαί εἰσιν ἀπὸ τούτων τῶν μορίων· ἡ μὲν γὰρ ἀρχὴ τίμιον, τὸ δʼ ἄνω τοῦ κάτω καὶ τὸ πρόσθεν τοῦ ὄπισθεν καὶ τὸ δεξιὸν τοῦ ἀριστεροῦ τιμιώτερον.
而原理起于这些部分也是合理的;因为原理是尊贵的,而上比下、前比后、右比左更为尊贵。
καλῶς δʼ ἔχει καὶ τὸ ἀνάπαλιν λέγειν περὶ αὐτῶν, ὡς διὰ τὸ τὰς ἀρχὰς ἐν τούτοις εἶναι ταῦτα τιμιώτερα τῶν ἀντικειμένων μορίων ἐστίν.
此外,对于它们也可以反过来说,即因为原理存在于这些部分中,所以这些部分比相对立的部分更为尊贵。
§6Ὅτι μὲν οὖν ἐκ τῶν δεξιῶν ἡ τῆς κινήσεώς ἐστιν ἀρχή, 6 φανερὸν ἐκ τῶν εἰρημένων.
因此,运动原理起于右侧,从已述的内容中是显而易见的。
ἐπεὶ δʼ ἀνάγκη παντὸς συνεχοῦς, οὗ τὸ μὲν κινεῖται τὸ δʼ ἠρεμεῖ, ὅλου δυναμένου κινεῖσθαι ἑστῶτος θατέρου, ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις, εἶναι τὸ κοινόν, καθʼ ὃ συνεχῆ ταῦτʼ ἐστιν ἀλλήλοις, κἀνταῦθ’ ὑπάρχειν τὴν ἀρχὴν τῆς ἑκατέρου τῶν μερῶν κινήσεως, ὁμοίως δὲ καὶ τῆς στάσεως δηλονότι, καθʼ ὅσας τῶν λεχθεισῶν ἀντιθέσεων ἰδία κίνησις ὑπάρχει τῶν ἀντικειμένων μερῶν ἑκατέρῳ, πάντα ταῦτα κοινὴν ἀρχὴν ἔχει κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, λέγω δὲ τῶν τε δεξιῶν καὶ τῶν ἀριστερῶν καὶ τῶν ἄνω καὶ κάτω καὶ τῶν ἔμπροσθεν καὶ τῶν ὄπισθεν.
既然对于任何连续的事物,其中一部分运动而另一部分静止,在其中一者静止时整体能够运动,且两者都进行相反的运动,那么必须有一个它们彼此连续的共同点,并且各个部分的运动原理,以及显然同样地静止原理,都存在于那里,在所说的对立关系中,凡是对立的两个部分中每一个都具有其特有运动的,所有这些都在上述部分的结合处具有一个共同的原理,我指的是右和左、上和下、以及前和后。
κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἔστι τοιαύτη περὶ τὸ κινοῦν ἑαυτό, διὰ τὸ μηθενὶ φυσικὴν ὑπάρχειν κίνησιν εἰς τὸ ὄπισθεν, μηδὲ διορισμὸν ἔχειν τὸ κινούμενον, καθʼ ὃν τὴν ἐφʼ ἑκάτερα τούτων μεταβολὴν ποιεῖται· κατὰ δὲ τὸ δεξιόν γε καὶ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔστι.
因此,关于前和后,在自运者中并没有这样的划分,因为对任何事物而言,向后的运动都不是自然的,被运动者也不具有据此向这两个方向进行变化的划分;但关于右和左,以及上和下,则是存在的。
διὸ τῶν ζῴων ὅσα μέρεσιν ὀργανικοῖς χρώμενα προέρχεται, τῇ μὲν τοῦ ἔμπροσθεν καὶ ὄπισθεν διαφορᾷ οὐκ ἔχει διωρισμένα ταῦτα, ταῖς δὲ λοιπαῖς, ἀμφοτέραις μέν, προτέρᾳ δὲ τῇ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν διοριζούσῃ, διὰ τὸ τὴν μὲν ἐν τοῖς δυσὶν εὐθέως ἀναγκαῖον εἶναι ὑπάρχειν, τὴν δʼ ἐν τοῖς τέτταρσι πρώτοις.
因此,在用工具性部分前行的动物中,它们并不根据前和后的差异来区分这些,而是根据其余的差异,即同时根据两者,但首先是根据区分右和左的那种差异,因为前者(右和左)必然直接存在于二者中,而后者(上和下)则存在于首四个中。
ἐπεὶ οὖν τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν τῇ αὐτῇ ἀρχῇ καὶ κοινῇ συνήρτηται πρὸς αὐτά (λέγω δὲ ταύτην τὴν τῆς κινήσεως κυρίαν), δεῖ δʼ ἐν ἅπαντι τῷ μέλλοντι κατὰ τρόπον ποιεῖσθαι τὴν ἀφʼ ἑκάστου κίνησιν ὡρίσθαι πως καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχάς (τάς τε ἀντιστοίχους καὶ τὰς συστοίχους τῶν ἐν τοῖς μέρεσι τούτοις) τὸ τῶν λεχθεισῶν κινήσεων ἀπασῶν αἴτιον, (αὕτη δʼ ἐστὶν ἀφʼ ἧς ἀρχῆς κοινῆς τῶν ἐν τῷ ζῴω ἥ τε τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κίνησίς ἐστιν, ὁμοίως δὲ καὶ ἡ τοῦ ἄνω καὶ κάτω) ταύτην δʼ ἔχειν ἑκάστῳ παραπλησίως πρὸς
既然上和下、以及右和左都与对它们而言相同的共同原理(我指的是主导运动的那个原理)相结合,且在每一个将要按秩序从各部分进行运动的事物中,所有上述运动的原因都必须以某种方式,根据与所述原理(即在这些部分中的事物里,对应和同类的原理)的距离来界定和配置(而这就是动物体内的共同原理,右和左的运动、以及同样地和上和下的运动,都源于该原理),且每一个动物都必须以相似的方式,将该原因朝向……

词汇与语法注释

  1. 706bκαλῶ γὰρ πόδα μέρος ἐπὶ σημείῳ πεζῷ κινητικῷ κατὰ τόπον — 名词 `σημεῖον`(点、端)在此不仅指几何学上的“点”,而且指在运动中起支点或末端作用的“身体部位”。短语 `ἐπὶ σημείῳ` 将脚定义为位于这种产生移动的末端部位的器官。
  2. 706bἐπεὶ δʼ ἀνάγκη παντὸς συνεχοῦς... εἶναι τὸ κοινόν... κἀνταῦθ’ ὑπάρχειν τὴν ἀρχήν... — 在由 `ἐπεὶ` 引导的极长从句中,非人称句式 `ἀνάγκη` 控制着对格不定词短语 `εἶναι τὸ κοινόν` 和 `κἀνταῦθ’ ὑπάρχειν...`。主句则始于 706b25 的 `πάντα ταῦτα...`。
  3. 707aτὴν μὲν ἐν τοῖς δυσὶν... τὴν δʼ ἐν τοῖς τέτταρσι πρώτοις — 对比冠词 `τὴν μὲν` 与 `τὴν δʼ` 分别指代前文的“右和左的区分”与“上和下的区分”。在后者中,`τοῖς τέτταρσι πρώτοις` 指“前四个部分”(维度或具有肢体动物的划分)。
  4. 707aδεῖ δʼ ἐν ἅπαντι... ὡρίσθαι πως καὶ τετάχθαι... τὸ τῶν λεχθεισῶν κινήσεων ἀπασῶν αἴτιον — 在由非人称动词 `δεῖ` 控制的“对格+不定词”结构中,对格主语 `τὸ τῶν λεχθεισῶν κινήσεων ἀπασῶν αἴτιον`(707a10)通过长篇的修饰语与其谓语不定词 `ὡρίσθαι πως καὶ τετάχθαι`(707a8-9)严重隔开。

引用这一段

亚里士多德, 动物的行进 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。