§55 ὅσοις μὲν οὖν τὸ ἄνω καὶ τὸ ἔμπροσθεν διώρισται, καθάπερ τοῖς ἀνθρώποις καὶ τοῖς ὄρνισι, ταῦτα μὲν δίποδα.
したがって、上と前が区別されているもの、例えば人間や鳥のようなものは、二足である。
(τῶν δὲ τεττάρων τὰ δύο σημεῖα τοῖς μὲν πτέρυγες τοῖς δὲ χεῖρες καὶ βραχίονές εἰσιν), ὅσα δʼ ἐπὶ τὸ αὐτὸ τὸ πρόσθεν ἔχει καὶ τὸ ἄνω, τετράποδα καὶ πολύποδα καὶ ἄποδα.
(そして、4つの点[肢]のうち、2つは一方[鳥]にとっては翼であり、他方[人間]にとっては手と腕である)。 一方、前と上が同じ方向にあるものは、四足、多足、および無足である。
καλῶ γὰρ πόδα μέρος ἐπὶ σημείῳ πεζῷ κινητικῷ κατὰ τόπον·
というのも、私は、地上の、場所的移動を行う点の末端にある部分を足と呼ぶからである。
καὶ γὰρ τὸ ὄνομα ἐοίκασιν εἰληφέναι ἀπὸ τοῦ πέδου οἱ πόδες.
実際、足(podes)という名前は大地(pedon)から取られたと思われる。
ἔνια δʼ ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθιον καὶ τὸ ὀπίσθιον, οἷον τά τε μαλάκια καὶ τὰ στρομβώδη τῶν ὀστρακοδέρμων·
しかし、あるものは前部と後部を同じ場所に持っており、例えば軟体動物や、貝類のうちで螺旋形をしたものがそうである。
εἴρηται δὲ περὶ αὐτῶν πρότερον ἐν ἑτέροις.
これらについては、前に他の箇所で語られた。
τριῶν δʼ ὄντων τόπων, τοῦ ἄνω καὶ μέσου καὶ κάτω, τὰ μὲν δίποδα τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει, τὰ δὲ πολύποδα ἢ ἄποδα πρὸς τὸ μέσον, τὰ δὲ φυτὰ πρὸς τὸ κάτω.
上、中、下の3つの位置があるが、二足動物は上を全体の上の方向に向けており、多足や無足のものは中[の方向]に向けており、植物は下に向けている。
αἴτιον δʼ ὅτι τὰ μὲν ἀκίνητα, πρὸς τὴν τροφὴν δὲ τὸ ἄνω, ἡ δὲ τροφὴ ἐκ τῆς γῆς.
その原因は、一方[植物]は動かず、上は食物に向けられているが、食物は大地から得られるからである。
τὰ δὲ τετράποδα ἐπὶ τὸ μέσον καὶ τὰ πολύποδα καὶ ἄποδα διὰ τὸ μὴ ὀρθὰ εἶναι· τὰ δὲ δίποδα πρὸς τὸ ἄνω διὰ τὸ ὀρθὰ εἶναι, μάλιστα δʼ ὁ ἄνθρωπος·
一方、四足、多足、無足のものは、直立していないために中[の方向]に向けており、二足のものは、直立しているために上の方向に向けており、とりわけ人間がそうである。
μάλιστα γὰρ κατὰ φύσιν ἐστὶ δίπους.
なぜなら、人間は最も本性に従って二足だからである。
εὐλόγως δὲ παὶ αἱ ἀρχαί εἰσιν ἀπὸ τούτων τῶν μορίων·
そして、原理がこれらの部分から始まっているのも理にかなっている。
ἡ μὲν γὰρ ἀρχὴ τίμιον, τὸ δʼ ἄνω τοῦ κάτω καὶ τὸ πρόσθεν τοῦ ὄπισθεν καὶ τὸ δεξιὸν τοῦ ἀριστεροῦ τιμιώτερον.
というのも、原理は尊いものであり、上は下よりも、前は後よりも、右は左よりも尊いからである。
καλῶς δʼ ἔχει καὶ τὸ ἀνάπαλιν λέγειν περὶ αὐτῶν, ὡς διὰ τὸ τὰς ἀρχὰς ἐν τούτοις εἶναι ταῦτα τιμιώτερα τῶν ἀντικειμένων μορίων ἐστίν.
また、これらについて逆のことも言える。 すなわち、原理がこれらの中にあるがゆえに、これらの部分は対立する部分よりも尊いのだ、と。
§6Ὅτι μὲν οὖν ἐκ τῶν δεξιῶν ἡ τῆς κινήσεώς ἐστιν ἀρχή, 6 φανερὸν ἐκ τῶν εἰρημένων.
したがって、運動の原理が右側から始まるということは、これまでに述べられたことから明らかである。
ἐπεὶ δʼ ἀνάγκη παντὸς συνεχοῦς, οὗ τὸ μὲν κινεῖται τὸ δʼ ἠρεμεῖ, ὅλου δυναμένου κινεῖσθαι ἑστῶτος θατέρου, ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις, εἶναι τὸ κοινόν, καθʼ ὃ συνεχῆ ταῦτʼ ἐστιν ἀλλήλοις, κἀνταῦθ’ ὑπάρχειν τὴν ἀρχὴν τῆς ἑκατέρου τῶν μερῶν κινήσεως, ὁμοίως δὲ καὶ τῆς στάσεως δηλονότι, καθʼ ὅσας τῶν λεχθεισῶν ἀντιθέσεων ἰδία κίνησις ὑπάρχει τῶν ἀντικειμένων μερῶν ἑκατέρῳ, πάντα ταῦτα κοινὴν ἀρχὴν ἔχει κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, λέγω δὲ τῶν τε δεξιῶν καὶ τῶν ἀριστερῶν καὶ τῶν ἄνω καὶ κάτω καὶ τῶν ἔμπροσθεν καὶ τῶν ὄπισθεν.
ところで、一部が動き一部が静止している任意の連続したものにおいて、一方が静止しつつ全体が動くことができる状態で、両方の部分が反対の運動を行う場合、それらが互いに連続している共通の点が存在すること、そしてそこに、各々の部分の運動の、かつ明らかに同様に静止の原理が存在することが必然であるので、言われた対立関係のうち、対立する両部分の各々に独自の運動が存在するようなすべてにおいて、これらはすべて、言われた部分の結合部において共通の原理をもっている。 すなわち、右と左、上と下、前と後である。
κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἔστι τοιαύτη περὶ τὸ κινοῦν ἑαυτό, διὰ τὸ μηθενὶ φυσικὴν ὑπάρχειν κίνησιν εἰς τὸ ὄπισθεν, μηδὲ διορισμὸν ἔχειν τὸ κινούμενον, καθʼ ὃν τὴν ἐφʼ ἑκάτερα τούτων μεταβολὴν ποιεῖται·
したがって、前と後に関しては、自らを動かすものにおいて、そのような区別は存在しない。 というのも、いかなるものにとっても後方への運動は本性的なものではなく、また動かされるものは、これら双方への変化を行うような区別をもっていないからである。
κατὰ δὲ τὸ δεξιόν γε καὶ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔστι.
しかし、右と左、および上と下に関しては、存在する。
διὸ τῶν ζῴων ὅσα μέρεσιν ὀργανικοῖς χρώμενα προέρχεται, τῇ μὲν τοῦ ἔμπροσθεν καὶ ὄπισθεν διαφορᾷ οὐκ ἔχει διωρισμένα ταῦτα, ταῖς δὲ λοιπαῖς, ἀμφοτέραις μέν, προτέρᾳ δὲ τῇ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν διοριζούσῃ, διὰ τὸ τὴν μὲν ἐν τοῖς δυσὶν εὐθέως ἀναγκαῖον εἶναι ὑπάρχειν, τὴν δʼ ἐν τοῖς τέτταρσι πρώτοις.
それゆえ、動物のうちで、道具的な部分を用いて前進するものたちは、前と後の相違によってこれらを区別してはいないが、残りの[相違]、すなわち両方によって[区別して]おり、とりわけ右と左の区別によるものを、より先のものとして[区別して]いる。 なぜなら、一方[右と左]は直ちに2つのものに存在することが必然であるのに対し、他方[上と下]は最初の4つのものに存在するからである。
ἐπεὶ οὖν τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν τῇ αὐτῇ ἀρχῇ καὶ κοινῇ συνήρτηται πρὸς αὐτά (λέγω δὲ ταύτην τὴν τῆς κινήσεως κυρίαν), δεῖ δʼ ἐν ἅπαντι τῷ μέλλοντι κατὰ τρόπον ποιεῖσθαι τὴν ἀφʼ ἑκάστου κίνησιν ὡρίσθαι πως καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχάς (τάς τε ἀντιστοίχους καὶ τὰς συστοίχους τῶν ἐν τοῖς μέρεσι τούτοις) τὸ τῶν λεχθεισῶν κινήσεων ἀπασῶν αἴτιον, (αὕτη δʼ ἐστὶν ἀφʼ ἧς ἀρχῆς κοινῆς τῶν ἐν τῷ ζῴω ἥ τε τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κίνησίς ἐστιν, ὁμοίως δὲ καὶ ἡ τοῦ ἄνω καὶ κάτω) ταύτην δʼ ἔχειν ἑκάστῳ παραπλησίως πρὸς
したがって、上と下、および右と左が、それらにとって同一の共通の原理(私はこれを、運動を支配するものと呼ぶ)に結びつけられているので、そして、適切に各部分からの運動を行おうとするすべてのものにおいて、言われたすべての運動の原因が、上述の原理(すなわち、これらの部分にあるもののうち、対応するものおよび同列にあるもの)に対する距離によって、何らかの形で規定され配置されていることが必要であるので(そして、これこそが、動物における共通の原理であり、そこから右と左の運動が生じ、同様に上と下の運動も生じるのであるが)、そして、これが各々にとって、〜に対してほぼ同様に位置していなければならない(からである)。