§4Ἐπεὶ δʼ εἰσὶν αἱ διαστάσεις τὸν ἀριθμὸν ἕξ, αἷς ὁρίζεσθαι 4 πέφυκε τὰ ζῷα, τό τε ἄνω καὶ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, ἔτι δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, τὸ μὲν ἄνω καὶ κάτω μόριον πάντʼ ἔχει τὰ ζῶντα.
既然这些维度在数量上是六个,动物自然以此来界定——即上和下、前和后,以及右和左——那么一切生物都具有上和下的部分。
οὐ μόνον γὰρ ἐν τοῖς ζῴοις ἐστὶ τὸ ἄνω καὶ κάτω, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς.
因为上和下不仅存在于动物中,也存在于植物中。
διείληπται δʼ ἔργῳ, καὶ οὐ θέσει μόνον τῇ πρός τε τὴν γῆν καὶ τὸν οὐρανόν.
而且它们是在功能上被划分的,而不仅是在相对于大地和天空的位置上。
ὅθεν μὲν γὰρ ἡ τῆς τροφῆς διάδοσις καὶ ἡ αὔξησις ἑκάστοις, ἄνω τοῦτʼ ἐστι· πρὸς ὃ δʼ ἔσχατον αὕτη περαίνει, τοῦτο κάτω.
因为每个生物分配食物和生长的起点是上;而这最终到达的末端是下。
τὸ μὲν γὰρ ἀρχή τις, τὸ δὲ πέρας· ἀρχὴ δὲ τὸ ἄνω.
因为一者是某种原理,另一者是终点;而上是原理。
καίτοι δόξειέ γʼ ἂν τοῖς φυτοῖς οἰκεῖον εἶναι τὸ κάτω μᾶλλον· οὐχ ὁμοίως γὰρ ἔχει τῇ θέσει τὸ ἄνω καὶ κάτω τούτοις καὶ τοῖς ζῴοις.
然而,对植物来说,下似乎更为本然;因为这些植物与动物在位置上的上和下并不相同。
ἔχει δὲ πρὸς μὲν τὸ ὅλον οὐχ ὁμοίως, κατὰ δὲ τὸ ἔργον ὁμοίως.
然而,相对于整体而言虽然不同,但按照功能而言是相同的。
αἱ γὰρ ῥίζαι εἰσὶ τὸ ἄνω τοῖς φυτοῖς· ἐκεῖθεν γὰρ ἡ τροφὴ διαδίδοται τοῖς φυομένοις, καὶ λαμβάνει ταύταις αὐτήν, καθάπερ τὰ ζῷα τοῖς στόμασιν.
因为根是植物的上;因为食物是从那里分配给生长者的,它们用根获取食物,就像动物用口一样。
ὅσα δὲ μὴ μόνον ζῇ ἀλλὰ καὶ ζῷά ἐστι, τοῖς τοιούτοις ὑπάρχει τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν.
另一方面,那些不仅生存而且是动物的生物,对它们来说则存在着前和后。
αἴσθησιν γὰρ ἔχει ταῦτα πάντα, ὁρίζεται δὲ κατὰ ταύτην τό τε ὄπισθεν καὶ τὸ ἔμπροσθεν· ἐφʼ ὃ μὲν γὰρ ἡ αἴσθησις πέφυκε καὶ ὅθεν ἐστὶν ἑκάστοις, ἔμπροσθεν ταῦτʼ ἐστι, τὰ δʼ ἀντικείμενα τούτοις ὄπισθεν.
因为它们都具有感觉,且后和前是根据感觉来规定的:感觉自然朝向的方向以及感觉对每个生物产生的起点是前,与此相反的部分则是后。
ὅσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ διʼ αὑτῶν, ἐν τούτοις δὴ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τʼ ἀριστερὸν καὶ τὸ δεξιὸν ὁμοίως τοῖς πρότερον εἰρημένοις, ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν·
而在那些不仅分享感觉,而且能依靠自身进行地方性移动的动物中,在这些动物中,除了已述的特征外,还划分了左和右,这与前面说过的类似,它们中的每一个都是由某种功能而非位置来划分的。
ὅθεν μὲν γάρ ἐστι τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει, τοῦτο μὲν δεξιὸν ἑκάστων, τὸ δʼ ἀντικείμενον καὶ τούτῳ πεφυκὸς ἀκολουθεῖν ἀριστερόν.
因为身体中自然的地方性移动原理所在的地方,是每个生物的右,而与其相对并自然顺从右的部分是左。
τοῦτο δὲ διήρθρωται μᾶλλον ἑτέροις ἑτέρων.
这在一些动物中比在另一些动物中更为明确。
ὅσα μὲν γὰρ ὀργανικοῖς μέρεσι χρώμενα (λέγω δʼ οἷον ποσὶν ἢ πτέρυξιν ἢ τινι ἄλλῳ τοιούτῳ) τὴν εἰρημένην μεταβολὴν ποιεῖται, περὶ μὲν τὰ τοιαῦτα μᾶλλον διήρθρωται τὸ λεχθέν· ὅσα δὲ μὴ τοιούτοις μορίοις, αὐτῷ δὲ τῷ σώματι διαλήψεις ποιούμενα προέρχεται, καθάπερ ἔνια τῶν ἀπόδων, οἷον οἵ τε ὄφεις καὶ τὸ τῶν καμπῶν γένος, καὶ πρὸς τούτοις ἃ καλοῦσι ἔντερα γῆς, ὑπάρχει μὲν καὶ ἐν τούτοις τὸ λεχθέν, οὐ μὴν διασεσάψηταί γʼ ὁμοίως.
因为那些使用工具性部分(我指的是脚、翅膀或任何其他类似部分)来进行所述移动的动物,在这些动物中,所述的区分更为明确;但对于那些不使用此类部分、而是通过身体本身的弯曲来前行的动物,比如某些无足动物(如蛇和毛虫类),以及被称为“地肠”的动物,所述区分在它们中确实也存在,但并未以同样清晰的方式表现出来。
ὅτι δʼ ἐκ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι, σημεῖον καὶ τὸ φέρειν τὰ φορτία πάντας ἐπὶ τοῖς ἀριστεροῖς· οὕτως γὰρ ἐνδέχεται κινεῖσθαι τὸ φέρον, λελυμένου τοῦ κινήσοντος.
然而,运动原理是从右侧开始的,其征兆是所有人都在左侧负重;因为这样,当将要引起运动的部分获得释放时,负重者才可能移动。
διὸ καὶ ἀσκωλιάζουσι ῥᾷον ἐπὶ τοῖς ἀριστεροῖς· κινεῖν γὰρ πέφυκε τὸ δεξιόν, κινεῖσθαι δὲ τὸ ἀριστερόν·
因此,人们用左脚单脚跳也更容易;因为右侧自然适合运动,而左侧适合被运动。
ὥστε καὶ τὸ φορτίον οὐκ ἐπὶ τῷ κινήσοντι ἀλλʼ ἐπὶ τῷ κινησομένῳ δεῖ ἐπικεῖσθαι· ἐὰν δʼ ἐπὶ τῷ κινοῦντι καὶ τῇ ἀρχῇ τῆς κινήσεως ἐπιτεθῇ, ἤτοι ὅλως οὐ κινήσεται ἢ χαλεπώτερον.
因此,负重不应该压在将要引起运动的部分上,而应该压在将要被运动的部分上;如果压在运动者和运动原理上,它要么完全无法移动,要么更加困难。
σημεῖον δʼ ὅτι ἀπὸ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεως καὶ αἱ προβολαί· πάντες γὰρ τὰ ἀριστερὰ προβάλλονται, καὶ ἑστῶτες προβεβλήκασι τὰ ἀριστερὰ μᾶλλον, ἂν μὴ ἀπὸ τύχης συμβῇ.
此外,运动原理源于右侧,其征兆也在于起步;因为所有人都是先迈出左脚,且在站立时,除非偶然,否则更偏向于把左脚迈在前面。
οὐ γὰρ τῷ προβεβηκότι κινοῦνται, ἀλλὰ τῷ ἀποβεβηκότι· καὶ ἀμύνονται τοῖς δεξιοῖς.
因为他们不是用迈出的那只脚运动,而是用离地的那只脚运动;并且他们用右手防卫。
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ δεξιὰ ταὐτά ἐστι πάντων.
由于这个原因,所有生物的右侧都是相同的。
ὅθεν μὲν γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, τὸ αὐτὸ πᾶσι καὶ ἐν τῷ αὐτῷ τὴν θέσιν ἔχει κατὰ φύσιν· δεξιὸν δʼ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι.
因为运动原理所源自的地方对所有人都是相同的,且在自然上处于相同的位置;而右侧就是运动原理所源自的地方。
καὶ διὰ τοῦτο τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιὰ πάντʼ ἐστιν.
因此,贝类中呈螺旋状的都全是右旋的。
οὐ γὰρ ἐπὶ τὴν ἑλίκην κινεῖται, ἀλλʼ ἐπὶ τὸ καταντικρὺ πάντα προέρχονται, οἷον πορφύραι καὶ κήρυκες.
因为它们不是朝着螺旋方向运动,而是全部朝着其相反方向前行,例如红螺和法螺。
κινουμένων οὖν πάντων ἀπὸ τῶν δεξιῶν, κἀκείνων ἐπὶ ταὐτὰ κινουμένων ἑαυτοῖς, ἀνάγκη πάντα δεξιὰ εἶναι ὁμοίως.
既然一切都从右侧运动,且那些贝类也朝着相对于自身相同的方向运动,那么它们同样全都必须是右旋的。
ἀπολελυμένα δʼ ἔχουσι τὰ ἀριστερὰ τῶν ζῴων μάλιστα ἄνθρωποι διὰ τὸ κατὰ φύσιν ἔχειν μάλιστα τῶν ζῴων· φύσει δὲ βέλτιον τὸ δεξιὸν τοῦ ἀριστεροῦ κεχωρισμένον.
而在动物中,人类的左侧最自由,因为在所有动物中,人类最符合自然的状态;而在自然上,右侧与左侧分离是更好的。
διὸ καὶ τὰ δεξιὰ ἐν τοῖς ἀνθρώποις μάλιστα δεξιά ἐστι.
因此,人类的右侧最具有右侧的特征。
διωρισμένων δὲ τῶν δεξιῶν εὐλόγως τὰ ἀριστερὰ ἀκινητότερά ἐστι, καὶ ἀπολελυμένα μάλιστα ἐν τούτοις.
而由于右侧被明确区分,自然地,左侧在人类中更不易运动,也最自由。
καὶ αἱ ἄλλαι δʼ ἀρχαὶ μάλιστα κατὰ φύσιν καὶ διωρισμέναι ἐν τῷ ἀνθρώπῳ ὑπάρχουσι, τό τʼ ἄνω καὶ τὸ ἔμπροσθεν.
此外,其他原理也在人类中以最符合自然且最明确区分的方式存在,即上和前。