Humanitext Reader

亚里士多德 · 动物的行进 §1-3

动物移动运动的研究课题与基本前提

第 1 段,共 12 段 · 希腊语

内容简介

本段落为《动物的进行》的开篇,提出了研究动物用于移动的各部分的原因和目的,并列举了相关问题。随后,确立了自然不做无用功、空间维度的定义等自然科学假设,并论证了移动运动必然依赖于对下方接触面的支撑与反作用力。

§1Περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κίνησιν 1 τὴν κατὰ τόπον ἐπισκεπτέον διὰ τίνα αἰτίαν τοιοῦτόν ἐστιν ἕκαστον αὐτῶν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν τε πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῷ γένει διαφόρων.
关于动物用于地方性移动的有用部分,我们必须考察每一个部分由于什么原因而具有如此的性质,以及为了什么目的而存在于它们之中;此外,还要考察这些部分之间的差异,既包括同一且单一动物内部各部分之间的相互差异,也包括与其他在属上不同的动物的部分之间的差异。
πρῶτον δὲ λάβωμεν περὶ ὅσων ἐπισκεπτέον.
首先,让我们提出需要考察的问题有多少。
ἔστι δὲ αὐτῶν ἓν μὲν πόσοις ἐλαχίστοις τὰ ζῷα κινεῖται σημείοις, ἔπειτα διὰ τί τὰ μὲν ἔναιμα τέτταρσι τὰ δʼ ἄναιμα πλείοσι, καὶ καθόλου δὲ διὰ τίνʼ αἰτίαν τὰ μὲν ἄποδα τὰ δὲ δίποδα τὰ δὲ τετράποδα τὰ δὲ πολύποδα τῶν ζῴων ἐστί, καὶ διὰ τί πάντα ἀρτίους ἔχει τοὺς πόδας, ὅσαπερ ἔχει πόδας αὐτῶν, ὅλως δʼ οἷς κινεῖται σημείοις, ἄρτια ταῦτʼ ἐστιν·
其中之一是:动物最少能以多少个点来进行运动;其次,为什么有血动物以四个点运动,而无血动物以更多点运动;以及总的来说,由于什么原因,有些动物无足,有些是双足,有些是四足,有些是多足,以及为什么所有有足的动物都具有偶数只足,总体而言,它们用来运动的点都是偶数的。
ἔτι δὲ διὰ τίνʼ αἰτίαν ἄνθρωπος μὲν καὶ ὄρνις δίπους, οἱ δʼ ἰχθύες ἄποδές εἰσι· καὶ τὰς κάμψεις ὅ τε ἄνθρωπος καὶ ὁ ὄρνις δίποδες ὄντες ἐναντίας ἔχουσι τῶν σκελῶν (ὁ μὲν γὰρ ἄνθρωπος ἐπὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δʼ ὄρνις ἐπὶ τὸ κοῖλον.
此外,由于什么原因,人和鸟是双足的,而鱼是无足的;以及为什么人和鸟虽然都是双足的,其腿部的弯曲方向却相反(因为人向凸出的圆周方向弯曲腿,而鸟向凹入的方向弯曲。
καὶ ὁ ἄνθρωπος αὐτὸς ἑαυτῷ ἐναντίως τὰ σκέλη καὶ τοὺς βραχίονας· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον, τὰ δὲ γόνατα ἐπὶ τὴν περιφέρειαν κάμπτει.
且人自身的腿和手臂的弯曲方向也是相反的:手臂向凹入方向弯曲,而膝盖向凸出方向弯曲。
καὶ τὰ τετράποδα τὰ ζῳοτόκα τοῖς τʼ ἀνθρώποις ἐναντίως κάμπτει καὶ αὐτὰ αὐτοῖς· τὰ μὲν γὰρ πρόσθια σκέλη ἐπὶ τὸ κυρτὸν τῆς περιφερείας κάμπτει, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον.
胎生四足动物的弯曲方式不仅与人相反,而且它们自身前后肢的弯曲也相反:前肢向圆周的凸面方向弯曲,后肢则向凹面方向弯曲。
ἔτι δὲ τῶν τετραπόδων ὅσα μὴ ζῳοτοκεῖ ἀλλʼ ᾠοτοκεῖ, ἰδίως καὶ εἰς τὸ πλάγιον κάμπτει) πρὸς δὲ τούτοις διὰ τίνʼ αἰτίαν τὰ τετράποδα κινεῖται κατὰ διάμετρον περὶ δὴ πάντων τούτων, καὶ ὅσα ἄλλα συγγενῆ τούτοις, τὰς αἰτίας θεωρητέον.
此外,在四足动物中,凡不是胎生而是卵生的,它们的弯曲方式很特别,是向侧面弯曲的);除这些之外,还要考察由于什么原因四足动物以对角线方式运动。 确实,关于所有这些以及其他与之相近的事物,我们必须探讨其原因。
ὅτι μὲν οὖν οὕτω ταῦτα συμβαίνει, δῆλον ἐκ τῆς ἱστορίας τῆς φυσικῆς, διότι δέ, νῦν σκεπτέον.
至于这些情况确实如此发生,从自然史中显而易见;但为什么如此,现在必须加以考察。
§22 Ἀρχὴ δὲ τῆς σκέψεως ὑποθεμένοις οἷς εἰώθαμεν χρῆσθαι πολλάκις πρὸς τὴν μέθοδον τὴν φυσικήν, λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν πᾶσι τοῖς τῆς φύσεως ἔργοις, τούτων δʼ ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν ποιεῖ μάτην, ἀλλʼ ἀεὶ ἐκ τῶν ἐνδεχομένων τῇ οὐσίᾳ περὶ ἕκαστον γένος ζῴου τὸ ἄριστον· διόπερ εἰ βέλτιον ὡδί, οὕτως καὶ ἔχει κατὰ φύσιν.
考察的起点是设定我们在自然科学方法中经常习惯使用的前提,采纳在自然界的所有作品中都以这种方式存在的事实。 其中之一是:自然不做任何无用之事,而是始终在每个动物属的实体所允许的可能性中做出最好的选择;因此,如果这样更好,那么按照自然也就是这样。
ἔτι τὰς διαστάσεις τοῦ μεγέθους, πόσαι καὶ ποῖαι ποίοις ὑπάρχουσι, δεῖ λαβεῖν.
此外,我们必须掌握大小的维度,它们有多少、是怎样的、存在于什么事物中。
εἰσὶ γὰρ διαστάσεις μὲν ἕξ, συζυγίαι δὲ τρεῖς, μία μὲν τὸ ἄνω καὶ τὸ κάτω, δευτέρα δὲ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, τρίτη δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν.
因为维度有六个,配对有三个:第一是上和下,第二是前和后,第三是右和左。
πρὸς δὲ τούτοις ὅτι τῶν κινήσεων τῶν κατὰ τόπον ἀρχαὶ ὦσις καὶ ἕλξις.
除这些之外,还必须设定地方性移动的原理是推和拉。
καθʼ αὐτὰς μὲν οὖν αὗται, κατὰ συμβεβηκὸς δὲ κινεῖται τὸ φερόμενον ὑπʼ ἄλλου· οὐ γὰρ αὐτὸ δοκεῖ κινεῖν αὐτό, ἀλλʼ ὐπʼ ἄλλου κίνεῖσθαι τὸ ὑπό τινος φερόμενον.
这些是其自身的运动原理,而被他物携带而移动的事物则是附带地移动;因为被某种东西携带的事物,不像是自己在移动自己,而是被他物所移动。
§33 Τούτων δὲ διωρισμένων λέγωμεν τὰ τούτων ἐφεξῆς.
这些事情既已规定,我们就来谈谈接下来的内容。
τῶν δὴ ζῴων ὅσα μεταβάλλει κατὰ τόπον, τὰ μὲν ἀθρόῳ. παντὶ τῷ σώματι μεταβάλλει, καθάπερ τὰ ἁλλόμενα, τὰ δὲ μορίοις, καθάπερ τῶν πορευομένων ἕκαστον.
在改变位置的动物中,有些是像跳跃的动物那样,以整个身体一次性改变位置,有些是像步行的动物那样,通过部分器官来改变。
ἐν ἀμφοτέραις δὲ ταῖς μεταβολαῖς ταύταις ἀεὶ μεταβάλλει τὸ κινούμενον ἀποστηριζόμενον πρὸς τὸ ὑποκείμενον αὐτῷ.
在这两种移动中,运动着的物体总是通过支撑在位于其下方的事物上而改变位置。
διόπερ ἐάν τε ὑποφέρηται τοῦτο θᾶττον ἢ ὥστʼ ἔχειν ἀπερείσασθαι τὸ ποιούμενον ἐπʼ αὐτοῦ τὴν κίνησιν, ἐάν θʼ ὅλως μηδεμίαν ἔχῃ τοῖς κινουμένοις ἀντέρεισιν, οὐθὲν ἐπʼ αὐτοῦ δύναται κινεῖν ἑαυτό.
因此,如果这个下方事物滑动的速度,快到在其上进行运动的物体无法支撑自身,或者如果它对运动物体完全没有任何抵抗力(反作用力),那么任何物体都无法在其上移动自身。
καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω καὶ πρὸς τὸ ὑπὸ τοὺς πόδας ποιεῖται τὴν ἅλσιν· ἔχει γάρ τινα ἀντέρεισιν πρὸς ἄλληλα τὰ μόρια ἐν ταῖς καμπαῖς, καὶ ὅλως τὸ πιέζον πρὸς τὸ πιεζόμενον.
因为即使是跳跃的动物,也是通过对自身上方部分以及对脚下的事物进行支撑来进行跳跃的;因为在弯曲处,部分之间具有某种相互抵抗力,且一般而言,施压部分与受压部分之间也是如此。
διὸ καὶ οἱ πένταθλοι ἅλλονται πλέον ἔχοντες τοὺς ἁλτῆρας ἢ μὴ ἔχοντες, καὶ οἱ θέοντες θᾶττον θέουσι παρασείοντεσ τὰς χεῖρας· γίνεται γάρ τις ἀπέρεισις ἐν τῇ διατάσει πρὸς τὰς χεῖρας καὶ τοὺς καρπούς.
因此,五项全能运动员拿重物跳得比不拿时更远,跑步者通过摆动手臂跑得更快;因为在伸展时,对手和手腕产生了一定的支撑作用。
ἀεὶ δὲ τὸ κινούμενον δυσὶν ἐλαχίστοις χρώμενον ὀργανικοῖς μέρεσι ποιεῖται τὴν μεταβολήν, τῷ μὲν ὡσπερανεὶ θλίβοντι, τῷ δὲ θλιβομένῳ.
而运动的物体总是通过使用至少两个工具性部分来进行位置改变,一个仿佛是施压者,另一个是受压者。
τὸ μὲν γὰρ μένον θλίβεται διὰ τὸ φέρειν, τὸ δʼ αἰρόμενον τείνεται τῷ φέροντι τὸ φορτίον.
因为保持不动的部分由于承重而被压,而抬起的部分则被承受载荷的部分所拉伸。
διόπερ ἀμερὲς οὐδὲν οὕτω κινηθῆναι δυνατόν· οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὑτῷ διάληψιν.
因此,不具部分(不可分)的物体不可能这样运动;因为它自身内部不具有受动者与施动者的区分。

词汇与语法注释

  1. 704a5τοῖς ζῴοις — 依存于形容词 `χρησίμων` 的与格,表示“对动物而言(有用)”。
  2. 704a7τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις — 修饰名词 `διαφορῶν`(差异)的方面或关系与格,表示“在同一个且单一动物的各部分之间(的差异)”。
  3. 704b11ὑποθεμένοις... λαβόντες — 与格分词 `ὑποθεμένοις` 与省略的施事者与格一致,而随后的 `λαβόντες` 为主格复数(破格句法/anacoluthon)。两者均描述设立前提的行为。
  4. 705a8θᾶττον ἢ ὥστʼ ἔχειν ἀπερείσασθαι — 比较级 `θᾶττον` 后接带有不定式 `ἔχειν` 的 `ἢ ὥστε` 结构,表示一种限制性的结果:“快得超出了在其上运动的物体能够获得支撑的程度(即由于太快而无法获得支撑)”。
  5. 705a24τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος — 中性名词化的将来时分词属格(字面意为“受动者”与“施动者”),作为宾格性属格修饰 `διάληψιν`(区分)。

引用这一段

亚里士多德, 动物的行进 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。