Humanitext Reader

亚里士多德 · 动物的行进 §15-16

鸟类与多足动物肢体弯曲对运动的适应

第 11 段,共 12 段 · 希腊语

内容简介

阐明了鸟类、水生动物及穴居卵生四足动物的肢体与鳍的位置和弯曲方式的合理性(第15章),接着探讨了无血多足动物及螃蟹足部的排列与弯曲如何适应其运动需求和生存环境(第16章)。

§1515 Οἱ δʼ ὄρνιθες τὰ σκέλη καθάπερ τὰ τετράποδα κάμπτουσι.
15 鸟类的双腿弯曲方式与四足动物相同。
τρόπον γάρ τινα παραπλησίως ἡ φύσις αὐτῶν ἔχει· τοῖς γὰρ ὄρνισιν αἱ πτέρυγες ἀντὶ τῶν προσθίων σκελῶν εἰνοις.
因为在某种程度上,它们的自然构造是相似的:因为对于鸟类来说,双翼代替了前腿。
διὸ καὶ κεκαμμέναι τὸν αὐτόν εἰσι τρόπον ὥσπερ ἐκείνοις τὰ πρόσθια σκέλη, ἐπεὶ τῆς ἐν τῇ πορείᾳ κινήσεως τούτοις ἀπὸ τῶν πτερύγων ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἐστι· πτῆσις γάρ ἐστιν ἡ τούτων οἰκεία κίνησις.
因此,双翼的弯曲方式也与四足动物的前腿相同,因为它们在步行中的运动,其符合自然的移动起点是从双翼开始的:因为飞行是它们特有的运动。
διόπερ ἀφαιρεθεισῶν τούτων οὔθʼ ἑστάναι οὔτε προϊέναι δύναιτʼ ἂν οὐθεὶς | ὄρνις.
因此,如果除去双翼,任何鸟类都既无法站立也无法前进。
ἔτι δίποδος ὄντος καὶ οὐκ ὀρθοῦ, καὶ τὰ ἔμπροσθεν μέρη τοῦ σώματος κουφότερα ἔχοντος, ἢ ἀναγκαῖον ἢ βέλτιον πρὸς τὸ ἑστάναι δύνασθαι τὸν μηρὸν οὕτως ὑποκείμενον ἔχειν ὡς νῦν ἔχει, λέγω δʼ ὅτι εἰς τὸ ὄπισθεν πεφυκότα.
此外,由于鸟类是双足的且不直立,并且身体的前部较轻,为了能够站立,大腿必须像现在这样位于下方,我是说,向后生长。
ἀλλὰ μὴν εἰ δεῖ τοῦτον ἔχειν τὸν τρόπον, ἀνάγκη τὴν κάμψιν ἐπὶ τὸ κοῖλον γίνεσθαι τοῦ σκέλους, καθάπερ τοῖς τετράποσιν ἐπὶ τῶν ὀπισθίων, διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν ἐπὶ τῶν τετραπόδων καὶ ζῳοτόκων.
然而,如果必须是这种方式,腿部的弯曲就必然要向着凹面进行,就像四足动物的后腿一样,其原因与我们所说的四足胎生动物的原因相同。
ὅλως δὲ οἵ τε ὄρνιθες καὶ τὰ ὁλόπτερα τῶν πετομένων καὶ τὰ ἐν τῷ ὑγρῷ νευστικά, ὅσα αὐτῶν διʼ ὀργάνων τὴν ἐπὶ τοῦ ὑγροῦ ποιεῖται πορείαν, οὐ χαλεπὸν ἰδεῖν ὅτι βέλτιον ἐκ πλαγίου τὴν τῶν εἰρημένων μερῶν πρόσφυσιν ἔχειν, καθάπερ καὶ φαίνεται νῦν ὑπάρχειν αὐτοῖς ἐπί τε τῶν ὀρνίθων καὶ τῶν ὁλοπτέρων.
总之,鸟类、飞行的全翅类以及水中的游泳动物,凡是依靠器官在水中移动的,都不难看出,上述部位的连接处从侧面生长是更好的,正如现在鸟类和全翅类身上所显现的那样。
ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἰχθύων· τοῖς μὲν γὰρ ὄρνισιν αἱ πτέρυγες, τοῖς δʼ ἐνύδροις τὰ πτερύγια.
这同样适用于鱼类:因为对于鸟类来说是双翼,而对于水生动物来说是鳍。
οὕτω γὰρ ἂν τάχιστα καὶ ἰσχυρότατα συστέλλοντα καὶ διαστέλλοντα τὰ μὲν τὸν ἀέρα τὰ δὲ τὸ | ὑγρὸν ποιοῖτο τὴν κίνησιν· εἰς γὰρ τὸ ἔμπροσ θεν καὶ τὰ | ὄπισθεν μόρια τοῦ σώματος ἐπακολουθοίη ἂν ὑπείκοντι φερόμενα τὰ μὲν ἐν τῷ ὑγρῷ τὰ δʼ ἐν τῷ ἀέρι.
因为只有这样,一者收缩和扩张空气,另一者收缩和扩张水,才能最快、最强有力地进行运动;因为身体的前后部分会随之跟进,在让步的介质中被运送,一者在水中,另一者在空气中。
τὰ δὲ τρωγλόδυτα τῶν τετραπόδων καὶ ᾠοτόκων, οἷον οἵ τε κροκόδειλοι καὶ σαῦροι καὶ ἀσκαλαβῶται καὶ ἑμύδες τε καὶ χελῶναι, πάντα ἐκ τοῦ πλαγίου προσπεφυκότα τὰ σκέλη ἔχει καὶ ἐπὶ τῇ γῇ κατατεταμένα, καὶ κάμπτει εἰς τὸ πλάγιον, διὰ τὸ οὕτω χρήσιμα εἶναι πρὸς τὴν τῆς ὑποδύσεως ῥᾳστώνην καὶ πρὸς τὴν ἐπὶ τοῖς ᾠοῖς ἐφεδρείαν καὶ φυλακήν.
至于四足卵生动物中的穴居者,如鳄鱼、蜥蜴、壁虎、泽龟和陆龟,它们的所有腿部都从侧面生长,并平展在地面上,向侧面弯曲,因为这样做有助于它们轻松地钻入洞穴,以及孵化和保护它们的卵。
ἔξω δʼ ὄντων αὐτῶν, ἀναγκαῖον τοὺς μηροὺς προσστέλλοντα καὶ ὑποτιθέμενα ὑφʼ αὑτὰ τὸν μετεωρισμὸν τοῦ ὅλου σώματος ποιεῖσθαι.
由于腿在身体外侧,它们必须收缩大腿并置于自身下方,以实现整个身体的抬升。
τούτου δὲ γινομένου κάμπτειν αὐτὰ οὐχ οἷόν τε ἄλλως ἢ ἔξω.
当这种情况发生时,除了向外弯曲之外,别无他法。
§1616 Τὸ δʼ ἄναιμα τῶν ὑποπόδων ὅτι μὲν πολύποδά ἐστι καὶ οὐθὲν αὐτῶν τετράπουν, πρότερον ἡμῖν εἴρηται· διότι δʼ αὐτῶν ἀναγκαῖον ἦν τὰ σκέλη πλὴν τῶν ἐσχάτων ἔκ τε τοῦ πλαγίου προσπεφυκέναι καὶ εἰς τὸ ἄνω τὰς καμπὰς ἔχειν, καὶ αὐτὰ ὑπόβλαισα εἶναι εἰς τὸ ὄπισθεν, φανερόν.
16 有足的无血动物是多足的,且其中没有四足动物,这一点我们之前已经说过;但为什么它们的腿(除了末端的腿)必然要从侧面生长,关节朝上,并且其自身向后稍微外弯,这是显而易见的。
ἀπάντων γὰρ τῶν τοιούτων ἀναγκαῖόν ἐστι τὰ μέσα τῶν σκελῶν καὶ ἡγούμενα εἶναι καὶ ἑπόμενα.
因为在所有这些动物中,中间的腿必须既是主导的又是跟随的。
εἰ οὖν ὑπʼ αὐτοῖς ἦν, ἔδει αὐτὰ καὶ εἰς τὸ ἔμπροσθεν καὶ εἰς τὸ ὄπισθεν τὴν καμθος ἔχειν, διὰ μὲν τὸ ἡγεῖσθαι εἰς τὸ ἔμπροσθεν, διὰ δὲ τὸ ἀκολουθεῖν εἰς τὸ ὄπισθεν.
如果这些腿位于身体下方,它们就必须既向前方又向后方弯曲,因为主导时需向前方,跟随时需向后方。
ἐπεὶ δʼ ἀμφότερα συμβαίνειν ἀναγκαῖον αὐτοῖς, διὰ τοῦτο βεβλαίσωταί τε καὶ εἰς τὸ πλάγιον ἔχει τὰς καμπάς, πλὴν τῶν ἐσχάτων· ταῦτα δʼ ὥσπερ πέφυκε μᾶλλον, τὰ μὲν ὡς ἑπόμενα τὰ δʼ ὡς ἡγούμενα.
但由于这两者对它们来说都是必然发生的,因此,除了末端的腿之外,它们的腿是外弯的,并且关节朝向侧面;而这些末端的腿更符合其自然生长,一者作为跟随,另一者作为主导。
ἔτι δὲ κέκαμπται τὸν τρόπον τοῦτον καὶ διὰ τὸ πλῆθος τῶν σκελῶν· ἧττον γὰρ ἂν οὕτως ἐν τῇ πορείᾳ ἐμπόδιά τε αὐτὰ αὐτοῖς εἴη καὶ προσκόπτοι.
此外,这样弯曲也是因为腿的数量众多:因为这样在步行中,腿部之间就不太会互相阻碍或碰撞。
ἡ δὲ βλαισότης αὐτοῖς ἐστι διὰ τὸ τρωγλοδυτικὰ εἶναι πάντα ἢ τὰ πλεῖστα· οὐ γὰρ οἷόν τε ὑψηλὰ εἶναι τὰ ζῶντα τὸν τρόπον τοῦτον.
而它们的外弯是因为它们全部或大多数是穴居的:因为以这种方式生活的动物不可能长得很高。
οἱ δὲ καρκίνοι τῶν πολυπόδων περιττότατα πεφύκασιν· οὔτε γὰρ εἰς τὸ | πρόσθεν ποιοῦνται τὴν πορείαν πλὴν ὥσπερ εἴρηται πρότερον, | πολλούς τε τοὺς ἡγουμένους πόδας ἔχουσι μόνοι τῶν ζῴων.
在多足动物中,螃蟹的构造最为奇特:因为除了如前所述之外,它们不向前方行进,而且在动物中,唯有它们拥有许多“主导足”。
τούτου δʼ αἴτιον ἡ σκληρότης τῶν ποδῶν, καὶ ὅτι οὐ χρῶνται νεύσεως χάριν αὐτοῖς ἀλλὰ πορείας· πεζεύοντα γὰρ διατελοῦσι.
其原因在于足的坚硬,以及它们使用足不是为了游泳,而是为了步行:因为它们一直在陆地上行走。
πάντων μὲν οὖν τῶν πολυπόδων εἰς τὸ πλάγιον αἱ καμπαί, ὥσπερ καὶ τῶν τετραπόδων ὅσα τρωγλόδυτα· τοιαῦτα δʼ ἐστὶν οἷον σαῦραι καὶ κροκόδειλοι καὶ τὰ πολλὰ τῶν ᾠοτοκούντων.
因此,所有多足动物的弯曲都是向侧面的,就像四足动物中穴居的那些一样:例如蜥蜴、鳄鱼和大多数卵生动物。
αἴτιον δʼ ὅτι τρωγλοδυτεῖ τὰ μὲν τοῖς τόκοις, τὰ δὲ καὶ τῷ βίῳ παντί.
其原因在于,有些是为了产卵而穴居,有些则是终生穴居。

词汇与语法注释

  1. ¦25¦εἰνοις — 这被认为是抄本错误或印刷错误,应读作 `εἰσίν`(是),以符合上下文和复数主语 `αἱ πτέρυγες` 的语法要求。
  2. ¦30¦ἔτι δίποδος ὄντος καὶ οὐκ ὀρθοῦ — 此处为属格独立结构,省略了语义上的主语 `ὄρνιθος`(鸟)。接下来的分词 `ἔχοντος` 同样修饰这一省略的主语。
  3. ¦15¦ὑπείκοντι — 动词 `ὑπείκω`(退让、屈服)的现在分词单数中性与格,在此指代退让并顺应的“介质(空气或水)”。分词 `φερόμενα`(被运送)与之相关,表示动物顺着介质的前进而前行。
  4. ¦713b¦καμθος — 文本中的印刷错误,应读作名词 `κάμψιν`(弯曲,单数宾格)。
  5. ¦713b¦βεβλαίσωταί — 动词 `βλαισόομαι`(向外弯曲、外翻)的完成时被动语态第三人称单数(或复数之误),指多足动物的腿向外(及向上)弯曲的状态。

引用这一段

亚里士多德, 动物的行进 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。