§1515 Οἱ δʼ ὄρνιθες τὰ σκέλη καθάπερ τὰ τετράποδα κάμπτουσι.
15 鳥類は四足獣と同じように脚を曲げる。
τρόπον γάρ τινα παραπλησίως ἡ φύσις αὐτῶν ἔχει·
というのも、ある意味で彼らの自然は四足獣に類似しているからである。
τοῖς γὰρ ὄρνισιν αἱ πτέρυγες ἀντὶ τῶν προσθίων σκελῶν εἰνοις.
鳥類にとっては、翼が前脚の代わりになっている。
διὸ καὶ κεκαμμέναι τὸν αὐτόν εἰσι τρόπον ὥσπερ ἐκείνοις τὰ πρόσθια σκέλη, ἐπεὶ τῆς ἐν τῇ πορείᾳ κινήσεως τούτοις ἀπὸ τῶν πτερύγων ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἐστι·
それゆえ、翼もまたそれらの前脚と同じ方法で曲がっている。 なぜなら、彼らの歩行における運動において、自然に従った移動の始まりは翼から生じるからである。
πτῆσις γάρ ἐστιν ἡ τούτων οἰκεία κίνησις.
すなわち、飛行こそが彼らに固有の運動なのである。
διόπερ ἀφαιρεθεισῶν τούτων οὔθʼ ἑστάναι οὔτε προϊέναι δύναιτʼ ἂν οὐθεὶς | ὄρνις.
それゆえ、これらが取り去られたならば、いかなる鳥も立つことも前進することもできないであろう。
ἔτι δίποδος ὄντος καὶ οὐκ ὀρθοῦ, καὶ τὰ ἔμπροσθεν μέρη τοῦ σώματος κουφότερα ἔχοντος, ἢ ἀναγκαῖον ἢ βέλτιον πρὸς τὸ ἑστάναι δύνασθαι τὸν μηρὸν οὕτως ὑποκείμενον ἔχειν ὡς νῦν ἔχει, λέγω δʼ ὅτι εἰς τὸ ὄπισθεν πεφυκότα.
さらに、二足でありながら直立しておらず、また身体の前部がより軽い状態であるため、立つことができるためには、大腿部が現在あるように下に位置していること、すなわち後方に生えていることが、必要不可欠であるか、あるいはより良いのである。 私の言う「現在あるように」とは、後方に伸びて生えていることである。
ἀλλὰ μὴν εἰ δεῖ τοῦτον ἔχειν τὸν τρόπον, ἀνάγκη τὴν κάμψιν ἐπὶ τὸ κοῖλον γίνεσθαι τοῦ σκέλους, καθάπερ τοῖς τετράποσιν ἐπὶ τῶν ὀπισθίων, διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν ἐπὶ τῶν τετραπόδων καὶ ζῳοτόκων.
しかしながら、もしこのようにあるべきであるなら、脚の屈曲は凹部に向けて起こることが必要である。 それは四足獣の後脚においてそうであるのと同様であり、その理由は四足の胎生動物について述べたのと同じである。
ὅλως δὲ οἵ τε ὄρνιθες καὶ τὰ ὁλόπτερα τῶν πετομένων καὶ τὰ ἐν τῷ ὑγρῷ νευστικά, ὅσα αὐτῶν διʼ ὀργάνων τὴν ἐπὶ τοῦ ὑγροῦ ποιεῖται πορείαν, οὐ χαλεπὸν ἰδεῖν ὅτι βέλτιον ἐκ πλαγίου τὴν τῶν εἰρημένων μερῶν πρόσφυσιν ἔχειν, καθάπερ καὶ φαίνεται νῦν ὑπάρχειν αὐτοῖς ἐπί τε τῶν ὀρνίθων καὶ τῶν ὁλοπτέρων.
総じて、鳥類、および飛ぶもののうちの全翅類、および水中の泳ぐもののうち、器官によって水上の移動を行うものすべてについて、上述の部位の付着部が横側にあることがより良いということを理解するのは困難ではない。 これは現在、鳥類や全翅類において実際に観察される通りである。
ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἰχθύων·
これと同じことが魚類についても言える。
τοῖς μὲν γὰρ ὄρνισιν αἱ πτέρυγες, τοῖς δʼ ἐνύδροις τὰ πτερύγια.
というのも、鳥類にとっての翼が、水生動物にとっては鰭だからである。
οὕτω γὰρ ἂν τάχιστα καὶ ἰσχυρότατα συστέλλοντα καὶ διαστέλλοντα τὰ μὲν τὸν ἀέρα τὰ δὲ τὸ | ὑγρὸν ποιοῖτο τὴν κίνησιν·
このようにしてこそ、一方は空気を、他方は水を、最も速くかつ最も強くすぼめたり広げたりすることによって、運動を行うことができるのである。
εἰς γὰρ τὸ ἔμπροσ θεν καὶ τὰ | ὄπισθεν μόρια τοῦ σώματος ἐπακολουθοίη ἂν ὑπείκοντι φερόμενα τὰ μὲν ἐν τῷ ὑγρῷ τὰ δʼ ἐν τῷ ἀέρι.
というのも、身体の前部と後部の諸部分は、譲り従うものに運ばれながら、一方は水中で、他方は空気中で、前方へと追随していくであろうからである。
τὰ δὲ τρωγλόδυτα τῶν τετραπόδων καὶ ᾠοτόκων, οἷον οἵ τε κροκόδειλοι καὶ σαῦροι καὶ ἀσκαλαβῶται καὶ ἑμύδες τε καὶ χελῶναι, πάντα ἐκ τοῦ πλαγίου προσπεφυκότα τὰ σκέλη ἔχει καὶ ἐπὶ τῇ γῇ κατατεταμένα, καὶ κάμπτει εἰς τὸ πλάγιον, διὰ τὸ οὕτω χρήσιμα εἶναι πρὸς τὴν τῆς ὑποδύσεως ῥᾳστώνην καὶ πρὸς τὴν ἐπὶ τοῖς ᾠοῖς ἐφεδρείαν καὶ φυλακήν.
四足の卵生動物のうち穴居性のもの、例えばワニ、トカゲ、ヤモリ、ヌマガメ、リクガメなどは、すべて脚が横側に生えており、地面に投げ出されており、関節を横へと曲げる。 それは、このようにすることが、穴に潜り込む容易さにとっても、また卵の上にまたがって守ることにとっても有用だからである。
ἔξω δʼ ὄντων αὐτῶν, ἀναγκαῖον τοὺς μηροὺς προσστέλλοντα καὶ ὑποτιθέμενα ὑφʼ αὑτὰ τὸν μετεωρισμὸν τοῦ ὅλου σώματος ποιεῖσθαι.
脚が外側にあるので、彼らは大腿部を引き寄せ、自らの下に置くことによって、身体全体の持ち上げを行わなければならない。
τούτου δὲ γινομένου κάμπτειν αὐτὰ οὐχ οἷόν τε ἄλλως ἢ ἔξω.
そして、これが行われるとき、それらを外側以外に曲げることは不可能である。
§1616 Τὸ δʼ ἄναιμα τῶν ὑποπόδων ὅτι μὲν πολύποδά ἐστι καὶ οὐθὲν αὐτῶν τετράπουν, πρότερον ἡμῖν εἴρηται·
16 足を持つ無血動物が多足であり、それらのうち四足のものは一つもないということは、以前に我々によって述べられた。
διότι δʼ αὐτῶν ἀναγκαῖον ἦν τὰ σκέλη πλὴν τῶν ἐσχάτων ἔκ τε τοῦ πλαγίου προσπεφυκέναι καὶ εἰς τὸ ἄνω τὰς καμπὰς ἔχειν, καὶ αὐτὰ ὑπόβλαισα εἶναι εἰς τὸ ὄπισθεν, φανερόν.
しかし、それらの脚が(末端のものを除いて)横側に生え、関節が上方を向き、かつそれら自体が後方に向けてやや外反していることがなぜ必要であるかは、明らかである。
ἀπάντων γὰρ τῶν τοιούτων ἀναγκαῖόν ἐστι τὰ μέσα τῶν σκελῶν καὶ ἡγούμενα εἶναι καὶ ἑπόμενα.
なぜなら、そのような動物すべてにおいて、中間の脚は、導くものでもあり従うものでもあることが必要だからである。
εἰ οὖν ὑπʼ αὐτοῖς ἦν, ἔδει αὐτὰ καὶ εἰς τὸ ἔμπροσθεν καὶ εἰς τὸ ὄπισθεν τὴν καμθος ἔχειν, διὰ μὲν τὸ ἡγεῖσθαι εἰς τὸ ἔμπροσθεν, διὰ δὲ τὸ ἀκολουθεῖν εἰς τὸ ὄπισθεν.
もしそれらが身体の下に位置していたならば、それらは前方にも後方にも屈曲を持たねばならなかったであろう。 前方を導くためには前方へ、後方に従うためには後方への屈曲が必要だからである。
ἐπεὶ δʼ ἀμφότερα συμβαίνειν ἀναγκαῖον αὐτοῖς, διὰ τοῦτο βεβλαίσωταί τε καὶ εἰς τὸ πλάγιον ἔχει τὰς καμπάς, πλὴν τῶν ἐσχάτων·
しかし、それらには両方のことが起こることが必要であるため、このためにそれらは外側に曲がり、関節を横に向けているのである(末端のものを除いて)。
ταῦτα δʼ ὥσπερ πέφυκε μᾶλλον, τὰ μὲν ὡς ἑπόμενα τὰ δʼ ὡς ἡγούμενα.
これらは、一方は従うものとして、他方は導くものとして、より自然な形で生えている。
ἔτι δὲ κέκαμπται τὸν τρόπον τοῦτον καὶ διὰ τὸ πλῆθος τῶν σκελῶν·
さらに、このように曲がっているのは、脚の数が多いためでもある。
ἧττον γὰρ ἂν οὕτως ἐν τῇ πορείᾳ ἐμπόδιά τε αὐτὰ αὐτοῖς εἴη καὶ προσκόπτοι.
このようにしてこそ、歩行において脚が互いに邪魔をしたり衝突したりすることが少なくなるからである。
ἡ δὲ βλαισότης αὐτοῖς ἐστι διὰ τὸ τρωγλοδυτικὰ εἶναι πάντα ἢ τὰ πλεῖστα·
そして、それらに外反があるのは、すべてあるいは大部分が穴居性だからである。
οὐ γὰρ οἷόν τε ὑψηλὰ εἶναι τὰ ζῶντα τὸν τρόπον τοῦτον.
なぜなら、このように生活するものは身体を高くすることができないからである。
οἱ δὲ καρκίνοι τῶν πολυπόδων περιττότατα πεφύκασιν·
多足類の中で、カニは最も特異な形で生じている。
οὔτε γὰρ εἰς τὸ | πρόσθεν ποιοῦνται τὴν πορείαν πλὴν ὥσπερ εἴρηται πρότερον, | πολλούς τε τοὺς ἡγουμένους πόδας ἔχουσι μόνοι τῶν ζῴων.
というのも、以前に述べられた通りにする以外には前方へと進むことはなく、また動物の中で彼らだけが、多くの「導く足」を持っているからである。
τούτου δʼ αἴτιον ἡ σκληρότης τῶν ποδῶν, καὶ ὅτι οὐ χρῶνται νεύσεως χάριν αὐτοῖς ἀλλὰ πορείας·
この原因は、足の硬さと、彼らが足を泳ぐためではなく歩行のために用いているからである。
πεζεύοντα γὰρ διατελοῦσι.
すなわち、彼らは常に陸上を歩行して過ごすのである。
πάντων μὲν οὖν τῶν πολυπόδων εἰς τὸ πλάγιον αἱ καμπαί, ὥσπερ καὶ τῶν τετραπόδων ὅσα τρωγλόδυτα·
したがって、すべての多足類において関節は横を向いており、それは穴居性の四足獣と同様である。
τοιαῦτα δʼ ἐστὶν οἷον σαῦραι καὶ κροκόδειλοι καὶ τὰ πολλὰ τῶν ᾠοτοκούντων.
これに類するものとしては、トカゲやワニ、そして卵生動物の大部分が挙げられる。
αἴτιον δʼ ὅτι τρωγλοδυτεῖ τὰ μὲν τοῖς τόκοις, τὰ δὲ καὶ τῷ βίῳ παντί.
その理由は、あるものは産卵のために、あるものは生涯を通じて、穴に潜むからである。