§1313 Ὄντων δὲ τεττάρων τρόπων τῆς κάμψεως κατὰ τοὺς συνδέσμους (ἀνάγκη γὰρ κάμπτειν ἢ ἐπὶ τὸ κοῖλον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια, καθάπερ ἐφʼ οἷς Α, ἢ ἐπὶ τοὐναντίον ἐπὶ τὸ κυρτόν, καθάπερ ἐφʼ οἷς Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τὰ μὲν πρόσθια ἐπὶ τὸ κυρτόν, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον, καθάπερ ἐφʼ οἷς τὸ Γ ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα ἐκτός, καθάπερ ἔχει ἐφʼ οἷς τὸ ∠), ὡς μὲν ἔχει ἐφʼ οἷς τὸ Α ἢ τὸ Β, οὐθὲν κάμπτεται οὔτε τῶν διπόδων οὔτε τῶν τετραπόδων, ὡς δὲ τὸ τὰ τετράποδα, ὡς δὲ τὸ ∠, τῶν μὲν τετραπόδων οὐθὲν πλὴν ἐλέφας, ὁ δʼ ἄνθρωπος τοὺς βραχίονας καὶ τὰ σκέλη·
13 关于关节处的弯曲,共有四种方式,(因为弯曲必然是:要么前腿和后腿都弯向凹面,如用字母A表示的那样;要么相反,都弯向凸面,如用字母B表示的那样;要么交错而非朝向相同方向,而是前腿弯向凸面,后腿弯向凹面,如用字母Γ表示的那样;要么与此相反,凸面相互朝向,而凹面朝外,如用∠符号表示的那样),在双足动物和四足动物中,没有任何动物是以A或B的方式弯曲的;而四足动物以Γ的方式弯曲;至于以∠的方式,在四足动物中除大象外没有任何动物如此弯曲,但人类则这样弯曲手臂和双腿:因为人类将手臂弯向凹面,而将双腿弯向凸面。
τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον κάμπτει, τὰ δὲ σκέλη ἐπὶ τὸ κυρτόν. ἀεὶ δʼ ἐναλλὰξ ἐναντίως ἔχει τὰ κῶλα τὰς κάμψεις τοῖς ἀνθρώποις, οἷον τὸ ὠλέκρανον ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς ἐπὶ τὸ κυρτόν, καὶ πάλιν ὁ ὦμος ἐπὶ τὸ κυρτόν·
在人类身上,肢体的弯曲总是交错且相反的,例如肘关节弯向凹面,而腕部弯向凸面,肩关节又弯向凸面;同样在腿部,大腿弯向凹面,膝关节弯向凸面,脚则相反,弯向凹面。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν σκελῶν ὁ μηρὸς ἐπὶ τὸ κοῖλον, τὸ δὲ γόνυ ἐπὶ τὸ κυρτόν, ὁ δὲ ποὺς τοὐναντίον ἐπὶ τὸ κοῖλον. καὶ τὰ κάτω δὴ πρὸς τὰ ἄνω φανερὸν ὅτι ἐναντίως· ἡ γὰρ ἀρχὴ ὑπεναντίως, ὁ μὲν ὦμος ἐπὶ τὸ κυρτόν, ὁ δὲ μηρὸς ἐπὶ τὸ κοῖλον· διὸ καὶ ὁ μὲν ποὺς ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς τῆς χειρὸς ἐπὶ τὸ κυρτόν.
显而易见,下部与上部也是相反的:因为其起点是相反的,即肩关节弯向凸面,而大腿弯向凹面;因此脚弯向凹面,而手的腕部弯向凸面。
§14Αἱ μὲν οὖν κάμψεις τῶν σκελῶν τοῦτόν τε τὸν τρόπον ἔχουσι καὶ διὰ τὰς αἰτίας τὰς εἰρημένας, κινεῖται δὲ τὰ 14 ὀπίσθια πρὸς τὰ ἔμπροσθεν κατὰ διάμετρον· μετὰ γὰρ τὸ δεξιὸν τῶν ἔμπροσθεν τὸ ἀριστερὸν τῶν ὄπισθεν κινοῦσιν, εἶτα τὸ ἀριστερὸν τῶν ἔμπροσθεν, μετὰ δὲ τοῦτο τὸ δεξιὸν τῶν ὄπισθεν.
因此,腿部的弯曲是以这种方式并由于所述原因进行的。 而后腿相对于前腿是呈对角线移动的:因为在右前腿移动之后,它们移动左后腿,接着是左前腿,再之后是右后腿。
αἴτιον δʼ ὅτι εἰ μὲν τὰ ἔμπροσθεν ἅμα καὶ πρῶτον, διέσπαστο ἂν ἢ καὶ προπετὴς ἂν ἐγίνετο ἡ βάδισις καὶ οἷον ἐφελκομένοις τοῖς ὄπισθεν.
其原因在于,如果前腿同时且首先移动,步行就会被割裂,或者变得向前倾跌,后腿仿佛是被拖着走。
ἔτι δʼ οὐ πορεία ἀλλὰ ἅλσις τὸ τοιοῦτον· χαλεπὸν δὲ συνεχῆ ποιεῖσθαι τὴν μεταβολὴω ἁλλόμενα.
此外,这种运动不是步行而是跳跃;而通过跳跃来保持连续的空间移动是困难的。
σημεῖον δέ· ταχὺ γὰρ ἀπαγορεύουσι καὶ νῦν τῶν ἵππων ὅσοι τὸν τρόπον τοῦτον ποιοῦνται τὴν κίνησιν, οἷον οἱ πομπεύοντες.
一个证据是:在马谱中,凡是以这种方式运动的(例如参加游行的马),很快就会疲惫。
χωρὶς μὲν οὖν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν διὰ ταῦτα οὐ ποιοῦνται τὴν κίνησιν.
因此,它们并不将前腿和后腿分开来进行这种运动。
εἰ δὲ τοῖς δεξιοῖς ἀμφοτέροις πρώτοις, ἔξω ἂν ἐγίγνοντο τῶν ἐρεισμάτων καὶ ἔπιπτον ἄν.
但如果它们先移动右侧的两条腿,它们就会超出支撑范围而摔倒。
εἰ δὴ ἀνάγκη μὲν ἢ τούτων τῶν τρόπων ὁποτερονοῦν ποιεῖσθαι τὴν κίνησιν ἢ κατὰ διάμετρον, μὴ ἐνδέχεται δʼ ἐκείνων μηδέτερον, ἀνάγκη κινεῖσθαι κατὰ διάμετρον· οὕτω γὰρ κινούμενα ὥσπερ εἴρηται οὐδέτερα τούτων οἷόν τε πάσχειν.
既然必然是要么以这两种方式中的任意一种运动,要么呈对角线移动,而那两种方式都是不可能的,那么就必然要呈对角线移动;因为正如所说,以此方式移动,这两种情况都不会发生。
καὶ διὰ τοῦτο οἱ ἵπποι καὶ ὅσα τοιαῦτα, ἵσταται προβεβηκότα κατὰ διάμετρον, καὶ οὐ τοῖς δεξιοῖς ἢ τοῖς ἀριστεροῖς ἀμφοτέροις ἅμα.
也正因为如此,马匹和此类动物在站立时,其腿部呈对角线迈出,而不是将右侧两条腿或左侧两条腿并排。
τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα πλείους πόδας ἔχει τεττάρων ποιεῖται τὴν κίνησιν· ἀεὶ γὰρ ἐν τοῖς τέτταρσι τοῖς ἐφεξῆς τὰ ὀπίσθια πρὸς τὰ ἔμπροσθεν κινεῖται κατὰ διάμετρον· δῆλον δʼ ἐπὶ τοῖς βραδέως κινουμένοις.
同样,拥有四足以上的动物也是以此方式运动:因为在连续的四足中,后足总是相对于前足呈对角线移动;这在移动缓慢的动物身上是很明显的。
καὶ οἱ καρκίνοι δὲ τὸν αὐτὸν τρόπον κινοῦνται· τῶν πολυπόδων γάρ εἰσιν.
螃蟹也以同样的方式运动;因为它们属于多足类。
ἀεὶ γὰρ καὶ οὗτοι κατὰ διάμετρον κινοῦνται, ἐφʼ ὅπερ ἂν ποιῶνται τὴν πορείαν.
它们也总是呈对角线移动,无论它们向哪个方向前进。
ἰδίως γὰρ τοῦτο τὸ ζῷον ποιεῖται τὴν κίνησιν· μόνον γὰρ οὐ κινεῖται ἐπὶ τὸ πρόσθεν τῶν ζῴων, ἀλλʼ ἐπὶ τὸ πλάγιον.
因为这种动物以一种独特的方式运动:因为在动物中,唯独它不是向前方移动,而是向侧面移动。
ἀλλʼ ἐπεὶ τοῖς ὄμμασι διώρισται τὸ πρόσθιον, ἡ φύσις πεποίηκεν ἀκολουθεῖν δυναμένους τοὺς ὀφθαλμοὺς τοῖς κώλοις· κινοῦνται γὰρ εἰς τὸ πλάγιον αὐτοῖς, ὥστε τρόπον τινὰ καὶ τοὺς καρκίνους κινεῖσθαι διὰ τοῦτʼ ἐπὶ τὸ ἔμπροσθεν.
但由于前部是由眼睛界定的,自然使它们的眼睛能够跟随肢体移动;因为它们的眼睛是向侧面移动的,所以从某种意义上说,螃蟹也因此是在向前方移动。