Humanitext Reader

亚里士多德 · 动物的行进 §17-19

特殊动物的运动方式与全篇总结

第 12 段,共 12 段 · 希腊语

内容简介

作者分析了螃蟹、鲽类和蹼足鸟的身体构造与其移动特性,论述了陆生与水生动物拥有足或鳍的合理性,并探讨了硬壳类动物的不完全运动,最终总结了关于动物部位与空间移动的讨论,并指出下一步将探讨灵魂。

§17ἀλλὰ τῶν μὲν ἄλλων βλαισοῦνται 17 τὰ κῶλα διὰ τὸ μαλακὰ εἶναι, τῶν δὲ καράβων ὄντων σκληροδέρμων οἱ πόδες εἰσὶν ἐπὶ τῷ νεῖν καὶ οὐ τοῦ βαδίζειν χάριν·
17 然而,在其他多足动物中,肢体因其柔软而外弯;但龙虾的外壳坚硬,其足是为了游泳而非为了步行。
τῶν δὲ καρκίνων ἡ κάμψις εἰς τὸ πλάγιον, καὶ οὐ βεβλαίσωται ὥσπερ τοῖς τε ᾠοτόκοις τῶν τετραπόδων καὶ τοῖς ἀναίμοις καὶ πολύποσι διὰ τὸ σκληρόδερμα εἶναι τὰ κῶλα καὶ ὀστρακώδη, ὄντι οὐ νευστικῷ καὶ τρωγλοδύτῃ· πρὸς τῇ γῇ γὰρ ὁ βίος.
至于螃蟹,其弯曲是向着侧面的,并且不像卵生四足动物以及无血多足动物那样外弯,这是因为它们的肢体外壳坚硬且呈贝壳状,而且螃蟹不是游泳动物而是穴居动物:因为它们的生活是在陆地上的。
καὶ στρογγύλος δὲ τὴν μορφήν, καὶ οὐκ ἔχων ὀρροπύγιον ὥσπερ ὁ κάραβος· πρὸς τὴν νεῦσιν γὰρ τοῖς καράβοις χρήσιμον, ὁ δʼ οὐ νευστικός.
此外,螃蟹的形状呈圆形,不像龙虾那样有尾节:因为尾节对龙虾的游泳有用,而螃蟹并不游泳。
καὶ ὅμοιον δὴ τῷ ὄπισθεν τὸ πλάγιον ἔχει μόνος, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἡγεμόνας πόδας.
螃蟹是唯一侧面与后方相似的动物,因为它有许多起引导作用的足。
τούτου δʼ αἴτιον ὅτι οὐ κάμπτει εἰς τὸ πρόσθεν οὐδὲ βεβλαίσωται.
其原因在于,它不向前方弯曲,也不外弯。
τοῦ δὲ μὴ βεβλαισῶσθαι τὸ αἴτιον πρότερον εἴρηται, ἡ σκληρότης καὶ τὸ ὀστρακῶδες τοῦ δέρματος.
而它不外弯的原因前面已经说过,即皮肤的坚硬和其贝壳状的性质。
ἀνάγκη δὴ διὰ ταῦτα πᾶσί τε προηγεῖσθαι καὶ εἰς τὸ πλάγιον, εἰς μὲν τὸ πλάγιον ὅτι εἰς τὸ πλάγιον ἡ κάμψις, πᾶσι δʼ ὅτι ἐνεπόδιζον ἂν οἱ ἠρεμοῦντες πόδες τοῖς κινουμένοις.
因此,由于这些原因,它必须用所有的足且向侧面前进;向侧面是因为其弯曲是向着侧面的,用所有的足是因为静止的足会阻碍运动中的足。
οἱ δὲ ψηττοειδεῖς τῶν ἰχθύων, ὥσπερ οἱ ἑτερόφθαλμοι βαδίζουσιν, οὕτω νέουσι· διέστραπται γὰρ αὐτῶν ἡ φύσις.
鱼类中的鲽类鱼,其游泳的方式就像独眼者步行一样:因为它们的自然构造是扭曲的。
οἱ δὲ στεγανόποδες τῶν ὀρνίθων νέουσι τοῖς ποσί, καὶ διὰ μὲν τὸ τὸν ἀέρα δέχεσθαι καὶ ἀναπνεῖν δίποδές εἰσι, διὰ δὲ τὸ ἐν ὑγρῷ τὸν βίον ἔχειν στεγανόποδες· ἀντὶ πτερυγίων γὰρ χρήσιμοι οἱ πόδες αὐτοῖς τοιοῦτοι ὄντες.
鸟类中的蹼足鸟用足游泳;一方面,为了接受空气并呼吸,它们是双足的,但另一方面,由于在水中生活,它们是蹼足的:因为这样的足对它们来说可以代替鳍。
ἔχουσι δὲ τὰ σκέλη οὐχ ὥσπερ οἱ ἄλλοι κατὰ μέσον, ἀλλʼ ὄπισθεν μᾶλλον· βραχυσκελῶν γὰρ αὐτῶν ὄντων ὄπισθεν ὄντα πρὸς τὴν νεῦσιν χρήσιμα.
它们的腿不像其他鸟类那样长在中间,而是更偏向后方:因为在它们腿短的情况下,腿长在后方对游泳是有用的。
βραχυσκελεῖς δʼ εἰσὶν οἱ τοιοῦτοι διὰ τὸ ἀπὸ τοῦ μήκους τῶν σκελῶν ἀφελοῦσαν τὴν φύσιν προσθεῖναι τοῖς ποσί, καὶ ἀντὶ τοῦ μήκους πάχος ἀποδοῦναι τοῖς σκέλεσι καὶ πλάτος τοῖς ποσί· χρήσιμοι γὰρ πλατεῖς ὄντες μᾶλλον ἢ μακροὶ πρὸς τὸ ἀποβιάζεσθαι τὸ ὑγρόν, ὅταν νέωσιν.
这类鸟之所以腿短,是因为自然从腿的长度中削减了一些并加到了足部,以此代替长度,赋予了腿部厚度,赋予了足部宽度:因为在它们游泳时,扁平的足比长足更有助于推开水分。
§1818 Εὐλόγως δὲ καὶ τὰ μὲν πτηνὰ πόδας ἔχει, οἱ δʼ ἰχθύες ἄποδες· τοῖς μὲν γὰρ ὁ βίος ἐν τῷ ξηρῷ, μετέωρον δʼ ἀεὶ μένειν ἀδύνατον, ὥστʼ ἀνάγκη πόδας ἔχειν· τοῖς δʼ ἰχθύσιν ἐν τῷ ὑγρῷ ὁ βίος, καὶ τὸ ὕδωρ δέχονται, οὐ τὸν ἀέρα.
18 同样,飞行的动物有足,而鱼类无足,这也是理所当然的:因为前者的生活是在陆地上,而一直停留在空中是不可能的,所以必然要有足;而鱼类的生活是在水中,它们接受的是水而非空气。
τὰ μὲν οὖν πτερύγια χρήσιμα πρὸς τὸ νεῖν, οἱ δὲ πόδες ἄχρηστοι.
因此,鳍对游泳是有用的,而足则是无用的。
εἰ δʼ ἄμφω εἶχον, ἄναιμοι ἂν ἦσαν.
如果它们两者都有,它们就会是无血动物。
ὁμοίως δʼ ἔχουσιν οἱ ὄρνιθες τρόπον τινὰ τοῖς ἰχθύσι.
在某种程度上,鸟类与鱼类相似。
τοῖς μὲν γὰρ ὄρνισιν ἄνω αἱ πτέρυγές εἰσι, τοῖς δὲ πτερύγια δύο ἐν τῷ πρανεῖ· καὶ τσῖς μὲν ἐν τοῖς ὑπτίοις οἱ πόδες, τοῖς δὲ ἔν τε τοῖς ὑπτίοις καὶ ἐγγὺς τῶν πρανῶν πτερύγια τοῖς πλείστοις· καὶ οἱ μὲν ὀρροπύγιον ἔχουσιν, οἱ δʼ οὐραῖον.
因为对于鸟类来说双翼在上方,而对于鱼类来说两片鳍在背侧;前者的足在腹部,而后者的绝大多数在腹部以及靠近背部的地方有鳍;前者有尾节,后者有尾鳍。
§1919 Περὶ δὲ τῶν ὀστρακοδέρμων ἀπορήσειεν ἄν τις τίς ἡ κίνησις, καὶ εἰ μὴ ἔχουσι δεξιὸν καὶ ἀριστερόν, πόθεν κινοῦνται·
19 至于硬壳类动物,人们可能会产生疑问:它们的运动是怎样的? 如果它们没有左右之分,它们从哪里开始运动?
φαίνονται δὲ κινούμενα.
但它们显现出是在运动的。
ἢ ὥσπερ ἀνάπηρον δεῖ τιθέναι πᾶν τὸ τοιοῦτον γένος, καὶ κινεῖσθαι ὁμοίως οἷον εἴ τις ἀποκόψειε τῶν ὑποπόδων τὰ σκέλη, ὥσπερ ἡ φώκη καὶ ἡ νυκτερίς· καὶ γὰρ ταῦτα τετράποδα, κακῶς δʼ ἐστί.
或者,我们必须将这一整类动物视为残缺的,其运动方式就像有人砍掉了有足动物的腿一样,正如海豹和蝙蝠:因为这些也是四足动物,但发育不良。
τὰ δʼ ὀστρακόδερμα κινεῖται μέν, κινεῖται δὲ παρὰ φύσιν· οὐ γάρ ἐστι κινητικά, ἀλλʼ ὡς μὲν μόνιμα καὶ προσπεφυκότα κινητικά, ὡς δὲ πορευτικὰ μόνιμα.
硬壳类虽然在运动,但其运动是违背自然的:因为它们本身不具有运动能力,作为固定和附着的动物它们是能运动的,但作为步行的动物它们是静止的。
ἔχουσι δὲ φαύλως καὶ οἱ καρκίνοι τὰ δεξιά, ἐπεὶ ἔχουσί γε.
螃蟹的右侧也发育不良,尽管它们确实有右侧。
δηλοῖ δʼ ἡ χηλή· μείζων γὰρ καὶ ἰσχυροτέρα ἡ δεξιά, ὡς βουλομένων διωρίσθαι τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν.
蟹钳证明了这一点:因为右钳更大、更强壮,就好像自然想要区分左侧和右侧一样。
Τὰ μὲν οὖν περὶ τῶν μορίων, τῶν τʼ ἄλλων αὐτῶν καὶ τῶν περὶ τὴν πορείαν τῶν ζῴων καὶ περὶ πᾶσαν τὴν κατὰ τόπον μεταβολήν, τοῦτον ἔχει τὸν τρόπον·
因此,关于动物的各部位,无论是其他部位本身,还是关于动物的行走以及关于所有空间位置的移动,都是这样的情况。
τούτων δὲ διωρισμένων ἐχόμενόν ἐστι θεωρῆσαι περὶ ψυχῆς.
在这些事情被阐明之后,接下来我们要探讨关于灵魂的问题。

词汇与语法注释

  1. 713b24ὄντι οὐ νευστικῷ καὶ τρωγλοδύτῃ — 单数与格的现在分词 ὄντι 和名词 τρωγλοδύτῃ 在语法上属于破格(constructio ad sensum)。它们在逻辑上修饰主语“螃蟹”(καρκίνος),但在句首该词以属格形式(τῶν δὲ καρκίνων)出现。此处未采用预期的属格独立结构(ὄντος...),而是使用与格来直接赋予螃蟹这些特征。
  2. 714a6οἱ δὲ ψηττοειδεῖς τῶν ἰχθύων — 此将鲽类鱼(ψηττοειδεῖς)的不对称游泳方式与独眼者(ἑτερόφθαλμοι)的跛行作对比。该类比基于其身体构造的扭曲(διέστραπται... ἡ φύσις),即由于器官偏向一侧,导致其运动呈现出左右不对称的特征。
  3. 714a15ἀφελοῦσαν τὴν φύσιν προσθεῖναι τοῖς ποσί — 宾格的 τὴν φύσιν(自然)作为不定式 προσθεῖναι 和 ἀποδοῦναι 的主语,阴性宾格单数分词 ἀφελοῦσαν 与之呼应。该句形象地描绘了自然的唯物目的论补偿作用,即自然从一部分(腿的长度)削减,并增加到另一部分(足的宽度/厚度)。
  4. 714b15ὡς μὲν μόνιμα καὶ προσπεφυκότα κινητικά — 此阐释了硬壳类动物(ὀστρακόδερμα)运动的矛盾特征。虽然它们本质上不具有移位能力(οὐ γάρ ἐστι κινητικά),但通过对比句(ὡς μέν... ὡς δέ...)指出:它们“作为固定和附着的生物是能运动的(如微小的收缩和开合)”,而“作为步行的生物则是静止的(无法前进)”。

引用这一段

亚里士多德, 动物的行进 §17-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:17-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。